βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
δεόμενος αὐτῶν, ὡς εἴρηται, ἀλλ' εἰ βουληθῶσι συγχωρῶν καὶ εἰ ἀπὸ γνώμης ὀρθῆς προσοίσουσιν (ὅθεν φησί)· "Εἰ θύειν ἐπιθυ μεῖς, οὐ δεομένῳ μοι θύε." ̣37 ̣ Ὁπότε δὲ τού του ἀμνήμονες ἐγένοντο καὶ μόσχον ἀντὶ Θεοῦ θεὸν ἐπεκαλέσαντο καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Αἰγύ πτου πορείας ἐπεγράψαντο λέγοντες· "Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύ πτου," καὶ ἀπαρνησάμενοι Θεὸν, τὸν διὰ Μωϋσέως ἐπισκεψάμενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ σημεῖα ἐπὶ χειρὸς καὶ ῥάβδου ποιησάμενον, τὸν Αἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις διελόντα καὶ διαγαγόντα αὐτοὺς ἐν μέσῳ τοῦ ὕδατος ὡς διὰ ξηρᾶς, τὸν τοὺς ἐχθροὺς αὐτῶν βυθίσαντα, τὸν (εἰς) Μεῤῥὰν τὴν πικρὰν πηγὴν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκρο τόμου ὕδωρ εἰς πλησμονὴν ἀναβλύσαντα, τὸν στύλῳ νεφέλης καὶ στύλῳ πυρὸς σκιάζοντα αὐτοὺς διὰ θάλπος ἄμετρον καὶ φωτίζοντα καὶ ὁδηγοῦντα τοὺς 110.501 οὐκ εἰδότας ὅθεν πορευθῶσι, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοὺς καὶ ἐκ θαλάσσης κρεωδο τήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὄρει νομοθετήσαντα αὐτοῖς, οὗ τῆς θείας καὶ βροντοφόρου φω νῆς ἠξιώθησαν ἀκοῦσαι· τοῦτον ἀπηρνήσαντο εἰπόντες τῷ Ἀαρών· "Ποίησον ἡμῖν θεοὺς, οἳ 320321 προπορεύσονται ἡμῶν·" καὶ ἐμοσχοποίησαν χωνευτὸν, καὶ ἔθυσαν τῷ εἰδώλῳ· κἀντεῦθεν οὖν ̣87a ὀργισθεὶς ὁ μακρόθυμος Κύριος, ἅτε δὴ ἀχαριστηθεὶς ὑπ' αὐτῶν, ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβάσι φορτισμοῦ καὶ σκληρότητι κλοιοῦ· καὶ οὐκέτι εἶπεν· "Ἐὰν (δὲ) ποιήσῃς," ὡς πρὸ τῆς μοσχοποιίας, ἀλλά· "Ποίησον θυσιαστήριον καὶ θῦε διηνεκῶς· ἐπιλήσμων γὰρ ὑπάρχεις καὶ ἀχά ριστος, ἵνα συνεχῶς ὑπομιμνήσκῃ μου." ̣38̣ Ἐπεὶ οὖν τῇ ἐξουσίᾳ κακῶς ὑπεχρήσαντο οἱ τάλανες καὶ ἀγνώμονες, ἀνάγκην ἐπέθηκε λοιπὸν θύειν καὶ βρωμάτων ἀπέχεσθαί τινων, καὶ ζώων διαφορὰς, καθαρῶν καὶ ἀκαθάρτων, διέστειλε, καί τοι παντὸς ζώου καθαροῦ τυγχάνοντες· πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς καθαρὰ λίαν. Καὶ δὴ ἀφο ρισμοὺς προσέταξε, καὶ καθαρμοὺς καὶ ῥαντι σμοὺς, καὶ ἁγνείας, καὶ ἀργίας διαφόρους, ὧν παρακούοντι τιμωρίαν ὡρίσατο, ἵνα πιεζόμενοι ὑπὸ τοῦ κλοιοῦ καὶ ἀγχόμενοι, τῆς πολυθέου πλά νης ἐκστήσωνται. Οὐκοῦν διὰ τὴν σκληροκαρδίαν αὐτῶν ἐπέδησεν αὐτοὺς, ὅπως διὰ τοῦ θύειν, καὶ ἀργεῖν, καὶ ἅγνίζεσθαι, καὶ τὰ τοιάδε παρατη ρεῖσθαι, εἰς ἔννοιαν ἔρχωνται Θεοῦ τοῦ ταῦτα διατα ξαμένου αὐτοῖς καὶ νομοθετήσαντος, οἵγε μοχθηρίᾳ τρόπου καὶ γνώμης ἀγνώμονος οὐ διελίμπανον ἄνω θεν καὶ ἐξ ἀρχῆς μέχρι τέλους ἐπιλαθόμενοι τοῦ Θεοῦ, καὶ παρατρεπόμενοι προσεκύνουν ἀντὶ τοῦ Κτίστου τὴν κτίσιν, καὶ ποτὲ μὲν, ὡς εἴρηται, μοσχοποιήσαντες, ποτὲ δὲ τῷ Βεελφεγὼρ προσκυ νήσαντες, ἄλλοτε δὲ τὸν Βαὰλ, καὶ τὸν Θαμοὺζ, καὶ τὴν Σιδωνίαν Ἀστάρτην, καὶ τὸν Μολὸχ, καὶ τὸν Χαμὼς, ποτὲ μὲν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἃ ὁ Θεὸς εἰς φαῦσιν ἀνθρώπων πεποίηκεν καὶ οὐκ εἰς προσκύνησιν, ποτὲ δὲ καὶ τὰ ἄλογα ζῶα, ὡς παρ' Αἰγυπτίοις τὸν Ἆπιν βοῦν, καὶ τὸν Μενδήσιον τράγον, καὶ 322 θεοὺς ἀργυροῦς καὶ χρυσοῦς ἐν τῇ Ἰουδαίᾳ. Ταύτῃ τοι προδήλως ἀπειλῶν αὐτοῖς ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· "Μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα, ποιεῖν τὰ βδελύγματα ταῦτα, ἃ ἐποίησαν;" Ὅτι ἐνέπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με." ∆ιὸ τοίνυν εἰκότως ἐξωλοθρεύθησαν ὡς τὸν Θεὸν παροργίσαντες καὶ τὴν ἁγίαν γῆν ἐκείνην καταμιάναντες ἀπ' ἀρχῆς ἕως τῆς ἐσχάτης καὶ τελευταίας ἁλώσεως ταύτης ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου. ̣39̣ Καὶ γὰρ διαφόρων ταύτην ἑλόντων, φησὶν Θεοδώρητος, πάλιν εἰς τὸ ἀρχαῖον ὁ Θεὸς ἀπ εκατέστησεν ἀξίωμα καὶ σχῆμα· ἀλλὰ νῦν οὐκέτι. Πρῶτος μὲν γὰρ Θειγλαφαλάσαρ δορυάλωτον 110.504 ἔλαβε τῶν ιʹ φυλῶν τὸ πλεῖστον. ∆εύτερος δὲ Σαλ μανασὰρ (καὶ) τὴν Σαμάρειαν καὶ τὰς περὶ αὐτὴν ἐξηνδραπόδισε πόλεις. Τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους· ἐπιστρατεύσας δὲ τοῖς Ἱεροσολύμοις ἀλαζονικῶς τε καὶ δυσσεβῶς, ἐκομίσατο δικαίως τῆς βλασφημίας τὰ