142
καλουμένας ὑποκρινόμενοι. Ὑποφανοῦσι γὰρ ἰσχνόν τι καὶ τετρηγός. Τὸ δὲ ῥητὸν οὕτως ἐξέδωκε Σύμμαχος· Καὶ χαρακώσω κατὰ σοῦ στάσιν καὶ ἀναστήσω κατὰ σοῦ πολιορκίαν, καὶ ταπεινωθήσῃ. Ἀπὸ τῆς γῆς λαλήσεις, καὶ ὑπὸ γῆν ἐδαφισθήσεται ἡ λαλιά σου, καὶ ἔσται ὡς ἐγγαστρίμυθος ἀπὸ τῆς γῆς ἡ φωνή σου, καὶ ἀπὸ τῆς γῆς ἡ λαλιά σου ῥοίσεται. Τὰ δὲ νῦν λεγόμενα παθεῖν μέλλουσαν τὴν Ἱερουσαλὴμ ὁ Σωτὴρ ἀποκλαίεται λέγων· "Εἰ ἔγνως καί γε σὺ τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα," καὶ τὰ ἑξῆς. Ἀθρόα δὲ, φησὶν ὁ προφήτης, ἔσται σοι τὰ δεινὰ, ὡς ἐν στιγμῇ χρόνου. Θεοῦ γὰρ ἐπισκοπῇ, καὶ οὐκ ἐξ ἀνθρώπων γενήσεται. Παραδείκνυσι δὲ ὡς πυρίκαυστος ἔσται, βροντῆς ἐκ Θεοῦ καὶ σεισμοῦ καὶ καταιγίδος ἐπ' αὐτὴν ἐνεχθείσης, ἤγουν τῶν πολεμίων τὴν ἔφοδον καθάπερ τινὰ βροντὴν καὶ σεισμὸν, καὶ καταιγίδα γενήσεσθαι καὶ φλόγα πυρὸς κατεσθίουσαν. Ταῦτα περὶ τῆς Ἱερουσαλὴμ προειπὼν, ἐπιλέγει περὶ τῶν πολιορκησάντων αὐτὴν, ὀνειρώδη λέγων τὴν ἀπόλαυσιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τούτων τὸ τέλος μαθεῖν. Μετὰ γὰρ τὸν τρόπον ..... θκαʹ. 9Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου. Ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ κρυπτὰ9, κ.τ.λ. .... δρυτόμοι γὰρ ὥσπερ ἐγένοντο τοῖς ἐξ Ἱερουσαλὴμ οἱ καταδῃοῦντες αὐτοῖς. Ὃ δηλοῖ λέγων ὁ Ζαχαρίας· "∆ιάνοιξον, ὁ Λίβανος, τὰς χεῖράς σου, καὶ καταφαγέτω δρὺς τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος." Κατὰ δ' οὖν τὸν καιρὸν ἐκεῖνον, φησὶ, καθ' ὃν αὐτὴ γενήσεται ἡ μεταβολὴ, τοῦ βιβλίου τοῦ προῤῥηθέντος, ἀκούσονται τοὺς λόγους οἱ πάλαι κωφοὶ, τοὺς ἐθνικοὺς δηλῶν, οὓς ἔλεγεν Λίβανον, λόγους τοὺς ἐσφραγισμένους Χερμὲλ, τῷ τῶν Ἰουδαίων λαῷ, διότι οἱ μὲν πρὶν ἀνήμεροι, γεγόνασιν ἥμεροι. Οἱ δὲ πρὶν ἥμεροι, τοὐναντίον ἀνήμεροι. Καὶ οἱ πρὶν ἐν ὀμίχλῃ καὶ σκότῳ τυγχάνοντες, ὄψονται τοῦ βιβλίου τὸ φῶς. Οἱ δὲ πρὶν ὁρῶντες τοῦ Θεοῦ τὰ μυστήρια, τυφλοὶ πρὸς ταῦτα γενήσονται. Καὶ οἱ μὲν πλουτήσουσιν εὐφροσύνην καὶ σωτηρίαν πνευματικὴν, ὧν ἦσαν ἐκ Πατέρων ἀλλότριοι. Οἱ δὲ τούτων ἐν ἐνδείᾳ γενήσονται. Ἐκπεσόντες ἐλπίδος, ἧς ἐντὸς ἐκεῖνοι γεγόνασιν, τὸ πρὶν 2256 ὄντες ἀνέλπιστοι, κατὰ τό· Ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν κόσμῳ. Γεγόνασι δὲ τούτων ἐντὸς, μὴ προσκόψαντες τῷ λίθῳ τοῦ προσκόμματος, οἱ πιστεύσαντες τῇ ἐπικειμένῃ τῷ βιβλίῳ σφραγῖδι, ὅς ἐστι Χριστός. Ἐξέλιπε γὰρ ὁ πρὶν αὐτῶν κρατῶν ἀσεβὴς, ὅπερ ἐστὶν ὁ διάβολος ὃν ὑπερήφανον, φησὶ, καὶ τοὺς ὑπ' αὐτὸν ἀσεβεῖς. Τῷ γὰρ τῆς ἀσεβείας ἄρχοντι συναπώλοντο πάντες οἱ δαίμονες. Ἀλλὰ καὶ τῶν ἐθνῶν σωθέντων οἱ κατηγορηθέντες οὐχ ὑπάρξουσιν οἱ Ἰουδαῖοι, Ἐκλείψει δὲ πᾶς ὑπερήφανος ἐν αὐτοῖς, καὶ τοῦ Χριστοῦ χλευάζων τὸν λόγον. Σύμμαχος γὰρ οὕτως ἐξέδωκεν· Καὶ ἀνηλώθησαν χλευάζοντες καὶ ἐξεκόπησαν πάντες οἱ εἰς ἀδικίαν ἐξαμαρτάνοντες ἀνθρώπους ἐν λόγῳ, οἳ, κατὰ τοὺς Ἑβδομήκοντα, τὸν νόμον παραβάντες, ἄνομοι λέγονται, ὑπερήφανοι δὲ, τοῦ Χριστοῦ καταλαζονευσάμενοι λέγοντες· "Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; πῶς οὖν λέγει, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;" Καὶ πάλιν· "Ἀβραὰμ ἀπέθανεν, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις· Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, θάνατον οὐ μὴ ἵδῃ εἰς τὸν αἰῶνα;" Ἔλεγον δὲ καὶ, "∆αιμόνιον ἔχει, καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε;" οὗτοι δὲ ἦσαν, οἱ τοὺς παιδεύοντας αὐτοὺς ἐν αὐλαῖς παγιδεύοντες, τοὺς προφήτας δηλονότι, καθ' ὧν ἐπιβουλῆς ἁπάσης ἐθηρῶντο λαβάς. Καὶ ἀλλαχοῦ δέ φησι· "Καὶ ἐμίσουν ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον ἐβδελύσσοντο," οἳ καὶ τὸν δίκαιον λόγον, καὶ αὐτὸν δὲ Χριστὸν, τὴν δικαιοσύνην, μάτην ἐκκλίνοντες ἀπεσείοντο, μηδὲ ἔχοντες ἐγκαλεῖν. Τινὲς δὲ τὸ, ἐν πύλαις, οὐ λεληθότως, ἐν ἁπάσῃ δὲ παῤῥησίᾳ φασί. Καὶ δίκαιον, τὸν νόμον λέγουσιν ἐν ἀδίκοις