βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τοιαύτας δουλείας ὁ λόγος ἀπέ δειξεν συντόμως μετὰ προφητείας ἐπελθούσας αὐ τοῖς, καὶ οὐχ ἁπλῶς οὐδὲ ἀπροσδοκήτως· 304 λείπεται οὖν τὴν γʹ ἐπαγαγεῖν· εἶτα καὶ περὶ τῆς νῦν τετάρτης κατεχούσης αὐτοὺς εἰπεῖν, καὶ δεῖξαι σαφῶς, ὅπως οὐδὲ εἷς προφήτης ἐπηγγείλατο λύσιν ἔσεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε μὴν ἀπαλλαγὴν τὸ σύνολον. 2̣7 ̣ Τίς οὖν ἐστιν ἡ τρίτη; Ἡ ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. Ἐπειδὴ γὰρ Ἀλέξανδρος, ὁ Μακεδόνων βασιλεὺς, ∆αρεῖον, τὸν βασιλέα Περσῶν, καθελὼν, εἰς ἑαυτὸν περιέστησε τὴν ἀρχὴν, τελευ τήσαντος τούτου, δʹ μετ' ἐκεῖνον ἐγένοντο βασιλεῖς, εἶτα ἐξ ἑνὸς τῶν δʹ τούτων γενόμενος ὁ Ἀντίοχος μετὰ πολὺν ὕστερον χρόνον τό τε ἱερὸν ἐνέπρησε, τά τε Ἅγια τῶν ἁγίων ἠρήμωσε, τάς τε θυσίας καθεῖλε, τούς τε Ἰουδαίους ὑπέταξε καὶ τὴν πολι τείαν αὐτῶν κατέλυσε πᾶσαν. Καὶ ταῦτα πάντα μετὰ ἀκριβείας ἁπάσης καὶ μέχρι μιᾶς ἡμέρας προ ηγορεύετο παρὰ τοῦ ∆ανιὴλ, καὶ πότε ἔσται, καὶ πῶς, καὶ παρὰ τίνι, καὶ τίνι τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. Εἴσεσθε σαφέστε ρον ̣82b ἀκούσαντες αὐτῆς τῆς ὁράσεως, ἣν διὰ παραβολῆς ἡμῖν ὁ προφήτης ἀνήγγειλε, κριὸν μὲν καλῶν τὸν τῶν Περσῶν βασιλέα ∆αρεῖον, τράγον τε τὸν τῶν Ἑλλήνων Ἀλέξανδρον βασιλέα, τὸν Μακεδόνα· τέσσαρα δὲ κέρατα λέγει τοὺς μετ' ἐκεῖνον ἀναστάντας, ἀφ' ὧν ὕστερον κέρας αὐτὸς ἔφυ· φησὶ γάρ· "Εἶδον ἐν ὁράματι, καὶ ἰδοὺ κριὸς (εἷς) ἑστηκὼς καὶ αὐτῷ κέρατα ὑψηλὰ καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου· καὶ τὸ ὑψηλότε ρον ἀνέβαινεν ἐπ' ἐσχάτων· καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ νότον, καὶ τὰ θηρία πάντα οὐ στήσεται ἐνώπιον αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη·" τὴν δύναμιν λέγει τὴν Περσικὴν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. Εἶτα περὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου διαλεγόμενός φησιν· "Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρ χετο ἀπὸ λιβὸς ἐπὶ 305 πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ ἐκείνῳ κέρατα ἐθεωρεῖτο ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ." Εἶτα λέγων τὴν πρὸς ∆αρεῖον συμβολὴν αὐτοῦ γεγενημένην καὶ τὴν κατὰ κράτος νίκην· "Ἦλθε, φησὶν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος." "Καὶ ἠγριώθη καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ." Ἔ πειτα διηγούμενος τὴν Ἀλεξάνδρου τελευτὴν καὶ τὴν τῶν δʹ βασιλέων διαδοχὴν ἐπάγει λέγων· "Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας τὸ 110.481 μέγα· καὶ ἀνέβη κέρατα δ' ὑποκάτωθεν αὐτοῦ εἰς τοὺς δʹ ἀνέμους τοῦ οὐρανοῦ." Ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθὼν, καὶ δεικνὺς, ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν δʹ ἐστὶν, πάλιν φησί· "Καὶ ἐξῆλθεν ἐκ τοῦ ἑνὸς ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισ σῶς πρὸς νότον καὶ πρὸς ἀνατολήν." Καὶ ση μαίνων, ὅτι τὴν Ἰουδαϊκὴν πολιτείαν καθελεῖ, φά σκει· "Καὶ δι' αὐτὸν θυσία ἐταράχθη παραπτώ ματι καὶ ἐγενήθη καὶ κατευωδώθη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωθήσεται, καὶ δοθήσεται ἐπὶ τὴν θυσίαν ἁμαρτία." Τοῦ γὰρ βωμοῦ καθαιρεθέντος καὶ τῶν ἁγίων καταπατηθέντων, εἴδωλον ἔστησεν ἔνδον καὶ θυσίας ἐπετέλει τοῖς δαίμοσι παρανόμως· ὅθεν φησίν· "(Καὶ) ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε, καὶ εὐωδώθη." Εἶτα πάλιν ἐκ δευτέρου τὴν αὐτὴν βασιλείαν Ἀντιόχου (τοῦ) Ἐπιφανοῦς λέγων καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἅλωσιν, καὶ τὴν ἐρή μωσιν τοῦ ἱεροῦ, προστίθησι καὶ τὸν χρόνον. Ἀρ ξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς, αὖθις πρὸς τῷ τέλει τοῦ βιβλίου καὶ τὰ μεταξὺ πάντα διηγησάμενος ὅσα οἱ Πτολεμαῖοι καὶ οἱ Σέ λευκοι συῤῥαγέντες ἀλλήλοις ἐποίησαν, καὶ οἱ στρα τηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους, τὰς 306 νίκας, τὰς στρατείας, τὰς ναυμαχίας, τὰς πεζομαχίας προϊὼν, εἰς Ἀντίοχον τελευτᾷ πάλιν καί φησιν· "Βραχίονες ἐξ αὐτοῦ στήσονται καὶ βεβηλώσουσι τὸ ἁγίασμα καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν," τὰς συνήθεις λέγων θυσίας καὶ καθημερινὰς, "καὶ δώ σουσιν εἰς αὐτὸν βδέλυγμα (ἠφανισμένον)· καὶ τοὺς ἀνομοῦντας διαθήκην," τουτέστι τοὺς παρα βαίνοντας τῶν Ἰουδαίων, "ἀπάξουσιν ἐν ὀλισθή μασι" μεθ' ἑαυτῶν καὶ