146
ἔθνος ἐλέγετο καὶ ἱεράτευμα. Ἀποβαλόντας δὲ τὸν ἁγιασμὸν αὖθις αὐτοὺς ἁγιάσει, ἐὰν μετανοήσωσιν ἐφ' οἷς ἥμαρτον. Οὐκ ἀρκεῖ δὲ μόνον πρὸς τοῦτο στεναγμὸς, ἀλλὰ καὶ τρόπων ἐπιστροφὴ, ὅτε τις ἑαυτοῦ λαμβάνει συναίσθησιν, ἔνθα ἦν ἀπάτης καὶ κακῶν ἐγνωκώς. Οἵα καὶ τῆς νοσούμεθα νόσον ἡ γνῶσις ἀναθεωροῦντος ἐπ' ἀδείας τοῦ λογισμοῦ, καὶ σὺ δὲ γνώσῃ καταφυγὼν πρὸς τοὺς σώζειν ἑαυτοὺς οὐκ ἰσχύοντας. Θαῤῥοῦσι δὲ τῇ φυγῇ, καὶ μὴ βουλομένοις ἀκούειν φησί· Φεύξεσθε μὲν, οὐ μὴν διαφυγεῖν ἕξετε τῶν Βαβυλωνίων τὴν χεῖρα. Εἰς τοσοῦτο δὲ αὐτοὺς φεύξεσθε, ἕως ἂν καταλειφθῶσιν ὡς ἱστὸς ἐπ' ὄρους, καὶ ὡς σημαία ἐπὶ βουνοῦ. Ἢ κατὰ τὸν Σύμμαχον, ὡς ἱστὸς ἐπάνω ὄρους, καὶ ὡς ἱστία ἐπὶ βουνοῦ. Ὥσπερ γὰρ νηὸς διαπεσούσης ἐκ ναυαγίας σημεῖον ἐπ' ὄρους ἱστὸς, ὡς ἄχρηστος κείμενος, μετὰ καὶ τῶν ἱστίων· οὕτως αὐτῶν ἐπίσημον γενήσεσθαί φησι τὴν ἀπώλειαν. Τινὲς δέ φασιν, ἐφ' ὑψηλῶν χωρίων τίθεσθαι τοῖς στρατιώταις παρὰ τῶν στρατηγούντων σημεῖα, τῶν πρακτέων δηλωτικά. Ἢ, καθά φασιν ἕτεροι, οὕτως ἡ καθ' ὑμῶν ἔσται τιμωρία περιφανὴς, ὡς οὐκ ἔστι λαθεῖν ἱστὸν ἐπ' ὄρους, καὶ σημεῖον ἐπὶ βουνοῦ. Πλὴν οὐ πάντη πάντας ἀπολεῖσθαί φησι. Τινὰς γὰρ ἐλεήσει Θεὸς οἶκτον λαβὼν ἐπ' αὐτοῖς, δι' ὧν ἐλεεῖ δοξαζόμενος. Ὡς γὰρ δίκαιος κριτὴς, τοὺς μὲν ἀξίους τιμωρεῖται· τοὺς δὲ δυναμένους ἐλέους τυχεῖν, ἐλεεῖ. ∆ιό φησιν· Μακάριος ὁ μὴ ἀπογινώσκων ἐν τοῖς καταλαμβάνουσιν ἡμᾶς περιστατικοῖς. Τινὲς δὲ ταῦτα εἰρῆσθαί φασι διὰ τὸ σωθησόμενον τοῦ Ἰσραὴλ ἐγκατάλειμμα. Τινὲς δὲ τὴν διὰ τοῦ Κύρου σημαίνειν ἐπάνοδον. Ἄλλοι τὴν ἐν τῇ καθόλου κρίσει 2268 πρὸς ἃ πράττομεν ἀμοιβήν. Ἀπειλῶν δὲ φοβεῖ, καὶ θεραπεύει παραμυθούμενος, ἵνα μὴ τὸ μὲν ἀπαγόρευσιν, τὸ δὲ διάχυσιν ἀπεργάσηται. ιηʹκʹ. 9Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς. Καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν· καὶ ποῦ καταλείψετε δόξαν ὑμῶν; Μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν9, κ.τ.λ. Ἀκολούθως θεσπίζει τὴν ἐπάνοδον τοῦ λαοῦ μετὰ τὰ γεγονότα ἐπὶ Ἱερεμίου κακὰ, ἡνίκα πεπλήρωτο τῶν μὲν οἰκητόρων ἡ πόλις, τῶν δὲ γεωργούντων ἡ χώρα. Πάλιν δὲ ὁ τοῦ Θεοῦ ἀνῳκοδομήθη ναὸς ἐπὶ Ζοροβάβελ καὶ Ἰησοῦ, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου. Μεθ' οὓς, Ἔσδρας, εἶτα Νεεμίας πρὸς τελείωσιν τῇ πόλει συνέπραξαν, ἐφ' οἷς ἔμεινεν ἐπὶ πλεῖστον χρόνον ἀνάλωτος· ἅπερ δηλῶν ὁ προφήτης φησὶ, Καὶ πάλιν μένει ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ἡμᾶς. Καὶ ὅτι κριτὴς ὢν ἡμῶν, τοὺς μὲν ἀξίους αἰχμαλωσίας, παρεδίδου. Οὓς δὲ δίκαιον ἐλεεῖν, ἔσωζε. ∆ιὸ μακάριον τὸ ἐμμένειν ἐν αὐτῷ. Ἢ, κατὰ Σύμμαχον, τὸ ὑπομένειν αὐτόν. Οἰκτειρήσας γὰρ Ἱερουσαλὴμ, ἀνοικοδομήσει πάλιν αὐτήν. Τὸ δὲ ἅγιος, ἐν τῷ, λαὸς ἅγιος, οὐ πρόσκειται παρ' Ἑβραίοις, οὔτε κατὰ τὰς ἐκδόσεις τῶν ἅλλων· εἰκότως. Οὐδὲ γὰρ πάντως ἅγιος ὁ τὴν πόλιν μετὰ τὴν ἐπάνοδον οἰκήσας λαός. Ἀλλὰ καὶ ἐν τῷ, κλαυθμῷ ἔκλαυσεν, τὸ Ἑβραϊκὸν Οὐκ ἔκλαυσεν ἔχει. ∆ιὸ Σύμμαχος, Οὐ κλαύσεις, φησίν. Ὁ δὲ Θεοδοτίων, Οὐ κλαυθήσεται. Εὐφροσύνης γὰρ ἦν καιρὸς, οὐ κλαυθμοῦ τοῖς ἀπειληφόσι τὴν πόλιν ἐλέῳ Θεοῦ. Κατὰ τό· "Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν." Ἀντὶ δὲ τοῦ, Τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν ἐπήκουσέν σου· ὁ Σύμμαχός φησι· Πρὸς τὴν φωνὴν τῆς βοῆς σου, καθὼς ἂν ἀκουσθῇ, ἀκούει σου. Ὁποῖον τῷ, "Κατὰ τὴν πίστιν σου γενηθήτω σοι." Πρὸς μὲν τὸ παρόν φησιν, Ἄρτον θλίψεως δώσει σοι, κατὰ τὴν ἀρχὴν τῆς ἐπανόδου λέγων, τῶν περιχώρων θλιβόντων αὐτούς. Μετὰ γὰρ ταῦτα πᾶσαν αὐτοῖς εὐετηρίαν κατεπαγγέλλεται, καὶ πλάνης πρῶτον ἐλευθερίαν, τῷ γνῶσιν ἔχειν, ὅτι πλάνῃ καθέστηκεν, κἂν διαστρέφοιέν τινες ἐπ' ἀλλοκότους ὁδοὺς προκαλούμενοι. Ὁδῷ γὰρ, φησὶ, πορεύσῃ μέσῃ τε καὶ βασιλικῇ τὰς ἑκατέρωθεν ἐκκλίνων, ὅτε καὶ μιανεῖς τὰ εἴδωλα μιαρὰ ταῦτα, καθάπερ τι τῶν ἄγαν ἀκαθάρτων ἡγούμενος. Τότε σοι τὰ τῆς εὐθηνίας, μέχρι τῶν ἀλόγων ζώων, γεωργικῶν δὲ μάλιστα, παρατείνεται. Σωματικὰς δὲ μέχρι