βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
(καὶ) θείων; οὐκ εὔδηλον, ὅτι τοῦ Θεοῦ τὰ καθ' ὑμᾶς ἀποστρα φέντος; Καὶ πόθεν τοῦτο δῆλον; Ἀφ' ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες ἐπετυγχάνετε πάντως, νῦν δὲ δοκοῦντες ἐπιεικέστερον ζῇν μετὰ τὸν σταυ ρὸν, μείζονα τιμωρίαν ὑπομένετε, καὶ οὐδενὸς ἀπο λαύετε τῶν προτέρων, οὔτε μὴν ἀπολήψεσθε, καθὼς αἱ θεῖαι προῤῥήσεις 315 ἐναργῶς δηλοῦσιν. Εἰ δὲ βού λεσθε, καὶ ἑτέρους προφήτας ἐφοπλίσομεν λέγοντας φανερῶς, ὅτι τὰ μὲν ὑμέτερα τέλος λήψεται, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκ ταθήσεται τὸ κήρυγμα, καὶ θυσίας ἑτέρας εἰσενεχθή σεται τρόπος, ἐκείνων, τῶν παρ' ὑμῖν, κατα λυθεισῶν· οὐδὲ γὰρ Ἡσαΐαν παράγω τέως μάρτυρα, οὔτε Ἱερεμίαν, οὔτε τοὺς ἄλλους (τοὺς) πρὸ τῆς αἰχμα λωσίας, ἵνα μὴ λέγητε, ὅτι τὰ δεινὰ ἐκεῖνα, ἃ ἔλεγον, περὶ τῆς αἰχμαλωσίας ἐξέβη, ἀλλὰ Μαλαχίαν, τὸν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν τῆς πό λεως ἀποκατάστασιν σαφῶς περὶ τῶν πραγμάτων ὑμῶν προφητεύσαντα. Ἐπειδὴ γὰρ ἐπανῆλθον, καὶ τὴν πόλιν ἀπέλαβον, καὶ τὸν ναὸν ᾠκοδόμουν, καὶ τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν παντελῆ ταύτην καὶ τελευταίαν ἐρήμωσιν καὶ τὴν ἀναίρεσιν τῶν θυσιῶν προλέγων φησίν· "Εἰ λήψομαι ἐκ τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος παντοκράτωρ·" "ὅτι ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι; καὶ ἐν παντὶ τόπῳ θυ μίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία 110.496 καθαρὰ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό." Πότε οὖν ταῦτα πεπλήρωται, ὦ Ἰουδαῖε, καὶ πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ Θεῷ καὶ θυσία κα θαρά; Οὐκ ἂν ἔχεις εἰπεῖν ἕτερον καιρὸν ἀλλ' ἢ τοῦτον (δὴ) τὸν μετὰ τὴν Χριστοῦ παρουσίαν· ὡς εἰ μὴ τοῦτον προλέγει τὸν καιρὸν, μηδὲ τὴν ἡμετέραν θυσίαν, ἀλλὰ τὴν Ἰουδαϊκὴν, παράνομος ἡ προφητεία. Εἰ γὰρ, τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα τόπον ἀνάγεσθαι θυσίαν, ἀλλ' ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ εἰς ἓν χωρίον ἐν Ἱερουσαλὴμ συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγων· "Ἐν παντὶ τόπῳ θυμίαμα μέλλει προσάγεσθαι καὶ θυσία καθαρὰ," ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσεῖ. Ἀλλὰ μὴ γένοιτο· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε θυσίας, καὶ περὶ ἑτέρας οὗτος. Ἀκούσατε δὴ (καὶ) Σοφωνίου (συμ)φωνοῦντος τὰ αὐτὰ καὶ λέγοντος· "Ἐπιφα νήσεται Κύριος ἐπὶ πάντα τὰ ἔθνη 316 καὶ ἐξολο θρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυ νήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν." Καίτοι γε τοῦτο οὐκ ἐφεῖτο, ἀλλ' εἰς ἕνα τόπον ἐθέσπισε Μωϋσῆς λατρεύειν. Ὅταν οὖν ἀκούσητε τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκέτι εἰς μίαν πόλιν οὐδὲ εἰς ἕνα τόπον ἀναγ κασθήσονται (οἱ) ἄνθρωποι πάντοθεν· συνάγεσθαι, ἀλλ' οἴκοι καθήμενοι ἕκαστος θεραπεύσει τὸ Θεῖον, τίνα ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρὸν ἀλλ' ἢ τὸν παρόντα τοῦτον, καθ' ὃν τὰ μὲν ἡμέτερα διαλάμπουσιν εἰς πᾶσαν τὴν οἰκουμένην, τὰ δὲ ὑμέτερα κατεσβέσθησαν, καὶ ἐν σκότει διαπορεύεσθε; ̣35̣ Ὅτι δὲ πάλιν οὐδὲ παρὰ τὴν ἀρχὴν ὑμῖν ̣86a δοῦναι τὰς τοιαύτας ἠβούλετο θυσίας, ἀκούσατε τί φησιν Ἡσαΐας· "Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος·" καί· "Τίς ἐξ εζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" Εἰ γὰρ ταῦτα παρὰ τὴν ἀρχὴν ἐζήτει, καὶ τοὺς παλαιοὺς πάντας, τοὺς παρ' ὑμῖν λάμψαντας, πρώτους ἂν εἰς τὴν πο λιτείαν εἰσήγαγε ταύτην. Πῶς οὖν ταῦτα ἐπέ τρεψε; φησί. Τῇ ὑμετέρᾳ συγκαταβαίνων ἀσθε νείᾳ· καὶ καθάπερ ἰατρὸς πυρέττοντα ὁρῶν ἄν θρωπον, δυσάῤῥωστον καὶ ἀκαρτέρητον, ἐπιθυ μοῦντα ψυχροποσίας καὶ ἀπειλοῦντα, εἰ μὴ λάβοι, ἑαυτὸν ἀναιρήσειν, βουλόμενος μεῖζον κωλῦσαι κακὸν, τὸ ἔλαττον δίδωσι πρὸς ἀπαλλαγὴν τελευ ταίας βίας, οὕτω δὴ καὶ ὁ Θεὸς ἐποίησε. Ἐπειδὴ γὰρ εἶδε μαινομένους, ἀγχομένους, ἐπιθυμοῦντας θυσιῶν καὶ παρεσκευασμένους, εἰ μὴ λάβοιεν, αὐτο μολήσειν πρὸς τὰ εἴδωλα, μᾶλλον δὲ οὐ παρεσκευ ασμένους, ἀλλὰ καὶ αὐτομολήσαντας ἤδη, ἐπέτρεψε τὰς θυσίας. Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, δῆλον ἐν τεῦθεν· μετὰ γὰρ τὴν μυσαρὰν ἑορτὴν, ἣν ἐπετέ λεσαν τοῖς δαιμονίοις μοσχοποιήσαντες, τότε τὰς θυσίας ἐπέτρεψε, μόνον οὐχὶ λέγων· "Μαίνεσθε,