144
ἐρωτῶντας Θεόν. Ἐφ' ᾧ γε πάντως πεισθῆναι. Τὸ δὲ τοῦ Πνεύματος ἰσότιμον ἔδειξεν. Ὡς γὰρ εἶπε τὸ, οὐ δι' ἐμοῦ, οὕτω καὶ τὸ, οὐ διὰ τοῦ πνεύματός μου. Τὸ δὲ, Φαραὼ, κοινός ἐστι τῶν ἐν Αἰγύπτῳ βασιλέων χρηματισμὸς, ὡς τῶν Ῥωμαίων ὁ Καῖσαρ. Ἐπελέγετο γὰρ τούτῳ καὶ τὸ Κύριον ὄνομα, οἷον Φαραὼ Νεχάω. Τὰ δὲ διὰ Μωσέως παράδοξα, καθά φησιν ὁ ∆αβὶδ, ἐν πεδίῳ γέγονε τάνεως. Καὶ ἄνω δὲ περὶ Αἰγύπτου λέγων ὁ προφήτης, "Ἐξέλιπον, ἔφησεν, οἱ ἄρχοντες Τάνεως·" εἰκότως. Ἐπειδὴ περὶ τῆς τοῦ Σωτῆρος ἔλεγε παρουσίας· νῦν δὲ περὶ τῶν Ἱερεμίου λέγων καιρῶν, οὔ φησιν ἐκλελοιπέναι, ἀλλ' εἶναί τινας ἀρχηγοὺς ἀγγέλους πονηροὺς, τοὺς αὐτοὺς λέγων τοῖς ἄνω λεχθεῖσιν ἄρχουσι Τάνεως. ∆αίμονάς τινας ἐμφαίνων, οἵπερ ἐνήργουν τὰ ἐν Τάνει γενόμενα. Ἐνταῦθα γὰρ ἦν τότε τοῦ Φαραὼ τὸ βασίλειον. Πρὸς δὲ τῷ μὴ δύνασθαι βοηθεῖν ὑμῖν, γενήσονται αἰσχύνη καὶ ὄνειδος. Ἥλωσαν γὰρ σὺν αὐτοῖς Ἰουδαίοις Αἰγύπτιοι. Τινὲς δὲ τὰ μέχρι τοῦ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον, περὶ τῶν ἐπαναστάντων εἰρῆσθαί φασι τῷ Χριστῷ. Πονηρὰ δὲ βουλευόμενοι, μετὰ Θεοῦ πῶς ἐβουλεύοντο, μεθ' οὗ βουλεύεται μόνος εἴ τις εὐσεβής τε καὶ δίκαιος; γέγραπται γὰρ, Λογισμοὶ δικαίων κρίματα. Οἱ δὲ περὶ τοῦ Σωτῆρος ἔφασκον· "Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὴν πόλιν, καὶ τὴν χώραν." Ἄλλος ἔλεγεν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Καὶ κατὰ τὴν παραβολὴν δὲ ἔφασκον, "Οὗτός ἐστιν ὁ κληρονόμος. ∆εῦτε, ἀποκτείνωμεν αὐτόν." Καὶ πρὸς τοῖς δούλοις τοῖς προφήταις καὶ τὸν κληρονόμον ἀπέκτειναν. Πρὸς ὅπερ οἰκείως ἔφη, "Οἱ προστιθέντες ἁμαρτίας ἐφ' ἁμαρτίαις." Ὅτι δὲ αὐτοῖς ἄνωθεν ἡ γνώμη πρὸς ἀπόστασιν [ὁ] τὴν ἀπὸ Θεοῦ, δηλοῖ καὶ ἡ πάλαι κάθοδος εἰς Αἴγυπτον γενομένη παρὰ γνώμην Θεοῦ. Τὸ δέ· Εἰσὶ γὰρ ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροὶ, ἐπειδήπερ ᾤοντο τὴν τῶν ἐκεῖ βασιλέων αὐτοῖς ἐπαρκέσαι ῥοπήν. Ἀλλ' ἦλθόν τινες ἀγγέλλοντες τοῖς κρατοῦσι τῆς χώρας ἀφόρητα· Τὴν γὰρ τύρων ἑλὼν, ἐπεστράτευσε τοῖς Αἰγυπτίοις ὁ Βαβυλώνιος. Ἠσχύνθησαν οὖν οἱ ἐπὶ τούτους ἐλπίσαντες, μεθ' ὧν ἀπεσφάττοντο, μὴ μαθόντες παρὰ ∆αβὶδ τὸ, 2261 "Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον." ΟΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟ∆ΩΝ ΤΩΝ ΕΝ ΤΗ ΕΡΗΜΩ. ιζʹ. 9Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν, καὶ ἀσπίδες, καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην, καὶ ὄνειδοσ9, κ.τ.λ. Ἀντὶ τοῦ, ἡ ὅρασις, λῆμμα Σύμμαχός φησιν. Ἀντὶ δὲ τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, κτηνῶν νότου πάντες ἐξέδωκαν. Αἰνίττεται δὲ τὰ τετράποδα, ζῶα τὰ παρ' Αἰγυπτίοις θεοποιούμενα, κεῖται δὲ κατὰ νότειον κλῖμα τῆς Ἰουδαίας ἡ Αἴγυπτος, ἔρημος οὖσα Θεοῦ, πάσης ἀλογίας ἐν αὐτῇ τιμωμένης, καὶ τῶν παρ' αὐτοῖς ἐνεργούντων δαιμόνων, οὓς ἀνηγόρευον Θεοὺς, στενοὶ καὶ τεθλιμμένοι τυγχάνοντες τὰς ψυχάς. Ἐν θλίψει γὰρ καὶ στενοχωρίᾳ τόπον εἶχον ἀσπίδες καὶ λέοντες καὶ τὰ τοιαῦτα κακὰ, ὧν εἰκόνες ἦσαν ζῶα τὰ παρ' ἐκείνοις θεοποιούμενα. Οἷς δὴ καὶ πόλεις ἐπωνύμους ἐκτήσαντο, τὴν λεόντων, καὶ τὴν κυνῶν, καὶ κροκοδείλων ἄλλην, καὶ τοιαύτας ἑτέρας, πρὸς οὓς Ἰουδαῖοι τὸν πλοῦτον ἀπέφερον. Τῆς γὰρ αὐτῶν ψυχῆς τὰ ταμιεῖα τῇ τῶν Αἰγυπτίων παρεδίδοσαν πλάνῃ, φέροντες αὐτὸν ἐπ' ὄνων τε καὶ καμήλων, ἅπερ αὐτῶν τὴν ἀλογίαν καὶ τὴν ἀφροσύνην δηλοῖ. Βοηθεῖν γὰρ αὐτοῖς οὐκ εἶχεν, αἰσθητός τις Αἰγύπτιος, ἢ νοητός. Τινὲς δέ φασιν, ὡς ἔρημον τὴν Ἱερουσαλὴμ ἐνταῦθα καλεῖ, ὥσπερ οὖν αὐτὴν ἔλεγεν Ἀριὴλ, ὀνειδίζων τοῖς οἰκοῦσιν αὐτὴν, ὡς δίκην θηρίων ἐν ἐρήμῳ νεμομένων ἐπολιτεύοντο, μὴ τὴν παρὰ Θεοῦ δοθεῖσαν αὐτοῖς τιμὴν λογισάμενοι, δι' ὃν ἡ πόλις ηὐξήθη, καὶ ναὸν ἔσχε Θεοῦ, Ἅγιά τε ἁγίων, καὶ ὥσπερ ἀνῆπτο παντὶ τῷ κόσμῳ λαμπτήρ· ἀλλ' εἰς ἀλόγους ἐτράπησαν ἡδονὰς τὰ τῶν ἀλόγων ἠθημούμενοι, διὸ, τετράποδα καλεῖ, καὶ τὴν ὅρασιν οὐχ ὡς πρὸς ἀνθρώπους λέγει κομίζεσθαι. Τινὲς δέ