ὁμωνύμως ἀνδρί τινι Τρωϊκῷ, οὗ καὶ αὐτοῦ ἐμνήσθη ὁ ποιητής, κατὰ παρωνυμίαν τὴν ἀπὸ τοῦ ποταμοῦ Σκαμάνδρου, ὥσπερ καὶ Σιμοείσιός τις παρὰ τῷ ποιητῇ παρωνυμεῖται τῷ Σιμόεντι ποταμῷ, καί τις Ἰδαῖος τῇ Ἴδῃ τῷ ὄρει. καὶ οὕτω μὲν ὁ Ἕκτωρ. (ῃ. 403) Οἱ δὲ Τρῶεςχάριτας εἰδότες τῷ προμάχῳ πατρὶ Ἀστυάνακτα τὸν υἱὸν ἐκάλουν τρόπῳ διωνυμίας, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται, οὐχ' ὅτι ὁ οὕτω νήπιος τοῦ ἄστεος ἄναξ ἦν τῆς Ἰλίου ἤτοι φροντιστὴς καὶ ἀνακῶς ἤγουν ἐπιμελῶς ἔχων αὐτῆς, εἰ καὶ ὁ Ἕκτωρ ἐπεύξεται Ἰλίου ἶφι ἀνάσσειν αὐτόν, ἀλλὰ διὰ τὸν πατέρα, ἐπειδή, φησί, μόνος ἐρύετο Ἴλιον Ἕκτωρ. Καὶ ὅρα ὅπως ἐτυμολογεῖ καὶ τὸν Ἀστυάνακτα τρόπῳ ποιητικῷ. Ἰστέον δὲ ὅτι καὶ διὰ τὰ τῶν πατέρων καὶ προγόνων ἔργα ἐτίθετό ποτε ὀνόματα τοῖς ἐπιγόνοις. Τὴν γοῦν Μάρπησσαν Ἀλκυόνην καλεῖσθαί φησί που Ὅμηρος ἐπώνυμον διὰ τὸ 2.345 τὴν μητέρα αὐτῆς ποτε πολλὰ πενθῆσαι δίκην ἀλκυόνος, καὶ τῷ Ὀδυσσεῖ δὲ ὁ πάππος Αὐτόλυκος τὸ τοιοῦτον ὄνομα ἔθετο, διότι πολλοί, φησίν, ἐμοὶ ὠδύσαντο, τουτέστιν ὠργίσθησαν, κατὰ γῆν, ὡς κλέπτοντι τὰ ἐκείνων. οὕτω γὰρ βούλεται ὁ ποιητὴς ἐτυμολογεῖσθαι τὸν Ὀδυσσέα, ὡς ἡ Ὀδύσσεια δηλοῖ. Ὅτι δὲ χαίρουσιν ἐτυμολογεῖν ἐν καιρῷ, καθάπερ οἱ ἄλλοι σοφοί, οὕτω καὶ οἱ ποιηταί, οὐκ ἄδηλόν ἐστιν. οἳ τὰ μὲν ὡς ἐκ παρόδου καὶ οὐ κατὰ πλάτος ἐτυμολογοῦσιν, ἀλλ' ὡς ἂν συνήσει ἀγχίνους ἀκροατής, τὰ πολλὰ καὶ ἓν πρὸς ἓν φράζοντες ἐτυμολογικῶς, ὡς ἔστι μυρία ἐκ τῶν Ὁμηρικῶν ἀναλέγεσθαι, καθὰ καὶ Πορφύριος ἐπισημαίνεται. τὰ δὲ καὶ πλατικώτερον προάγουσιν, ὡς ἔχει καὶ τὰ προσεχῶς εἰρημένα. Τοιοῦτος δὲ καὶ Ἡσίοδος ἔν τε ἄλλοις καὶ ἐν οἷς τὴν Πανδώραν ἐτυμολογεῖ, καὶ ἔνθα δὲ τὴν φιλομειδῆ καὶ τὴν Κυθέρειαν, τὸ μὲν ὅτι Κυθήροις προσεπ<έ>λασε, τὸ δ' ὅτι μηδέων ἐξεφαάνθη, ὅ ἐστιν αἰδοίων τῶν τοῦ Κρόνου, καὶ ὅπου δὲ τὸν παρὰ τοῖς ἄλλοις Ὀϊλέα τετρασυλλάβως καλούμενον Ἰλέα τρισυλλάβως αὐτὸς λέγειν ἐθέλων φησὶν οὕτως αὐτὸν κληθῆναι, οὕνεκα νύμφην εὑράμενος ἵλεων μίχθη ἐρατῇ φιλότητι. Ὅθεν ἔστι συνιδεῖν ὅτι κατὰ πλεονασμὸν τοῦ ˉο ἐκ τοῦ Ἰλεύς γέγονεν ὁ Ὀϊλεύς, ὁμοίως τῷ κέλλω ὀκέλλω, κλῶ κλάζω ὀκλάζω, ἔτι δὲ καὶ τῷ Βριάρεως Ὀβριάρεως, ὡς τεχνογραφεῖ Ἡρῳδιανός. καὶ οὕτω μὲν Ἡσίοδος. Εὐριπίδης δὲ τὸν Οἰδίπουν ἐτυμολογῆσαι θελήσας ἐπέκρυψε μὲν τὸ σαφές, ὃ δὴ ἀρετὴ ἐτυμολογίας ἐστίν, ἀσαφῶς δὲ χρυσοδέτοις αὐτὸν περόναις ἐπίσημον ἔφη, δι' ὧν δηλαδὴ ἐξοιδηθέντες οἱ πόδες ὄνομα πεποιήκασιν αὐτῷ. (ῃ. 404) Ὅτι μὴ ἔχων ὁ Ἕκτωρ τὸν νήπιον Ἀστυάνακτα προσειπεῖν μειδιάματι φιλοφρονεῖται αὐτόν, ᾧ καὶ μόνῳ δεξιούμενοι τὰ βρέφη προσαγορεύομεν, λόγου μὲν οὐ συνιέντα, τὴν δὲ ὄψιν γνωρίζοντα. Φησὶ γὰρ «μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ». (ῃ. 405) Ἀνδρομάχη μέντοι ἄγχι παρίστατο δακρυχέουσα. καὶ οὕτω μερί 2.346 ζονταί πως οἷον ἀμφότεροι τὸν κλαυσίγελων. Ἀλλ' ὅτε ἰδὼν τὸν τῆς περικεφαλαίας λόφον ὁ παῖς μετ' ὀλίγα ἐτάρβησε καὶ πτοηθεὶς συνεστάλη, τότε δὴ ὁ πατήρ τε καὶ ἡ μήτηρ ἐξεγέλασαν τῷ δέει τοῦ παιδὸς αὐτοὶ ἀντεπεξαγαγόντες τὸν γέλωτα. Καὶ ὅρα ὅπως πιθανῶς ὁ ποιητὴς διαφόροις πάθεσι τὸ χωρίον τοῦτο κατεκέρασε, μειδιάματι, δάκρυσι, δέει, γέλωτι. ἡ δὲ γλυκύτης καὶ τὸ ἐνδιάθετον ῥητορείαν ἐθέλει μακράν. Ἰστέον δὲ ὅτι τε καθὰ μειδιάματι, οὕτω δὴ καὶ δακρύοις ἔστι πως προσφωνεῖν κατὰ τὸ «προσεῖπε δακρύοις ὥστε σημῆναι φίλα», καὶ ὅτι καὶ διὰ νεύματος ἔστι γενέσθαι τὸ αὐτό, καὶ ὅτι τὸ μὲν Ὁμηρικὸν βρέφος ἔδεισεν, ὡς ἐρρέθη, παρὰ δὲ Ἡροδότῳ φέρουσα γυνὴ δέδωκέ τινι παιδίον, τὸ δὲ προσεγέλασε, φησί, τῷ λαβόντι, καὶ ὅτι τὸ μείδησεν ἀπὸ ἐνεστῶτος γίνεται διφορουμένου. Λέγεται γὰρ καὶ μειδῶ μειδιῶ, ὥσπερ κατηφῶ καὶ κατηφιῶ, καθὰ καὶ πρὸ μικροῦ γέγραπται. (ῃ. 407) Ὅτι τὸ «δαιμόνιε φθίσει σε τὸ σὸν μένος», ὃ Ἀνδρομάχη πρὸς τὸν ἄνδρα φησί, ἁρμόζει παντὶ θρασυνομένῳ ὑπὲρ τὸ δέον. (ῃ. 408-10) Ἐφεξῆς δὲ τὸ «οὐδ' ἐλεαίρεις παῖδά τε νηπίαχον καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη σεῦ ἔσομαι» γυναικὸς λόγοι πρὸς ἄνδρα ὁρμῶντα εἰς κίνδυνον. (ῃ. 407) Ὅρα δέ, φασί, πῶς τὸ σὸν εἶπε