140
εἰπών. Ἀντὶ δὲ τοῦ, οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν 2248 ὀργισθήσομαι. Οὐδὲ φωνὴ τῆς πικρίας μοῦ καταπατήσει ὑμᾶς, Θεοδοτίων καὶ Σύμμαχος ἐξέδωκαν. Ἁλλ' οὐκ εἰς τέλος ἀλοῶν ἀλοήσει αὐτὸν, οὐδὲ ταράξει τροχὸς ἀμάξης αὐτοῦ, οὐ δὲ ταῖς ὁπλαῖς αὐτοῦ λεπτυνεῖ αὐτόν. Τοῦτ' ἔστιν, Ἐπειδ' ἂν ὁ τῆς ἁμάξης τροχὸς περιέλθῃ τὸν σῖτον λεπτύνων, τὴν περὶ αὐτὸν καλάμην ὁμοῦ καὶ τῶν βοῶν ταῖς ὁπλαῖς αὐτὴν λεπτυνόντων, αὐτὸν οὐκ ἀφανίσει τὸν σῖτον· ὥσπερ οὖν οὐδὲ τῶν ψυχῶν τὴν οὐσίαν ἡ κόλασις. Ὅπερ οἱ ἑβδομήκοντα νοοῦντες ἐξέδωκαν, Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι. Τοῦτ' ἔστιν οὐ πρὸς ἀπώλειαν οὐσίας κολάζω, καθάπερ οὐ δὲ τροχὸς ἁμάξης ἀφανίζει τὸν σῖτον, ἀλλὰ καθαρὸν ἀπεργάζεται. Ταῦτα δέ φησι, πάντα ὥσπερ εἰ τέρατα τοῖς μὴ νοοῦσιν ὑπάρχοντα οὐκ ἄνθρωπος ἔφη, ἀλλὰ Θεὸς ἀπεφήνατο. Εἰ δὲ πρὸς Θεοῦ βουλὴν δύνασθε παραμυθίαν εὑρεῖν, ματαίαν ταύτην ὑψώσατε. Κατὰ δὲ Σύμμαχον, Καί γε τοῦτο παρὰ Κυρίου δυνάμεων ἐξῆλθεν πάλαι, ἐδόξασε βουλὴν, ἐμεγάλυνε σωτηρίαν. Τὴν δὲ πᾶσαν ῥῆσιν οὕτω τινὲς ἐξηγήσαντο. Χριστοῦ παρενήνεκται πρόσωπον πρὸς πειθὼ τῶν εὐαγγελικῶν κηρυγμάτων τὸν Ἰσραὴλ ἐπαγόμενον, πρὸς ἃ, φησὶ, προσοχῆς χρεία πολλῆς, καὶ ῥᾳθύμως ἀκούειν οὐ δεῖ, φυλάττεσθαι δὲ τὸ, καὶ μετὰ ταῦτα πάλιν τῆς νομικῆς λατρείας ἀντέχεσθαι. Κατὰ τὸν θεῖον Ἀπόστολον γὰρ, "Κατηργήθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε." ∆ηλοῖ δὲ πάλιν ἡ προσοχὴ, τὸ κἀν ταῖς τοῦ νόμου σκιαῖς τὸν Χριστὸν εὑρίσκειν τυπούμενον. Οὐ γὰρ ἀλλότρια παραγγέλλω τοῦ νόμου, εἴγε νοοῖτο πνευματικῶς. "Εἰ γὰρ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Περὶ γὰρ ἐμοῦ ἐκεῖνος γέγραφε." Προφάσει γὰρ τῆς τοῦ νόμου φυλακῆς, ὡς εὐσεβοῦντες δῆθεν ἐδίωκον Ἰησοῦν, ὡς ἀλλότρια ταύτης διδάσκοντα. ∆ιό φησι, μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν, δηλῶν ὡς ἀκανθώδει γῇ παρέοικε τῶν εἰδωλολατρούντων ὁ νοῦς, καὶ δεῖται λόγου, κατηχητικοῦ ἀρότρου δίκην αὐτὸν ἀναπτύσσοντος, ὡς ἂν εὐτρεπισθείη πρὸς τὸν σπόρον τὸν ἄνωθεν, καὶ καρποφορῆσαι δυνήσηται. Τοῦτο γέγονε τοῖς υἱοῖς Ἰσραὴλ ἐξελθοῦσι μὲν Αἰγύπτου, τὸν δὲ νόμον δεξαμένοις ὡς ἄροτρον. Ὡς ἂν κατεσκληκυῖαν αὐτῶν τῆς ψυχῆς ἀνατέμῃ τὴν γῆν. ∆εῖ τοίνυν τοῦ ἀρότρου παυσαμένου, τὸν εὐαγγελικὸν ὑποδέχεσθαι σπόρον, καὶ παυσαμένων τῶν τύπων, δέξασθαι τὴν ἀλήθειαν. Ὁ δὲ γεωργὸς, φασὶ, κἂν ὁμαλίσῃ τὴν γῆν, οὐκ εὐθὺς καταβάλλει σπέρματα στερεώτερα. Τῶν δὲ σμικροτέρων κατάρχεται, διὰ τούτων πρῶτον γυμνάζων τὴν γῆν. Οὗτος γὰρ ἐν τοῖς σοῖς ὁρίοις τεχνικὸς τῆς γεωργίας ὁ τρόπος. Οὕτως οὖν ὁ νόμος ὁμαλίσας τὴν γῆν, τὰς ἀσθενεῖς σοι σκιὰς τῆς ἀληθείας ἐνέσπειρεν, οἰονεὶ κύμινον, καὶ μελάνθιον. Ἃ δὴ καθ' ἑαυτὰ παντελῶς οὐκ ἔστιν ἐδώδιμα, 2249 τῇ δὲ πρὸς ἕτερα γίνεται χρήσιμα συμπλοκῇ, κριθὴν καὶ σῖτον, τοῦτ' ἔστι, τὸν ἐκ τούτων ἄρτον γινόμενον. Οὕτω δεῖ τῇ πνευματικῇ διδασκαλίᾳ καὶ τὸν νόμον συμφέρεσθαι. Ἄλλως γὰρ ἀδρανοῦς ὄντος πρὸς ἁμαρτιῶν ἀποκάθαρσιν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, τὸ δὲ ζωοποιὸν εἰσκεκόμισται κρῖμα, τοῦτ' ἔστι Χριστὸς συντετμημένη πίστει δικαιῶν, ὃ ποιεῖν οὐκ εἶχον αἱ μακραὶ τοῦ νόμου περίοδοι. Τῷ δὲ πιστεύοντι, καθάπερ κριτῇ τῷ Κυρίῳ τὰ πρακτέα προστάττοντι, καὶ τὰ τῆς πνευματικῆς εὐφροσύνης ἀκολουθεῖ. Ὡς χρησίμου δὲ πάλιν ἀντέχεται τοῦ παραδείγματος, δεικνὺς ὡς μετρία δίκη ῥᾳθυμοῦντας τοὺς νόμους μετήρχετο· καίτοι λέγων, "Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ," καὶ τὰ ἐπὶ τούτοις, καὶ ὅμως φιλανθρώπως ἐκόλαζεν, ὡσανεὶ ῥάβδῳ καθαρθείη μελάνθιον. Εἰ καὶ τηροῖτο δὲ, φησὶν, ὁ νόμος, καθ' ἑαυτὸν ἄχρηστος τῆς τοῦ ἄρτου δεόμενος συμπλοκῆς. Σαφῆ δὲ ποιῶν τὴν εἰρημένην φιλανθρωπίαν, ἐπήνεγκεν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ὑμῖν ὀργισθήσομαι. Οὐδ' οὕτως ὑμᾶς ἡ ἐξ ἐμοῦ μέτεισι δίκη, ὡς καταπάτημα γενέσθαι τοῖς ἐξ ὀργῆς. ∆ιὸ καὶ τέρας καλεῖ καὶ θαύματος ἄξιον, τὸ ἐν τοσούτοις ὄντα παραπτώμασιν ἐλεεῖσθαι τὸν Ἰσραήλ. Ὅθεν φησὶ, Βουλῆς ἀγαθῆς ἐπιλάβεσθε, καταιτιώμενος ὅτι ματαίαν παράκλησιν μέγα τι