141
καὶ ὑψηλὸν εἶναι χρῆμα νομίσαντες, τοῦ εἰκότος ἔξω ποι φέρονται. Εἴη δ' ἂν αὐτὴ, καθ' ἣν ἔλεγον· "Ἐποιησάμεθα συνθήκην μετὰ τοῦ ᾅδου," καὶ τὰ ἐπὶ τούτοις. Ἤκουον γάρ· "Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα." ΚΕΦΑΛ. ΚΘʹ. α ηʹ. 9Οὐαὶ πόλις, Ἀριὴλ, ἣν ἐπολέμησε ∆αβίδ· συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φάγεσθε γὰρ σὺν Μωάβ. Ἐκθλίψω γὰρ Ἀριὴλ9, κ.τ.λ. Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην Ἀριὴλ καὶ αὐτοί φασιν, Ἰουδαίων παῖδες ὑπάρχειν τὴν Ἱερουσαλὴμ, λέγοντες ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστὸς, Ἀριὴλ ὠνομάσθαι. Τοιγαροῦν Ἰεζεκιὴλ ἐν τοῖς τελευταίοις τὸν ναὸν διαγράφων οὕτω φησί· "Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου, ἐν πήχει πήχεως, καὶ παλαιστῆς." Καὶ προβάς· "Καὶ ἀπὸ τοῦ Ἀριὴλ ὑπεράνω τῶν κεράτων πῆχυς· καὶ τὸ Ἀριὴλ πηχῶν δώδεκα·" ἑρμηνεύεσθαι δέ φασι λέων Θεοῦ. Ὂν γὰρ Θεοῦ τὸ θυσιαστήριον, κατήσθιε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα. Τινὲς δέ φασι τὴν πόλιν οὕτως εἰρῆσθαι, ἐπεὶ διὰ Θεοῦ, λέοντος δίκην, ἐσπάραττε τοὺς ἀνταίροντας. Τὸ δὲ, πόλις, ἣν ἐπολέμησε ∆αβὶδ, οὔ φασιν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ, ἀλλὰ κατὰ τὸν Ἀκύλαν, πολίχνη παρεμβλήσεως ∆αβίδ. Ἀλλοφύλων γὰρ οὖσαν, καὶ Ἰεβοῦς καλουμένην εἷλεν ὁ ∆αβὶδ, τυφλοὺς καὶ χωλοὺς ἀποκτείνας τοὺς ἀνθεστηκότας αὐτῷ. Καθὰ καὶ Χριστὸς παρέστησε τοὺς ταύτης οἰκήτορας τυφλοὺς ὑπάρχοντας 2252 καὶ χωλοὺς, ὀρθοποδεῖν οὐκ ἐθέλοντας, οὐδὲ τὸ θεῖον εἰσδέχεσθαι φῶς, μάλιστα δὲ Γραμματεῖς τε καὶ Φαρισαίους. Ὅθεν ∆αβὶδ μέν φησιν· "Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν." Ὁ δὲ Παῦλος· "∆ιὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον." Ὅτι δὲ καὶ τυφλοῖ δεδήλωκεν ὁ Σωτήρ· "Εἰς κρῖμα, λέγων, ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται." Τὰ μὲν γὰρ ἔθνη προδήλως ἀνέβλεψαν, οἱ δὲ τὸν ἐκ νόμου φέροντες φωτισμὸν ἐτυφλώθησαν. ∆ύναται δὲ καὶ τὸ, ἣν ἐπολέμησε ∆αβὶδ, ἀντὶ τοῦ, δι' ἣν ἐπολέμησε λέγεσθαι. Περὶ αὐτῇς οὖν ὁ προφήτης νῦν λέγει τῆς πόλεως ἀκολούθως τὰ προλαβόντα περὶ τῶν ἀρχόντων εἰπὼν, καὶ τοῦ στεφάνου τῆς ὕβρεως. ∆ιὰ τὰς τούτων γὰρ παρανομίας, καὶ ἡ πόλις ἤμελλε πείσεσθαι. Τοῖς οὖν ταύτην οἰκοῦσι φησὶν, Ἕως ἔτι καιρὸς ἐστὶν, γεννήματα συναγάγετε, ἀδείας ὑμῖν δοθείσης ἐπ' ἐνιαυτὸν ἕνα, τὸν τῆς ἐπιδημίας λέγων καιρὸν, καθ' ὃν ἐκήρυττεν ὁ Χριστὸς, ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως. Τάχα δὲ καὶ δεύτερον αὐτοῖς ἐνιαυτὸν, ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται. Συμβουλεύει τοίνυν, ἐν ὅσῳ καιρὸν εἶχον, τροφὰς ἐξ αὐτοῦ θησαυρίσαι πνευματικάς. Φάγεσθε γὰρ, φησὶ, συμβωὰμ, διὰ μιᾶς εἰδωλομανοῦς πόλεως τὰ ἔθνη δηλῶν. Κοινὴ γὰρ ἐν Ἐκκλησίᾳ τροφὴ τοῖς ἐκ τῶν δύο λαῶν. Φασὶ δὲ τὸ, φάγεσθε γὰρ σὺν Μωὰβ, μὴ κεῖσθαι κατὰ τὸ Ἑβραϊκὸν, μηδὲ παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Καὶ ἄλλως δὲ, φασὶν, ἐκ τῆς συμφράσεως τῆς ἑρμηνείας περιττὸν ἀποδείκνυται. Μὴ βουλομένων δὲ τὰς νοητὰς ὑμῶν συνάγειν τροφὰς, ἐκτρίψω τὴν Ἀριὴλ, ὅπερ ἐστὶν Ἱερουσαλήμ. Ἀντὶ δὲ τοῦ, Καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος ἐμοὶ, Σύμμαχος ἔφη· Καὶ ἔσται κατώδυνος καὶ ὀδυνωμένη. Πλὴν νοήσεις ἰσχὺν αὐτῆς, νοητῶς τε καὶ αἰσθητῶς. Τὸ μὲν, ὅτι συνετρίβησαν πολέμῳ, καὶ ὁ πλοῦτος αὐτῶν δι' ἁρπαγῆς Ῥωμαίοις ἐγένετο. Τὸ δὲ, ὅτι γυμνοὶ τῶν ἐξ ἀρετῆς αὐχημάτων ἐγένοντο, συναποβαλόντες καὶ τῆς ἐκ νόμου σοφίας τὸν πλοῦτον. Ὡς εἷλε δέ σε ∆αβὶδ ἀλλοφύλων ὑπάρχουσαν, οὕτως ἁλῶναί σε ποιήσω πολιορκίᾳ. Καὶ νῦν γὰρ ἀλλοφύλων γέγονας οἰκητήριον πλήρης ἀρχόντων οὖσα κακῶν, καὶ τοῦ στεφάνου τῆς ὕβρεως, οἳ καὶ κατὰ Χριστοῦ φωνὰς ἐπηρμένας ἐφθέγγοντο λέγοντες· "Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί." Τοὺς δὲ λόγους φησὶ τούτους ταπεινωθήσεσθαι, τοῦτ' ἔστι τοὺς λέγοντας. Πολέμῳ γὰρ κακωθέντες, χρήσονται ταπεινοτάταις φωναῖς, ἐλεεινά τε λέγοντες καὶ λεπτὰ, καθάπερ ἐπὶ νεκυομαντείας οἱ δαίμονες 2253 ψυχὰς τὰς