βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τὸν Μωϋσέα λίθοις βαλόντες καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις, καὶ τὸν Θεὸν παρωργίζετε βλασφημοῦντες; Οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; Οὐ τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθύσατε δαιμονίοις, καὶ τοὺς ἀλλοτρίους θεοὺς ἐθεραπεύσατε; Οὐ πᾶν εἶδος ἁμαρ τίας καὶ κακίας ἐπεδείξασθε; Πῶς οὖν ὑμᾶς οὐκ ἀπεστράφη τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτο νίας, μετὰ τὰς εἰδωλολατρίας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην προφήτας ἀφῆκεν ἐν ὑμῖν εἶναι διαφόρους, σημεῖα εἰργάσατο καὶ θαύματα παράδοξα; Τίνος οὖν ἕνεκεν τότε μὲν ἀσεβοῦντες 313 καὶ ̣85a δεινὰ μυρία διαπραττόμενοι τοσαύτης εὐνοίας ἀπηλαύετε παρὰ (τοῦ) Θεοῦ καὶ προστασίας καὶ προμηθείας, νῦν δὲ οὔτε εἰδωλολατροῦντες οὔτε παιδοκτονοῦντες, ἐν αἰχμαλωσίᾳ (διηνεκεῖ) καὶ τα λαιπωρίᾳ τυγχάνετε; Μὴ γὰρ ἕτερος ὁ Θεὸς ἦν τότε καὶ ἕτερος νῦν; Οὐκ αὐτός ἐστιν ὁ καὶ ἐκεῖνα οἰκονομῶν καὶ τὰ νῦν ἐργαζόμενος; ∆ιατί, ὅτε μείζονα μὲν ἦν τὰ ἁμαρτήματα, πολλὴ δόξα ὑμῖν ἦν παρὰ Θεοῦ, ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη καὶ ἀτιμίᾳ παρέδωκεν ἀπεράντῳ; Ἀλλὰ "κἂν ὑμεῖς σιγήσητε, οἱ λίθοι κεκράξονται." Ἐπειδὴ γὰρ κατὰ τοῦ ∆εσπότου τὰς χεῖρας ἐξετείνατε, διὰ τοῦτο οὐκ ἔστιν ὑμῖν διόρ θωσις οὐδὲ συγγνώμη λοιπὸν οὐδὲ ἀπολογία· τότε μὲν γὰρ εἰς δούλους ἦν τὸ τολμώμενον, νῦν δὲ πάντα ἐκεῖνα τὰ παλαιὰ σαφῶς ἀπεκρύψατε διὰ τῆς εἰς τὸν κοινὸν ∆εσπότην μανίας, ὅθεν καὶ μειζό νως κολάζεσθε. Καὶ οὐδὲ οὕτως ἀπέχεσθε τῆς πα τρικῆς ἐμβροντησίας τε καὶ λύσσης, πλάνον αὐτὸν καὶ παράνομον ἀποκαλοῦντες. Εἰ οὖν πλάνος ἦν ὁ Χριστὸς, ὥς φατε, καὶ παράνομος, ἐχρῆν μᾶλλον ὑμᾶς εὐδοκιμῆσαι, ὅτι αὐτὸν ἀπεκτείνατε· εἰ γὰρ (ὁ) Φινεὲς ἕνα τινὰ παρανομοῦντα ἀνελὼν, ὁλόκλη ρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν ἔπαυσεν"ἔστη γὰρ (φησὶν) Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·" πολλῷ μᾶλλον ἐφ' ὑμῶν ἔδει τοῦτο γενέσθαι, εἴ γε παράνομος ἦν ὁ ὑφ' ὑμῶν σταυρωθείς. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι τέλειον ἀπεστράφη ὑμᾶς ὁ Θεός; (Ἀπὸ) τῶν πραγμάτων ὑμῶν βοώντων καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φωνὴν, διὰ τῆς καταστροφῆς τῆς πόλεως, διὰ τῆς ἐρημώσεως τοῦ ναοῦ, διὰ τῶν ἄλλων ἁπάντων. Ἀλλ' ἄνθρωποι, φησὶν, ἐπήγαγον (ἡμῖν ταῦτα καὶ) οὐχ ὁ Θεός. Εἰ οὖν ἀνθρώπων ἦν ἔργα ταῦτα καὶ οὐ τῆς ὀργῆς τοῦ Θεοῦ, ἔδει μέχρι τῆς ἁλώσεως τὰ ὑμέτερα στῆ ναι καὶ μὴ ποῤῥοτέρω προελθεῖν ὑμῖν τὴν ἀτιμίαν τε καὶ (τὴν) κάκωσιν· πλὴν, ἔστω κατὰ τὸν ὑμέτε ρον λόγον, 314 ὅτι τὰ τείχη κατέστρεψαν (οἱ) ἄν θρωποι, καὶ τὴν πόλιν καθεῖλον, καὶ τὸν βωμὸν 110.493 ἀνέστρεψαν, μὴ καὶ τοὺς προφήτας ἄνθρωποι κατ έπαυσαν; μὴ τὴν τοῦ Πνεύματος χάριν καὶ τἄλλα τὰ σεμνὰ αὐτοὶ κατέλυσαν, τὸ φωνὴν ἐκ τοῦ ἱλα στηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην ἐνέργειαν, τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως δήλωσιν; καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν εἶχε τὰς ἀρχὰς ἁπάσας, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας οὐρανόθεν· οἷον τί λέγω; θυσίας γενέσθαι συγχω ρήσας, ὁ μὲν βωμὸς ἦν κάτω, καὶ τὰ ξύλα, καὶ ἡ μάχαιρα, καὶ ὁ ἱερεὺς, τὸ δὲ πῦρ τὸ μέλλον ἐν τοῖς ἀδύτοις ἐκείνοις εἶναι καὶ δαπανᾷν τὰς θυσίας, ἄνωθεν τὴν ἀρχὴν εἶχεν. Οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσήγαγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα τὴν ἐπὶ τῆς διακονίας ἐπλήρου θυσίαν. Πάλιν εἴ ποτε ἔδει τι μαθεῖν, ἀναμέσον τῶν Χερουβὶμ ἐκ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο καὶ τὰ μέλλοντα προὔλεγε. Ὡσαύτως ἐπὶ τῶν λίθων τῶν ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔλλαμψις, καὶ τὰ μέλλοντα προεσήμαινεν. Ὁμοίως (καὶ) ἡνίκα χρίεσθαι ἔδει τινὰ, Πνεύματος ἐφίπτατο χάρις καὶ τὸ ἔλαιον ἀνεπήδα, καὶ προφῆται διηκόνουν τοῖς πράγμασι τούτοις, καὶ νεφέλη πολλάκις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. ̣35b ̣34 ̣ Ἵνα τοίνυν μὴ ἀναισχυνθῆτε μηδὲ ἀνθρώποις λογίζησθε τὴν ἐρήμωσιν αὐτῶν, οὐχὶ τὴν πόλιν μόνον ἀφῆκε πεσεῖν καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα (ἅπαντα), ἅπερ ἐκ τῶν οὐρανῶν εἶχον τὰς ἀρχὰς, ἐκποδὼν γενέσθαι πεποίηκε. Τίνος οὖν ἕνεκεν οὐκ ἔχετε νῦν προφήτας, οὐδέ τι τῶν λοιπῶν ἐκείνων