δὴ τῷ βασιλεῖ, ὡς τήν τε ψυχὴν αὐτοῦ ἴσμεν που 2.208 γενναιοτάτην οὖσαν πάντων τῶν πρότερον γενομένων ἀπὸ τῶν Ὀτουμάνων βασιλέων, καὶ τήν τε δύναμιν μεγίστην τε οὖσαν τῶν ἐν τῇ οἰκουμένῃ, παντί που τῶν εὖ εἰδότων τὰ βασιλέως πράγματα κατάδηλον. καὶ ταῦτα μὲν ξυνομολογοῦμέν τε αὐτοὶ τῷ βασιλεῖ, ὡς μέγιστά τε εἶναι. καὶ ταύτην μὲν οὖν τὴν πόλιν ὁρᾶτε δή που ὡς ἐν ὀχυρῷ που ᾤκηται πασῶν δὴ μάλιστα πόλεων, ὧν ἡμεῖς ἴσμεν. καὶ αὐτοὶ οἱ ἀπὸ τοῦ Ὀτουμάνου βασιλεῖς, καὶ αὐτὸς δὲ βασιλεύς, ἐξ ὅτου γε ἐς τὴν βασιλείαν κατέστη, τοιάνδε πόλιν οὔτε πολιορκῶν ἐξεῖλε κατὰ κράτος, ἀλλ' οὔτε ἐξεγένετο ἐπὶ τοιάνδε πόλιν ἐλαύνειν. ὁρᾶτε γάρ, ὡς κύκλῳ ἡ πόλις ἐρυμνή τε οὖσα ἐς τὰ μάλιστα ταύτῃ μόνον ποιεῖται τὴν εἴσοδον, τετειχισμένην τρισί τε ἅμα τείχεσιν ὀχυρωτάτοις καὶ τρισὶ πύλαις. ἢν μὲν οὖν τὴν μίαν ἐξέλητε τηλεβόλοις, τήν τε ἑτέραν πῶς ἂν ὑπερβάλλοισθε; ἢν δὲ καὶ ταύτην ὑπερβάλλησθε, ὑπολείπεται αὖθις ἡ ἰσχυροτέρα τούτων. ὡς οὖν ταύτῃ διανοουμένων καὶ παρασκευαζομένων, εἰ δέοι ἀπολεῖσθαι, ὥστε ἀμύνεσθαι, οὕτω ἀπαγγείλατε τῷ βασιλεῖ, ὡς μάτην ἂν εἴημεν ὧδε ἐλθόντες ἐς φυλακὴν τῆς πόλεως, εἰ μηδ' ὁτιοῦν χαλεπὸν ἐπιδόντες τὴν πόλιν παραδοίημεν." Ταῦτα εἰπόντος τοῦ Ἀσάνεω, ὡς ὑποστρέψας Ἰησοῦς ἀπήγγειλε τῷ βασιλεῖ, αὐτίκα κατεβίβασε τοὺς τηλεβόλους ἐς τὰς πύλας τῆς πόλεως, ᾗ δὴ ἡ ἐς τὴν πόλιν εἴσοδος στενωτάτη γινομένη πρὸς αὐτήν τε ποιεῖται τὴν εἴσοδον, καὶ τείχη τρία ἀλλήλων οὐ πολὺ διεστηκότα ἐς τὴν εἴσοδον ταύτῃ παρέχεται. 2.209 καὶ τὸ μὲν τελευταῖον τεῖχος ἀσθενὲς ὂν καὶ οὐ πάνυ ἐχυρὸν κατέσχεν Ἀσάνης, ὥστε τρίβειν τε τὸν τῆς πολιορκίας χρόνον καὶ τοὺς τηλεβόλους· ᾔδει μέντοι, ὡς τέλεον ἐνταῦθα οὐχ ὑπομενεῖ τὰ τείχη ὑπὸ τῶν τηλεβόλων, ἀλλὰ πεσεῖται αὐτίκα μάλα. ἐποίει δέ, ὡς τρίβειν τὸν πόλεμον. ἐπεὶ δὲ παίοντες οἱ τηλεβόλοι κατέβαλλον ἐπὶ ἡμέρας τινὰς τὸ ἐκτὸς τεῖχος, ἐν αἷς ἐξιόντες οἱ Ἕλληνες ἐμάχοντο τοῖς Τούρκοις καί τινας αὐτοῦ ταύτῃ διέφθειραν, ἀπολιπόντες, τὸ δεύτερον τεῖχος κατέχοντες, ἐχυρόν τε ὂν λίθοις μεγάλοις, ἐκράτουν τὸ τεῖχος ἐπὶ ἡμέρας ἱκανὰς ἀμυνόμενοι. οἱ μέντοι τηλεβόλοι καὶ τοῦτο τὸ τεῖχος ἐπὶ ἡμέρας ἱκανὰς ἔπαιον, καὶ κατέβαλλον μέρος οὐκ ὀλίγον. ἔνθα δὴ ἀποτυχὼν τοῦ τείχους ὁ λίθος φερόμενος ἔπεσεν ἐς τὸ ἀρτοκοπεῖον καὶ συνέτριψε. μεταπεσὼν δὲ ὁ λίθος ἐντεῦθεν, καὶ εὑράμενος ἄνθρωπόν τινα ἀπενέγκατο μετεωρίσας τὴν σάρκα τε καὶ τὰ ὀστᾶ, συνέτριψέ τε εἰς ἐλάχιστα μέρη μυρία καὶ οἷα πτεροῖς ὄρνιθος εἰκάσαι οὐδ' αὐτὴν ἐπιγνῶναι τὴν σάρκα παρείχετο. τοιαύτη γὰρ ἡ φορὰ τοῦ λίθου καὶ δαιμονία τις οὖσα θαῦμα παρέχεται, ἐπεὶ καὶ ἀποτυχὼν τοῦ τείχους καὶ μετεωρισθεὶς καὶ διεξιὼν τὴν πόλιν ἐς τὸ ἐπίνειον τῆς Κορίνθου ἐνεχθεὶς ἔπεσε, σταδίους μάλιστά που ἐς τεσσαρεσκαίδεκα παραμειψάμενος. εἷλκε δὲ ὁ λίθος ἑπτὰ τάλαντα. οὕτω μὲν οὖν τὴν πόλιν ἔτυπτεν ἐπὶ συχνὰς ἡμέρας. καὶ οἱ ἐν τῇ πόλει ἐπιλείποντος τοῦ σίτου χαλεπῶς ἔφερον, καὶ λόγους ἐδίδοσαν ἀλλήλοις, ἀφικόμενοι ἐς τὸν τῆς πόλεως ἀρχιερέα. Ἀσάνης μὲν οὖν κατεῖχε τὸ πλῆθος, ὥστε ἀνέχεσθαι, ἀρχιερεὺς δὲ τῆς πόλεως ἄνδρα τῶν τῆς πόλεως ἀποστείλας ὡς βασιλέα ἐσήμαινέ 2.210 τε αὐτῷ τὴν ἔνδειαν, καὶ ὡς σιτία πάνυ ὀλίγα ὑπολείποιτο, ὥστε ἀντέχειν. ταῦτα πυθόμενος ὁ βασιλεὺς λόγους αὖθις προσέφερε, λέγων τοιάδε. "ἐμοὶ παρὰ τῶν ἐν τῇ πόλει εὐνοούντων ἀπαγγέλλεται ὀλίγων πάνυ ἡμερῶν ὑπολείπεσθαι ὑμῖν τὰ σιτία. τί οὖν κακοδαιμονᾶτε καὶ οὐ παραδίδοτε τὴν πόλιν;" ἐνταῦθα, ὡς πυνθανομένου Ἀσάνεω ἔλεγον οἱ τοῦ βασιλέως τὰ καθήκοντα, ἐβουλεύοντο κοινῇ, εἴτε παραδώσοιεν τὴν πόλιν, εἴτε ἀνεχόμενοι ἀμύνοιντο. ὡς δὲ ἀπεστραμμένους ἑώρα τοὺς ἐν τῇ πόλει καὶ χαλεπῶς φέροντας, ὑπόσπονδοί τε ἐξῆλθον αὐτός τε Ἀσάνης καὶ ὁ Λακεδαιμόνιος Λουκάνης. ἀφικομένων δὲ ἐς λόγους τῷ βασιλεῖ, σπονδάς τε ἐφ' ᾧ αἰτουμένων, ἔλεγεν αὐτοῖς τάδε. "ἀπαγγείλατε τῷ ὑμετέρῳ ἡγεμόνι, ὡς σπονδὰς ποιεῖσθαι ἕτοιμός εἰμι, ἐφ' ᾧ τὴν χώραν, ὅσην ὁ στρατὸς παρεξῄει, ἐμήν τε εἶναι, καὶ φόρον ἀπάγειν διὰ τὴν λοιπὴν χώραν