147
τούτου τὰς ἐπαγγελίας αὐτοῖς παρασχὼν, ἐπάγει τὰς θειοτέρας τοῖς τούτων ἀξίοις, 2269 καὶ τὸν αὐτῶν χρόνον προσθεὶς λέγων· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτ' ἂν ἀπολῶνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι. Ἢ κατὰ Σύμμαχον, ἐν ἡμέρᾳ σφαγῆς πολλῆς, ἐν τῷ πεσεῖν μεγάλους, κατὰ τὸν τῆς κρίσεως δηλονότι καιρόν. Πολλοὶ γὰρ κατ' ἐκεῖνον ἀπολοῦνται τὸν χρόνον, ἐν ᾧ καὶ τὰ ἐπηγγελμένα τοῖς ἀξίοις δοθήσεται, ἅπερ ἐστὶν ὕδωρ διαπορευόμενον ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ βουνοῦ. Κατὰ δὲ Σύμμαχον, καὶ ἐπὶ παντὸς βουνοῦ ἐπηρμένου διαιρέσεις ἀγωγῶν ὑδάτων. Ὥσπερ δὲ Σιὼν ὄρος τὸ ἐπουράνιον πολλάκις ἐλέγομεν, οὕτως αἱ πολλαὶ μοναὶ παρὰ τῷ Πατέρι, ὄρη ἐστὶν οὐράνια πρὸς τὴν ἀξίαν ἀποδιδόμενα, ἐφ' ὧν τὸ διαπορευόμενον ὕδωρ τὸ ἀπὸ πηγῆς ἀναβλύζον ἂν εἴη, περὶ ἧς φησιν· "Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς," ἀφ' ἧς ὁ ποταμὸς τοῦ Θεοῦ προχεῖται, περὶ οὗ γέγραπται· "Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων," καί· "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ·" ὅς ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Οὗ μεταλαβόντες, ἀθανασίαν ἕξομεν, καὶ ζωὴν, ἅπερ ἐστὶ κατ' οὐσίαν αὐτός. Ὅτε καὶ αὐτὴ, φησὶν, ἡ κτίσις ἐλευθερωθεῖσα τῆς δουλείας τῆς φθορᾶς, ἀπολήψεται τῶν καμάτων τὰς ἀμοιβὰς, ὥσπερ ἥλιός τε καὶ σελήνη μεῖζον φῶς καὶ δόξαν λαμβάνοντες, ἅτε δὴ καμόντες τῷ τοῦ Θεοῦ καλῶς διακονούμενοι νεύματι. Ταῦτα δὲ ἔσται ὅτ' ἂν οἱ ἄξιοι σφαγῇ παραδοθήσονται, καὶ οἱ ἐν τῷ παρόντι βίῳ ἐπηρμένοι καὶ μεγάλαυχοι πέσωσι, καθαίρεσιν τοῦ ὕψους λαμβάνοντες. ∆ιό φησιν ὁ Ἀκύλας· Ἐν ἡμέρᾳ ἀποκταμένουπολλοῦ, ἐν τῷ πεσεῖν μεγαλυνομένους, καὶ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ. Καὶ οὐκ ἐμνήσθη τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰακώβ. Παντὶ γὰρ ἀξίῳ πρόκειται τῆς ἐπαγγελίας τὰ δῶρα. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος ἔφησεν· "Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." Τέκνων λέγων ἐλευθερίαν, ἣν ὁ προφήτης εἶπεν ἴασιν τοῦ λαοῦ. Πολλὴν γὰρ εἶχον συντριβὴν ἐν τῇ παρούσῃ ζωῇ, ὡς λέγεσθαι· "Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Καί· "Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον." Ὅθεν φησὶν ὁ Παῦλος· "Οἱ γὰρ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρυνόμενοι." Καὶ ἐπὶ τοῖς ἁμαρτάνουσιν ἐβαρύνοντο, κατὰ τό· "Πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων. Ἀλλ' ἀνακτήσεται αὐτῶν ὁ Θεὸς τὰ συντρίμματα." ΚΕΦΑΛ. ΛΑʹ. αθʹ. 9Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν. Οἱ ἐφ' ἵπποις πεποιθότες, καὶ ἐφ' ἅρμασιν. Ἔστι γὰρ πολλὰ, καὶ ἐφ' ἴπποις πλῆθος σφόδρα, καὶ οὐκ ἤκουσαν πεποιθότες ἐπὶ τὸν 2272 ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐζήτησαν· Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ9, κ.τ.λ. .... ἐλευθέρωσιν. Ὃ δὴ πολλοὶ πεποιήκασι θεοσεβείας ἀποστάντες πρὸς βίον εἰδωλικὸν καὶ Αἰγύπτιον. Τούτοις ἐπισυνάπτει τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον. Ὡς γὰρ λέων φησὶν ἐπὶ θήρᾳ τροφῆς κινηθεὶς, τοῖς ποιμνίοις ἐφάλλεται, οὐ κραυγὰς ποιμένων, οὐ διωκόντων πλῆθος ἐπιστρεφόμενος· οὕτω τοῖς πολεμίοις ὁ Κύριος ἐπιστὰς ἐξελεῖται τὸν Ἰσραήλ. Ἀγαγὼν δὲ πρὸς Ἱερουσαλὴμ οὕτως αὐτῶνὑπερασπίσει, ὡς ὄρνις τῶν ἐν καλιᾷ νεοττῶν. Ὅθεν ὁ Σύμμαχος ἀντὶ τοῦ, καὶ κεκράξῃ ἐπ' αὐτῇ ἕως ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν, οὕτως ἐξέδωκεν· Πληρώματος ποιμένων ἀπὸ φωνῆς αὐτῶν οὐκ ἡττηθήσεται, οὐδὲ ἀπὸ πλήθους αὐτῶν οὐχ ὑποταγήσεται. Κατὰ δὲ τὴν ἔκδοσιν τῶν Ἑβδομήκοντα νοητέον οὕτω· Φασὶ τὸν λέοντα βοῇ προκαταπλήττοντα τὰς ἀγέλας καὶ τοὺς ἐφεστηκότας οὕτω ποιεῖσθαι τὴν ἔφοδον, οὕτω καὶ Κύριος προκαταπλήττων ἀπειλαῖς, οὐ μετανοοῦσιν ἐπιφέρει τὴν δίκην. Ὥσπερ οὖν καὶ τοῖς Ἀσσυρίοις μεγαλαυχήσασι σκέπων τὸν Ἰσραὴλ, καὶ ἀπὸ τῶν περιχώρων τῶν μετὰ τὴν ἐπάνοδον ἐπιτεθέντων αὐτῷ. Πρὸς ἑκατέρους γὰρ τῶν παραβολῶν τὴν ἑτέραν ἐφήρμοσεν. Τὴν δὲ τοῦ λέοντος ἐπὶ τῶν ἐξ Ἰσραήλ. Τινὲς παρειλήφασι, μηδὲ τὸν τῶν ἀλόγων