τὸ Πελοποννήσιον Ἄργος, κρεῖττον δὲ εἰς τὸ Θετταλικὸν ἐκλαβέσθαι αὐτό, ἵνα μὴ διεσπασμένως οὕτω ἐν ἄλλῳ μὲν τόπῳ, τῇ Πελοποννήσῳ δηλαδή, στοχάσηται τὴν Ἀνδρομάχην ὑφαίνειν ἱστόν, ἐν ἑτέρῳ δὲ ὑδροφορεῖν, ἐν τῇ Θετταλίᾳ δηλονότι. Θετταλικαὶ γὰρ εἶναι κρῆναι μεμαρτύρηνται, ἥ τε Μεσσηῒς καὶ ἡ Ὑπέρεια, περὶ τὴν ἐν Βοιωτίᾳ ῥηθεῖσαν Ἑλλάδα οὖσαι, ὧν ἡ Ὑπέρεια πλησίον Φερῶν πόλεως Θετταλικῆς κατὰ τὸν Γεωγράφον. Εἰ δὲ καὶ ἐν Πελοποννήσῳ οἰήσεται τις ὁμωνύμους ταύταις κρήνας, ἵνα συναπτῶς ἐκεῖ νοοῖτο τὸ ὑφαίνειν καὶ ὑδροφορεῖν, ζητητέον πάντως καὶ ἱστορίαν δι' ἧς ὁ λόγος συγκροτηθήσεται. (ῃ. 458) Κρατερὰ δὲ ἀνάγκη ἡ κατὰ τὸ ἀκούσιον. διὸ καὶ ὁ ποιητὴς διασαφῶν φησι «πόλλ' ἀεκαζομένη, κρατερὴ δ' ἐπικείσεται ἀνάγκη». Ἔνθα ἐνθυμητέον, εἴπου ἐστὶ πρωτότυπόν τι τοῦ ἀεκάζεσθαι ἐν χρήσει. ἡ γὰρ ἑκὼν μετοχὴ καὶ μάλιστα ἡ ἀέκων ἐμφαίνουσι τοιοῦτόν τι. [(ῃ. 414) Ὅρα δ' ἐν τοῖς κατὰ τὴν Ἀνδρομάχην καὶ ὡς τοῦ φίλου Ἀχιλλέως μνήμην παρέρριψεν ὁ ποιητής, ὡς εἴωθεν ἐν διαφόροις εὐμεθόδως ποιεῖν.] (ῃ. 433-9) Ὅτι δυνατόν ἐστι πολλάκις καὶ κατὰ τύχην μέγα τι γενέσθαι καὶ καίριον. Φησὶ γοῦν ἡ Ἀνδρομάχη, ὡς οἱ ἄριστοι τῶν Ἀχαιῶν τρίς, ὡς ἐρρέθη, ἐλθόντες ὅπου ἡ πόλις μάλιστα ἦν ἀναβατός, ἐπειράσαντο. Καὶ ἡ αἰτία τῆς πείρας, ὅτι ἢ θεοπρόπος τις εὖ εἰδὼς εἶπεν αὐτοῖς τοιοῦτον ἐκεῖ τὸ τεῖχος εἶναι, ἢ καὶ αὐτῶν, φησί, θυμὸς ἐποτρύνει καὶ ἀνώγει, ὡς τῆς προθυμίας ἐπιτυχῶς ἐπιβεβληκυίας τῷ 2.359 πράγματι. Τὸ δὲ σχῆμα δισταγμός, ὅμοιον τῷ «ἤ τι ὀϊσσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε». Καὶ ὅρα ὡς οὐδὲν ὕποπτον ἐνταῦθα κατὰ τῶν Τρώων. ἢ γὰρ θεός, φησίν, εἶπεν, ἢ οἱ ἐχθροὶ κατὰ τύχην οὕτως ἐποίησαν, οὐ μὴν ἐκ τῶν Τρώων ὕπεστί τι αἴτιον κατ' ἦθος προδοτικόν. ἀγαθοὶ ἄρα κατὰ Τροίαν ἅπαν τό τε ἐφέστιον καὶ τὸ ἐπικουρικόν. (ῃ. 441-6) Ὅτι τὸ δυσαπόβλητον τῆς καθ' ἕξιν ἀρετῆς ὑποδηλοῖ ὁ ποιητὴς ἐν τῷ τοῦ Ἕκτορος λόγῳ τῷ τοιούτῳ «ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι, ἀλλὰ μάλ' αἰνῶς αἰδέομαι Τρῶας καὶ Τρωϊάδας ἑλκεσιπέπλους, αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο, οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς αἰεὶ καὶ ἐν πρώτοισι μάχεσθαι, ἀρνύμενος πατρός τε μέγα κλέος καὶ ἐμὸν αὐτοῦ». Καὶ σημείωσαι ὅτι καὶ ἐκ μαθήσεως οἶδε τὰς ἀρετὰς περιγίνεσθαι ὡς διδακτὰς οὔσας τῷ συνεθισμῷ, καὶ μονίμους δὲ δοξάζει αὐτάς, ὡς προείρηται, καθότι καὶ ἐπιστῆμαι πρός τινων ἐλέγοντο διὰ τὸ κατ' αὐτὰς στάσιμον. Ἰδοὺ γὰρ ὁ Ἕκτωρ μαθὼν ἐσθλὸς εἶναι οὐκ ἔχει μεταβαλέσθαι, ἀλλὰ καὶ αἰδεῖται οὐ μόνον Τρῶας ἀλλὰ καὶ Τρῳάδας, εἴπερ οἷα κακὸς ἐκκλίνει τὸν πόλεμον. Οἷον δὲ ἀγαθὸν ἐν τοῖς τοιούτοις ἡ αἰδώς, μυριαχοῦ δηλοῦται, ὡς καὶ ἐν τῷ «αἰδὼς Ἀργεῖοι», καὶ «ἀλλήλους τ' αἰδεῖσθε», καὶ «αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι». (ῃ. 441) Ἰστέον δὲ ὅτι τὸ μέλειν ἐπὶ φροντίδος ποτὲ μὲν μονάζει, οἷον «οὔ μοι μέλει», ποτὲ δὲ καὶ σύνταξιν ἐπιφέρεται, καὶ ταύτην ἢ κατ' εὐθεῖαν, ὡς τὸ «τάδε πάντα μέλει», ἤγουν ἐν φροντίδι ἐστί, καὶ «οὔ μοι Τρώων τόσσον μέλει ἄλγος», 2.360 καὶ «οὐδέν μοι μέλον», ἢ κατὰ γενικήν, οἷον «μέλει μοι τοῦδέ τινος», ἤγουν φροντίς μοί ἐστι. (ῃ. 442) Τὸ δὲ ἑλκεσίπεπλον τῶν γυναικῶν βαρβαρικόν ἐστι, ὡς καὶ ἀλλαχοῦ φανήσεται. Προϋπάρχει δὲ αὐτοῦ ῥῆμα τὸ ἑλκῶ ἑλκέσω, τὸ καὶ διὰ τοῦ ˉη προφερόμενον ἐπὶ βίας, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Φιλοτίμου δὲ ἤθους τὸ μὴ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας αἰδεῖσθαι, διότι καὶ ἐξ ἀμφοτέρων τοῖς ἀριστεῦσιν ἡ τιμή. οὕτω γάρ που καὶ κορυνήτην τινὰ ἐκίκλησκον, ἤτοι ἐκάλουν, οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες καθ' Ὅμηρον. (ῃ. 441-3) Σημείωσαι δὲ ὅτι οὐκ ἀγαθὴ αὕτη αἰδὼς τῷ Ἕκτορι. ∆ιὸ οὐδὲ ἐπανήξει τοῦ πολέμου, ἀλλὰ πείσεται τὰ ἱστορούμενα, διότι οὐδὲ πάντες οἱ αἰδούμενοι σῴζονται, ἀλλὰ πλέονες κατὰ τὸν ποιητήν, τινὲς δὲ καὶ πέφανται. (ῃ. 443) Σημείωσαι δὲ ὅτι τε τὸ «κακὸς ὥς» γράφεται καὶ «κακὸς ᾇ», ἤγουν καθὰ κακός, καὶ ὅτι τὸ κακός, δι' οὗ λαγαροῦται ὁ στίχος, ἐκτείνει ἐνταῦθα τὴν λήγουσαν λόγῳ κοινῆς συλλαβῆς, διότι τε φύσει ὀξύνεται καὶ διὰ τὸ καταπεραιοῦσθαι καὶ ἔχειν τὴν ἑξῆς συλλαβὴν ἀρχομένην ἀπὸ φωνήεντος, καὶ διὰ