148
παρεσχηκότων πρὸς τὸν ἡγεμόνα Θεὸν φόβον. Ὅθεν καὶ τὰ λεόντων, φησὶν, ὑμᾶς διαθήσει. Μετανοούντων δὲ, καθάπερ νεοττῶν ὄρνις ὑπερμαχήσεται. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, τοιαύτη γέγονεν ἐφ' ἡμᾶς ἡ τοῦ Σωτῆρος ἐπικουρία. Πάντας γὰρ ἀνθρώπους ὁ νοητὸς εἷλεν Ἀσσύριος. Ἀλλὰ Χριστὸς, οἷα λέων, ἐπιπηδήσας αὐτῷ κατήργηκεν αὐτὸν, τῷ ῥήματι τοῦ στόματος αὐτοῦ, τῆς Σιὼν τῆς Ἐκκλησίας ὑπεραγωνισάμενος. Ὁ μὲν γὰρ ἠπείλει, Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν. Ὁ δὲ συνήγαγε τοὺς πιστεύοντας εἰς αὐτὸν, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νόσσια αὐτῆς ὑπὸ τὰς πτέρυγας. Ταῦτα περὶ τῆς Ἱερουσαλὴμ ἐπαγγειλάμενος, προσφωνεῖ τοῖς ἀπελθοῦσιν εἰς Αἴγυπτον, Ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, προτρέπων εἰς Ἱερουσαλὴμ αὐτοὺς πάλιν ἐπανελθεῖν, διὰ τὰ ἐπηγγελμένα περὶ τοῦ ταύτης ἀνοικισμοῦ. Ὅπερ ὁ Σύμμαχος οὕτως ἐξέδωκε· Μετανοήσατε, ὡς ἐβαθύνατε παραβῆναι, οἱ υἱοὶ Ἰσραήλ. ∆ηλοῖ δὲ αὐτοὺς ἐνβαθύνοντας μὲν τοῖς κακοῖς, τοῖς δὲ κατὰ Θεὸν ἐπιπολέους ὑπάρχοντας. Μετὰ δὲ τὴν ἐξ Ἀσσυρίων ἀπαλλαγὴν, ἔσται, φησὶν, ὑμῖν πάσης εἰδωλολατρείας ἀπαλλαγή. Καὶ σύμφωνος ἡ ἱστορία. Τὸν γὰρ ναὸν ἀναδειμάμενοι, καθαροὶ πάσης εἰδωλολατρείας ἐγένοντο. Τινὲς δὲ τοῦτό φασι γεγενῆσθαι καθ' ὃν χρόνον ὑπερήσπισε τῆς Ἱε 2273 ρουσαλὴμ ὁ Χριστὸς Ἐκκλησίας. Πρὸς αὐτὴν γὰρ πάλιν ὁ λόγος ἀνέδραμεν, ὅτε τῆς εἰδωλολατρείας ἀπολομένης, καὶ ὁ νοητὸς αὐτῇ συναπῆλθεν Ἀσσοὺρ, οὐκ ἀνδρὸς μαχαίρᾳ πληγεὶς, λόγῳ δὲ θείῳ πεμφθεὶς εἰς τὴν ἄβυσσον σὺν ταῖς ἰδίαις δυνάμεσιν, ἃς διὰ τῶν ἰσχυρῶν νεανίσκων ἐδήλωσεν ἀῤῥαγεῖ πέτρᾳ τῷ Χριστῷ περιληφθείσας, ὡς χάρακι. Οἱ δὲ ἄλλοι φασὶν, Ἐπειδὴ τὸν Ἀσσύριον Ἰουδαῖοι δείσαντες εἰς Αἴγυπτον ἀπεχώρησαν, ἐπαγγέλλεται τούτοις τὴν ἐκείνου καθαίρεσιν, τὴν εἰδωλολατρείαν διὰ τούτων δηλῶν ἐκ θείας πεπτωκυῖαν δυνάμεως, εἰ καὶ ἄνθρωποι ταύτῃ διακονοῦντες τὴν Ἀσσυρίων καθεῖλον ἀρχήν. ∆ιὸ καὶ περὶ Βαβυλῶνος ἔλεγε προφητεύων· Ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους. Ἀντὶ δὲ τοῦ, Πέτρα περιληφθήσονται ὡς χάρακι, ὁ Σύμμαχος ἔφη, Πέτρα αὐτοῦ ἡ φοβερὰ παρελεύσεται, καὶ ἡττηθήσονται οἱ ἄρχοντες αὐτοῦ, φησὶ Κύριος, δηλαδὴ τοῦ Ἀσσυρίου. Πέτραν γὰρ αὐτοῦ τὸ στεῤῥὸν ἐκάλεσε τῆς ἀρχῆς. Προτρέπων δὲ τοὺς ἐν Αἰγύπτῳ φυγάδας ὑποστρέφειν εἰς Ἱερουσαλὴμ, Μακάριος, φησὶν, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ, διὰ τὸ μέλλειν αὐτὴν εἰς τὴν ἀρχαίαν ἀνακτίζεσθαι δόξαν, μᾶλλον δὲ κρείττονα. ∆ιό φησιν ἐν ἑτέροις· "Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη, ὑπὲρ τὴν πρώτην." Ὠβέλισται δὲ τὸ, μακάριος, ὡς μὴ κείμενον. Τὸ δὲ λοιπὸν ὁ μὲν Σύμμαχός φησιν, Ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἱερουσαλήμ. Ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων, Φῶς αὐτῷ ἐν Σιὼν, καὶ κλίβανος αὐτῷ ἐν Ἱερουσαλὴμ, περὶ Θεοῦ λέγοντες τοῦ καθελόντος τὸν Βαβυλώνιον. ∆ι' οὗ πυρὸς κατακαίει τοὺς τῆς αὐτοῦ καταφρονήσαντας πόλεως, μάλιστα δὲ τῆς Ἐκκλησίας, περὶ ἧς εἴρηται· "∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ." Καί· "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Ἐν αὐτῇ γὰρ πῦρ ἐστι καὶ κλίβανος εἰς τὸ καταφλέγειν ἑκάστης ψυχῆς ξύλα, χόρτον, καλάμην. Καὶ κατὰ τὸν Ἀκύλαν δὲ, φῶς ἐκεῖ πρὸς τοὺς ἀξίους φωτίζεσθαι, καὶ πῦρ πρὸς τοὺς δεομένους καθάρσεως. ΚΕΦΑΛ. ΛΒʹ. αηʹ. 9Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι, καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ. Καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου. Καὶ φανήσεται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ9, κ.τ.λ. Ἡ μὲν τῶν Ἑβδομήκοντα ἔκδοσις συνάπτει ταῦτα τοῖς εἰρημένοις. Προειποῦσα γὰρ τὸ, "Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ," ἀκολούθως ἐπήγαγε τὸ, Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει. Ἐπεὶ γὰρ ταῦτα μέλλει γίνεσθαι ἐν Ἱερουσαλὴμ, εἰκότως μακαρίζει τοὺς τούτων ἀπολαύειν μέλλοντας ἐν αὐτῇ. Οἱ δὲ λοιποὶ τὰ νῦν καὶ 2276 ἀρχῆς ἑτέρας ἀπέδωκαν. ∆ιό φησι Σύμμαχος· Ἰδοὺ εἰς δικαιοσύνην βασιλεύσει βασιλεὺς,