143
ταῖς τῶν πρεσβυτέρων, ὡς εἴρηται, παραδόσεσιν. κβκδʹ. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ. Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ· ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου9, κ.τ.λ. Ἔτι πρὸς τοὺς αὐτοὺς ὁ λόγος, οὕς φησι καλεῖσθαι οἶκον Ἰακώβ. Ὃν οὐκ ἀξίοντα τοῦ θεοφιλοῦς Ἀβραὰμ, ἀπηλλοτρίωσεν ἀφορίσας Θεὸς, κατὰ τό· "Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε." Ἀντὶ δὲ τοῦ, Ὃν ἀφώρισεν ἐξ Ἀβραὰμ,Ὁ λυτρωσάμενος τὸν Ἀβραὰμ, ἐξέδωκε Σύμμαχος, δηλῶν ὡς οὐ τούτους ἐλυτρώσατο, πρὸς οὓς ἀποτείνεται. Φησὶν οὖν, ὡς Προφητευομένης τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς ἡμετέρας ἀποβολῆς καθ' ὃν προφητεύεται ταῦτα καιρὸν, οὐκ ἐρυθριᾶτε φησὶν, ὡς ἂν μὴ πιστεύοντες ἔσεσθαι. Ἀλλ' οὖν ὑμᾶς ὁ τῆς ἐκβάσεως ποιήσει καιρός. Τὰ γὰρ ὑμέτερα τέκνα, φησὶν, αἰσχυνθήσονται, τὸν Θεὸν Ἰακὼβ ὁρῶντες 2257 ὑπ' ἀλλοφύλων ὑμνούμενον, φόβον ἐχόντων τὸν πρὸς αὐτόν. Καίτοι πρώην ἦσαν πλανώμενοι, καὶ τῆς θείας κατηγοροῦντες προνοίας, ὑπακούειν μαθήσονται. Καὶ μηδὲν ὑγιὲς περὶ Θεοῦ λέγειν δυνάμενοι, λαλήσουσιν εἰρήνην τοῦ πρὸς αὐτὸν ἀπηλλαγμένοι πολέμου. Ὁ δὲ Σύμμαχός φησιν· Ἀλλ' ὅταν ἴδῃ τὰ τέκνα αὐτοῦ ἔργα χειρῶν μου ἐν μέσῳ αὐτοῦ, ἁγιάζονται τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν Ἰσραὴλ κραταιώσουσι, καὶ μαθήσονται οἱ πεπλανημένοι τῷ πνεύματι σύνεσιν, καὶ γογγυσταὶ μαθήσονται παιδείαν. Οὕτω δέ τινες ἐξηγήσαντο· Τοῦ Θεοῦ προειρηκότος τῶν ἐξ Ἰσραὴλ τὴν ἀπώλειαν, εἰκὸς ἦν τοῦτο ψευδὲς ὑπονοῆσαί τινας, σωθὲν ὁρῶντας τὸ ἐγκατάλειμμα. Προλέγει τοίνυν, ὡς καὶ αὐτοὶ σωθήσονται διὰ πίστεως· "Ὅτ' ἂν γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε, πᾶς Ἰσραὴλ σωθήσεται." Ἐκ πάντων δὲ τῶν ἐθνῶν ἐξειλεγμένον λέγει καὶ Θεοῦ κλῆρον ἐξαίρετον γένος τὸ ἐξ Ἀβραάμ τε καὶ Ἰακώβ. Οὐκ ἐπιγνώσονται δὲ τὴν ἑαυτῶν ἁμαρτίαν ἅμα τῷ παροινῆσαι κατὰ Χριστοῦ. Οὐδὲ μεταβαλοῦσι τὸ πρόσωπον ἐπὶ τὸ φρονεῖν αἱρεῖσθαι τὰ κρείττονα. Ἀλλ' ὅτ' ἂν οἱ τούτων υἱοὶ θεάσωνταί μου τὰ ἔργα, τὴν ὑπουράνιον κληθεῖσαν ὁρῶντες εἰς θεοσέβειαν, τότε τὸν ὄντως ἅγιον Θεὸν τοιοῦτον εἶναι νομίσουσι, καὶ φοβηθήσονταί με, καὶ ζήσονται. Γέγραπται γὰρ, ὡς ὁ φόβος Κυρίου ζωὴν ποιεῖ. Τοῦτο σύνεσις ἔσται τοῖς πεπλανημένοις ποτέ. Οἳ καὶ κατὰ Χριστοῦ διεγόγγυζον, ποτὲ μὲν λέγοντες· πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; ποτὲ δὲ ὅτι τὸ Σάββατον ἔλυε, προσφέρων τὴν σκιὰν εἰς ἀλήθειαν. Καὶ ὅτι πατέρα ἴδιον ἔλεγεν, τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἐψέλλιζον δὲ μηδὲν ὀρθὸν εἰπόντες περὶ Χριστοῦ. Ἀλλ' εἰρήνην λαλήσουσι πρὸς αὐτὸν λέγοντες· Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· "Τὸ ὄνομά σου" ὀνομάζομεν. ΚΕΦΑΛ. Λʹ. αεʹ. 9Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος, Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ' ἁμαρτίας, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον9, κ.τ.λ. Τὰ περὶ τοῦ στεφάνου πληρώσας τῆς ὕβρεως, νῦν ὡς καὶ παῖδες Ἑβραίων φασὶ, τὰ περὶ τοῦ κατὰ τὸν Ἱερεμίαν λέγει καιροῦ, καθ' ὃν ἁλούσης τῆς πόλεως, οἱ περιλειφθέντες ἐν Ἰουδαίᾳ φόβῳ τῶν Βαβυλωνίων εἰς Αἴγυπτον φεύγουσιν, ἀπαγορεύοντος Ἱερεμίου, ᾧ δὴ καὶ συνεβουλεύσαντο δι' αὐτοῦ μαθεῖν ἀξιοῦντες ὅπερ ἐδόκει Θεῷ. Εἰπόντος δὲ μένουσιν ἐν Ἰουδαίᾳ γενήσεσθαι τὸν Θεὸν εὐμενῆ, εἰ δὲ προσφύγωσιν Αἰγύπτῳ, πάντας ἄρδην ἀπολέσθαι, Ψεύδη λαλεῖς 2260 ἔφασκον, ὑπὸ Βαροὺχ μισοῦντος ἡμᾶς πεπεισμένος, ἀλλ' οὐχὶ λόγους ἀπαγγέλλεις Θεοῦ. ∆ιὸ μετὰ τοῦ Βαροὺχ αὐτὸν εἰληφότες, κατέβησαν πάντες εἰς Αἴγυπτον. Ταῦτα προλέγει νῦν Ἡσαΐας σχεδὸν πρὸ πεντήκοντα καὶ ἑκατὸν ἐτῶν Ἱερεμίου γενόμενος. Θρηνεῖ δὲ τοὺς ἀπειθήσαντας Ἱερεμίᾳ, καὶ ἀποστάτας καλεῖ τέκνων ἐγκαταλεγέντας τάξει τὸ πρότερον, ἀποστάντας δὲ Θεοῦ πρὸς ἀσέβειαν, καὶ τέκνων σφαγὴν, καὶ ἀπείθειαν τῶν ὑπ' αὐτοῦ λεγομένων. ∆οκεῖ δὲ παρ' ἱστορίαν τὸ λέγειν, Ἐμὲ δὲ οὐκ ἐπηρώτησαν. Ἠρώτησαν γὰρ δι' Ἱερεμίου. Ἀλλ' οὐχὡς ἔδει τοὺς