139
"Πώρωσις" γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, "ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ, καὶ ἄχρι σήμερον ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." Τοῖς δὲ τοῦ λόγου κήρυξιν ἑξῆς προστάττει λέγων ὁ Κύριος· Ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ. Εἰ γὰρ καὶ μὴ βούλωνται ἀθρόως προσιέναι τῇ πίστει (λαὸς γὰρ οὐκ ἔχων ἐστὶ σύνεσιν), ἀλλ' οὖν ἀγαπητὸν βραχεῖς τινας καθ' ἕνα συναγαγεῖν, οἷς καὶ Πέτρος ὁ μέγας ἐβόα· "Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε καθὰ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ....." ΚΕΦΑΛ. ΚΗʹ. ακβʹ. 9Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραΐμ. Τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου. Ἰδοὺ ἰσχυρὸν καὶ σκληρόν9, κ.τ.λ. ... ἐλευθερίαν προσίεσθαι τῶν τύπων ἀφεμένους. "Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ, δεῖ προσκυνεῖν." ∆εσμὸς δὲ ὁ νόμος δικαιῶν μὲν οὐδένα, κατασφίγγων δέ πως εἰς κόλασιν. Καὶ ∆αβὶδ δὲ προθύμως συμβουλεύων ἐπὶ τὴν χάριν ἰέναι τὴν διὰ πίστεως, "∆ιαῤῥήξωμεν, φησὶ, τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν," τὸ ἐκ νόμου βάρος αὐτοῖς ἐπικείμενον, ᾧ τοὺς ὑπὸ χεῖρας οἱ τῶν Ἰουδαίων ὑπῆγον διδάσκαλοι. Προτιμήσατε δὲ, φησὶ, τούτων τὴν σύντομον τῆς πίστεως χάριν, οὐ κατὰ τὰς μακρὰς οὖσαν περιόδους τοῦ γράμματος, ἥτις ἐδόθη πάσῃ τῇ γῇ, μόνοις δοθέντος Ἰουδαίοις τοῦ νόμου. Μωσῆς μὲν γὰρ ἔλεγεν· "Ἄκουε, Ἰσραήλ." 2245 Ὁ Χριστὸς δὲ διὰ τοῦ ψάλλοντος, "Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη." Τινὲς δέ φασι τὸ, καὶ ὑμεῖς μὴ εὐφρανθείητε, ἁρμόττειν μὲν καὶ πρὸς τὸν Ἰσραὴλ μὴ ἐπιμένειν τῇ τῶν ἁμαρτημάτων ἡδονῇ παραινοῦν, μηδὲ δεσμεῖν ἑαυτοὺς ἁμαρτήμασιν, πρὸς δὲ τὴν τῆς κρίσεως ἀκοὴν ὑποστέλλεσθαι· ἁρμόττειν δὲ καὶ πρὸς τὰ ἔθνη, ὡς οὐδὲ χαίρειν ὑμᾶς ἐπὶ τῇ τῶν Ἰσραηλιτῶν τιμωρίᾳ. ∆ιαβήσεται γὰρ καὶ εἰς ὑμᾶς τὰ τῆς τίσεως ἁμαρτάνοντας. κγκθʹ. 9Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου. Προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου, μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; ἢ σπόρον προετοιμάσαι, πρὶν ἐργάσασθαι τὴν γῆν; οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆσ9, κ.τ.λ. Τῷ στεφάνῳ τῆς ὕβρεως, τῷ τὸν ἔντιμον ἀποδοκιμάσαντι λίθον, ἔτι παρακελεύεται τὰ μὲν ὦτα παρέχειν τῇ δι' ἀέρος φερομένῃ φωνῇ, πειθαρχεῖν δὲ τοῖς λεγομένοις, καὶ κατανοεῖν τὰ λεγόμενα. Εἶθ' ὑποδείγματι κέχρηται, διδάσκων αὐτοὺς, ὡς ὄντες δυνατοὶ δυνατῶς ἐτασθήσονται. Ἄρχοντες γὰρ ἦσαν καὶ ἱερεῖς, καὶ διδάσκαλοι. Καιρὸς γὰρ, φησὶν, ἀρότρου καὶ σπόρου διάφορος. Καὶ παραλλάττει τῶν καρπῶν μετὰ θέρος ἡ κάθαρσις, τῶν μὲν ἀμάξης δεομένων, καὶ τεμνόντων τροχῶν ὅσοι τῶν ἄλλων ἁδρότεροι· τῶν δὲ μόναις ἀρκουμένων ῥάβδοις οἵπερ εἰσὶν ἀσθενέστεροι. Οὕτω καὶ ὁ τοῦ Θεοῦ λόγος γεωργῶν τὰς ψυχὰς, ἐν καιρῷ μὲν αὐτὰς διδασκαλίᾳ νεοῖ, ἀναῤῥηγνύση τοὺς λανθάνοντας λογισμούς. Ὅθεν δὲ καί φησιν· "Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρηται ἐπ' ἀκάνθαις." Ἐπειδ' ἂν δὲ τὸ οἱονεὶ πρόσωπον ὁμαλισθείη τῆς γῆς, πάσης ἀκανθώδους ἀνατραπείσης κακίας, τηνικαῦτα τοῖς ὑποκειμένοις κατάλληλα καταβάλλει τὰ σπέρματα, μείζω τε καὶ βραχύτερα. ∆ιαιρέσεις γὰρ χαρισμάτων εἰσίν. Παρόντος δὲ τοῦ θερισμοῦ (συντέλειαν δὲ τοῦτον δηλοῦν ἐδίδαξεν ὁ Χριστὸς), τότε τοὺς ἀξίους τῶν σπερμάτων ἀπαιτήσει καρπούς. Τῶν δὲ μὴ παρεχόντων, οἱ μὲν τὰ σμικρὰ λαβόντες, μετρίαν, οἱ δὲ τὰ μεγάλα, μεγίστην εἰσπραχθήσονται δίκην, ὥσπερ οἱ μεγάλων ἀξιωθέντες, ἱερεῖς, καὶ γεγονότες στέφανος ὕβρεως μισθωτοί τε Ἐφραΐμ, ὡς διαστρέψαι μὲν τὸν λαὸν, ἀποδοκιμάσαι δὲ λίθον τὸν ἐκλεκτόν. Τὸ δὲ, καὶ παιδεύσῃ κρίματι Θεοῦ, ἢ κατὰ Σύμμαχον, καὶ παιδεύσει αὐτὸν εἰς κρῖμα ὁ Θεὸς αὐτοῦ παρίστησιν ὡς φυσικῇ διδασκαλίᾳ γεωργὸς, καὶ δοθείσῃ παρὰ τοῦ Θεοῦ, τὰ περὶ τῆς διαφόρου τῶν καρπῶν κρινεῖ καθάρσεως. Ἀντὶ δὲ τοῦ, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται, Σύμμαχός φησιν· Κύμινον δὲ ἐν βακτηρίᾳ, ἄρτος δὲ λεπτοκοπηθήσεται. Τὸ ἄρτος ἀντὶ τοῦ σῖτος