πολίχνην, οὔτε ἀνδραποδισάμενος οὔτε ἄλλο ἀεικὲς ἐργασάμενος, σὺν γυναιξί τε ἅμα καὶ παισὶν ἐς Βυζάντιον κατέπεμψε κατοικήσοντας. τῶν τε Ἀλβανῶν τῶν ἐν τῷ Ταρσῷ παραδεδωκότων σφᾶς καὶ ἐνταῦθα δεύτερον αὖθις ἀποφυγόντων, ξυντυχίᾳ τινὶ χρησαμένων οὐκ ἀγαθῇ, λαβὼν τούτους τούς τε πόδας καὶ χεῖρας ἔκλασε, καὶ οὕτω ἀνεῖλε κακίστῳ ὀλέθρῳ παραδοὺς ἀμφὶ τοὺς εἴκοσιν. ἐντεῦθεν ἐλαύνων διὰ Μαντινείας χώρας ἀφίκετο ἐπὶ Παζενίκην πόλιν, καὶ ἔπεμπε Καντακουζηνόν, ὅν ποτε οἱ Ἀλβανοὶ ἡγεμόνα ἑλόμενοι ἐστρατεύοντο ἐπὶ τοὺς Ἕλληνας· παρῆν γὰρ τότε ἐν τῷ στρατοπέδῳ μετάπεμπτος ὑπὸ βασιλέως, ὥστε ἐπιλαβέσθαι αὐτῷ ἐς τοὺς ἐν τῇ Πελοποννήσῳ Ἀλβανούς, μετιόντα τε καὶ λόγους ἐπιπέμποντα περὶ προδοσίας. ὡς δὲ ἐνταῦθα πέμπων ἐκέλευε προσφέρειν τοῖς ἐν τῇ πόλει, ὥστε προσχωρῆσαι· παρῆσαν δὲ ἅμα αὐτῷ καί τινες τοῦ βασιλέως, αἰτιασάμενοι παρὰ βασιλεῖ, ὡς δι' ἐκεῖνον σφίσι νεύματι χρησάμενον οὐ παρέδωκαν σφᾶς, ἀχθεσθῆναί τε συνέβη τὸν βασιλέα, καὶ 2.206 προϊὼν ἀπιέναι ὅτι τάχιστα ἐκ τοῦ στρατοπέδου ἐξήλασεν. ὡς δὲ ἀδύνατα προσβαλεῖν τῷ ἐρύματι (ἐκλελοιπότες γὰρ οἱ ἐν τῇ πόλει ἔρυμα αὐτοῦ ταύτῃ, ὅτι ἐγγυτάτω ὄν, κατέλαβόν τε καὶ διεσώζοντο) συσκευασάμενος ἀπῄει ἐντεῦθεν, καὶ τῇ ὑστεραίᾳ ἐτέλεσεν ἐς τὸν Τεγεάτην χῶρον καὶ ἐπηυλίσατο. ἐνταῦθα ἐβουλεύετο ἐπ' ἀμφότερα, εἴ τε ἐς Σπάρτην ἐλαύνοι καὶ Ἐπίδαυρον. δεινὸς γὰρ αὐτὸν ἐσῄει πόθος, ἰδεῖν τε Ἐπίδαυρον καὶ παραστήσασθαι πόλιν ἐρυμνὴν πασῶν δὴ πόλεων, ὧν ἡμεῖς ἴσμεν, ἐς ταύτην καταφυγὼν ὁ ἕτερος τῶν ἡγεμόνων, τοῦ ἑτέρου ἐς τὴν Μαντίνειαν τῆς Λακωνικῆς πρὸς τῇ θαλάττῃ οὖσαν καταφυγόντος σὺν τῇ γυναικί. καὶ πυνθανόμενος τὴν χώραν τραχεῖάν τε οὖσαν καὶ χαλεπὴν διαπορεύεσθαι, ἐπέσχε μὲν ταύτην πορεύεσθαι, συστραφεὶς δὲ ἐτράπετο ἐπὶ Μουχλὴν τῆς Τεγέης πόλιν. προειστήκει δὲ αὐτῆς Ἀσάνης ὁ ∆ημήτριος. ἐνταῦθα στρατοπεδευόμενος ἐν χώρῳ χαλεπῷ τε καὶ δυσβάτῳ (ἀνέχει γὰρ ἡ πόλις ἐπὶ ὀχυροῦ τε ὄρους καὶ ἐρυμνοῦ ᾠκημένη) παρεσκευάζετο μηχανάς τε καὶ κλίμακας ὡς τῇ πόλει προσοισόμενος, καὶ αὐτίκα μὲν τοῦ ὕδατος ἐπεκράτησεν, ὃ ἐκτὸς ἦν τῆς πόλεως, ἐπὶ χωρίου ἐρυμνοῦ πάνυ. καὶ ὡς οὐκ εἶχον οἱ τῆς πόλεως ὑδρεύσασθαι, χαλεπῶς ἤδη ἔφερον τὴν πολιορκίαν, μηδὲ ἀπὸ φρεάτων καὶ τῶν ἐν τῇ πόλει οὐκ ἐξεγένετο σφίσιν ἀφθόνῳ τῷ ὕδατι χρῆσθαι διὰ τὸ πλῆθος τῶν τε ἀνθρώπων ἅμα καὶ ὑποζυγίων. ἐπεὶ δὲ ἐπέλιπεν αὐτοὺς ἤδη τὸ ὕδωρ καὶ πρὶν ἢ προσβάλλειν τῷ τείχει, ἐπεκηρυκεύετο ὁ τῆς πόλεως ἄρχων, καὶ ξυνέβαινεν ἐφ' ᾧ παραδιδόναι τὴν πόλιν καὶ αὐτοὺς μηδὲν παθεῖν. βασι 2.207 λεὺς μὲν ἐδωρήσατο Λεοδωρίκῃ τὸν παῖδα αὐτοῦ, καὶ ἐξελὼν αὐτὸν ἀπὸ τῆς πόλεως ἤλαυνεν ἐπὶ Κόρινθον καὶ ἐπὶ τὸ Ἀσιανὸν στρατόπεδον· ἤδη γὰρ τὰ ἐς τοὺς τηλεβόλους αὐτῷ παρεσκεύαστο καὶ λίθους τε ἀπὸ τῆς παλαιᾶς πόλεως τῆς Κορίνθου εὑράμενοι οἱ τοῦ βασιλέως ἐνετάμνοντο ἱκανούς. Ὡς δὲ ἐπελάσας ἐστρατοπεδεύετο, προσέφερε μὲν αὐτίκα λόγους τῷ Ἀσάνῃ ὁ βασιλεύς, καὶ πέμψας Ἰησοῦν τὸν τοῦ Βρενέζεω παῖδα, ἐλλόγιμον ὄντα ἐν τῷ στρατοπέδῳ καὶ ἑρμηνέα τε ἅμα αὐτῷ, ἐκέλευε παραδοῦναι τὴν πόλιν. Ἰησοῦς μὲν ἀφικόμενος ἔλεγε τοιάδε· "Ἀσάνη καὶ οἱ παρόντες Ἕλληνες, βασιλεὺς τάδε πέμπων ἡμᾶς λέγει, ὡς σὺ ἐς τοὺς Ἕλληνας ἥκεις ἐς τὰ πρῶτα συνέσεως, καὶ Ἑλλήνων μάλιστα δὴ ἔμπειρος εἶ τῶν βασιλέως θυρῶν. οἶσθα δὲ καὶ σὺ μᾶλλον τῶν ἄλλων, οἷος ὢν ὁ βασιλεὺς οὗτος, καὶ τοῦ Ὀτουμανίδων γένους, καὶ ᾗ ἂν ἀφίκηται, οὐκ ἀπανίσταται, πρὶν ἂν ἐκπορθήσῃ τὴν πόλιν. παρέχει οὖν σοι ἐν τῷ τοιῷδε κάλλιστα καταλυσαμένῳ πρὸς βασιλέα τήν τε πόλιν τήνδε παραδιδόναι, καὶ χώραν, ἣν ἂν ὑμεῖς ἕλοισθε, λαβεῖν παρὰ βασιλέως ἀλλαξαμένους. καὶ ἢν τοῦτο ποιήσῃς, ἐπιτήδειόν τε δὴ νομιεῖ βασιλεύς, καὶ ξένον ποιεῖται δή, ὥστε ἐς ὕστερον καταθεῖσθαι χάριν αὐτῷ σοί τε καὶ τοῖς παισίν. ἢν δὲ μὴ παραδῷς, οἶσθα μὲν αὐτός, νὴ τὴν βασιλέως ψυχήν, ὡς τήν τε πόλιν ἐξανδραποδιεῖται καὶ δὴ τοὺς πέριξ κακίστῳ παραδώσει ὀλέθρῳ." ταῦτα μὲν Ἰησοῦς ἔλεγε δι' ἑρμηνέως, Ἀσάνης δὲ ὑπολαβὼν ἔφη "ὦ παῖ Βρενέζεω, ἀπάγγειλαι