145
φασιν ἐν τῇ κληροδοσίᾳ τῆς γῆς τὴν τοῦ Ἰούδα φυλὴν τὰ πρὸς ἠώ τε καὶ νότον τῆς χώρας λαχεῖν προσπαρακειμένης αὐτοῖς τῆς ἐρήμου, δι' ἧς ἦν ἀπιέναι τοὺς θέλοντας εἰς τὴν Αἴγυπτον. Ἐν καιρῷ τοίνυν τῆς τῶν Ἀσσυρίων ἐφόδου (τοῦτον γὰρ θλίψιν καὶ στενοχωρίαν ἐκάλεσεν) λέων, καὶ σκύμνος λέοντος ἐκεῖθεν. Λέοντας μὲν λέγων τοὺς δυνατούς τε καὶ ἄρχοντας, σκύμνους δὲ τοὺς εὐθὺς μετ' αὐτοὺς, ἢ καὶ ἐξ αὐτῶν· καὶ τοὺς λοι 2264 ποὺς, κατὰ λόγον τῆς πονηρίας, ἰοβόλα ζῶα καλῶν, καὶ πετόμενα, διὰ τὴν ἐφοτιοῦν τῶν ἀτοπωτάτων ὀξύτητα. Καὶ ὁ τοῦ Σωτῆρος δὲ Πρόδρομος ὄφεις αὐτοὺς ἐκάλει καὶ γεννήματα ἐχιδνῶν. Καὶ ἵπποι δὲ θηλυμανεῖς ἐγενήθησαν, φησὶν ἡ Γραφή. Τοῖς γὰρ κακοῖς συνεχόμενοι, δέον ἐπὶ Θεὸν τὴν τῶν ἀγαθῶν καταφεύγειν πηγὴν, εἰς Αἴγυπτον τὸν πλοῦτον μετέφερον, ἧς καὶ τὴν προσηγορίαν ἐχρῆν ἀποστρέφεσθαι, λογιζομένους τὴν πάλαι δουλείαν, καὶ ὅσαις αὐτὴν ὁ Θεὸς ὑπὲρ αὐτῶν μετῆλθε πληγαῖς. ∆ιό φησιν, Καθίσας γράψον ἐπὶ πυξίου ταῦτα. Ὡς ἐσομένων κατὰ καιροὺς τῶν πραγμάτων, γραφῆναι ταῦτα ποιεῖ, πρὸς τὸ δειχθῆναι συμβαίνουσαν λαχόντα τὴν ἔκβασιν· τὰ δὲ τῶν προφητῶν ἔσται γνώριμα καὶ μέχρι συντελείας τοῦ παρόντος αἰῶνος. Ἤγουν, φασὶν, Ἐπειδὴ μὴ τοσοῦτον ὁ λόγος καθικνεῖται τῶν νουθετουμένων, ὡς ἔγγραφος φωνὴ, τούτου χάριν γράψαι προσέταξεν. Τάχα δὲ, καὶ τὸ ἄκαρπον τῶν περὶ ὧν ἡ Γραφὴ, τὸ πυξίον δηλοῖ. Σχεδὸν οὖν ἔγγραφον μαρτυρίαν πρόθες κατ' οἶκον καὶ κατ' ἄνδρα· πᾶσιν ἀνάγνωθι, μήπως ὡς μὴ μαθόντες ὕστερον προφασίσαιντο· ἡ δὲ μαρτυρία, ὅτι ψευδεῖ βοηθείᾳ πεποίθασι, καὶ λάκκοις τοῖς οὐ δυναμένοις ὕδωρ συνέχειν, οὔτε ἴδιον, οὔτε φερόμενον ἔξωθεν, τὸν τἀγαθὰ πλουσίως αὐτοῖς χορηγοῦντα καταλιπόντες ἐμέ. Ἀπειθεῖς δὲ ὄντες, καὶ τοῖς λέγουσι τότε προφήταις ἐντραπήσονται ταῦτα περὶ αὑτῶν προειρηκότος ἐμοῦ. Ψευδεῖς δὲ αὐτοὺς εἰκότως ἐκάλει, ὅτι τοῦ Μωσέως αὐτοῖς τὴν νομοθεσίαν ἐκφήναντος ἔλεγον· "Πάντα ὅσα εἶπεν Κύριος ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα." Καὶ τοῦ νόμου διαγορεύοντος, "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον·" τὸν Θεὸν ἀφέντες πρὸς εἴδωλα κατεσύροντο. ∆ι' ὅπερ υἱοὺς αὐτοὺς ὀνομάζει ψευδεῖς. Ψάλλει δὲ καὶ ∆αβίδ· "Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτόν." Καὶ ὡς ἀπὸ Χριστοῦ δέ φησιν· "Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι." Ἅπερ ἐποίουν ἀπειθοῦντες τῷ νόμω· ἀντέλεγον γὰρ Ἱερεμίᾳ πρὸς ταῖς λοιπαῖς ἀπειθείαις ψεύδους αὐτὸν αἰτιώμενοι μὴ συγχωροῦντα κατελθεῖν εἰς τὴν Αἴγυπτον. ∆ιόπερ ἐπιφέρει, Λέγοντες τοῖς προφήταις, Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τὰ ἑξῆς. Ἀνθ' ὧν ἐξέδωκε Σύμμαχος· Καὶ τοῖς ὁρῶσι, μὴ ὁρᾶτε ἡμῖν ὀρθῶς. Λαλήσατε ἡμῖν λεῖα. Ὁρᾶτε ἡμῖν πλάνας. Ἀπόστητε ἀπὸ τῆς ὁδοῦ. Ἐκκλίνατε ἀπ' ἐμοῦ τρίβον. Παύσατε ἐκ προσώπου ἡμῶν τὸν ἅγιον τοῦ Ἰσραήλ. Ἀνθ' ὧν, φησὶν, ὡς ἁλούσης πόλεως, τεῖχος ὑμῖν ἡ ἁμαρτία ἐπιπεσεῖται, καὶ τοῦτο ταχέως. Πόλεως δὲ τῆς οὕτω συντετριμμένης, ὡς ὀστράκινον ἄγγος εἰς λεπτὰ συντριβόμενον, ὡς ἄχρηστον εἶναι πρὸς ἀνθράκων κομιδὴν, ἢ σμικροῦ τινος ὕδατος, ὃ δηλοῖ φεύξεισθαι τούτων τὴν δίκην μηδενί. Ἤ 2265 τάχα δηλοῖ, ὡς Ἡ ἐλπισθεῖσα παρ' ὑμῶν τῶν Αἰγυπτίων βοήθεια, καθάπερ τεῖχος πεπτωκὸς συντριβήσεται. Χριστὸς δὲ ὢν ὁ Θεὸς, καὶ τῶν ἀπειλῶν τὰς αἰτίας ἐκτίθεται, καὶ ὅπως ἔσται ταύτας διαφυγεῖν παραινεῖ, ὡς μὴ θέλων τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτὸν, ὡς ἐν Ἰεζεκιὴλ αὐτός πού φησι, καὶ νῦν οὖν εἶπεν· Ὄτ' ἂν ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ὁ δὲ Σύμμαχος, ἐν μετανοίᾳ, φησὶ, καὶ ἀναπαύσει σωθήσεσθε, καὶ Ἐν ἐλπίδι ἔσται ἡ δύναμις ὑμῶν. Ἐὰν γὰρ κάθησθε, φησὶν, ἐν τῷ τόπῳ τῆς Ἱερουσαλὴμ μετανοήσαντες καὶ παυσάμενοι, τῆς ἐπὶ τὴν Αἴγυπτον ὁρμῆς, τότε σωθήσεσθε ἐν ἠρεμίᾳ γενόμενοι καὶ ἀναπαύσει. Ἀλλὰ καὶ ἡ δύναμις ὑμῶν ἐν ἐλπίδι ἔσται. Ἐλπίσαντες γὰρ ἐπὶ τὸν Θεὸν, δυνήσεσθε σωθῆναι. Λέγεται δὲ Κύριος ἐν τούτοις ἅγιος τοῦ Ἰσραὴλ, οὐ μόνον ὡς αὐτὸ τυγχάνων ἁγιωσύνη, ἀλλ' ὡς καὶ ἁγιάζων τὸν Ἰσραήλ. Ἄνω μὲν γὰρ ἅγιον