149
συμφώνως τοῖς ἄλλοις. Οἰήσονται μὲν οὖν παῖδες Ἑβραίων εἰς Ζοροβάβελ τὸν λόγον ἀνάγεσθαι. ὃς ἐξ Ἰούδα καὶ ∆αβὶδ καταγόμενος, ἦρξε μετὰ τὴν ἐπάνοδον τοῦ λαοῦ. Ἄρχοντας δὲ μετὰ κρίσεως τοὺς περὶ τὸν Ἰησοῦν τὸν ἱερέα φήσουσι λέγεσθαι. Ἀλλ' οὐ συνᾴδει τὰ ἐφεξῆς τὸ, Φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Ὡς οὖν πληρώσας τὰ περὶ τῶν Ἱερεμίου χρόνων ὁ λόγος, ἐξ ἑτέρας ἀρχῆς τὰ περὶ τῆς θεοφανείας θεσπίζει Χριστοῦ. Βασιλεὺς γὰρ μόνος ἐν ἀνθρώποις πέφηνε δίκαιος· καὶ οἱ ἀπόστολοι τῆς Ἐκκλησίας κατὰ κρίσιν ἡγήσαντο τὴν αὐτοῦ. Καὶ ἦν ἀκόλουθον τῇ μετὰ τὴν ἐπάνοδον καταστάσει τοῦ ἔθνους τῶν ἀγαθῶν ἐπισυναφθῆναι τὰ μέγιστα διὰ Χριστοῦ τούτοις γενόμενα, καὶ τοῖς μετὰ χρόνον ὀλίγον τὰ μετὰ πλεῖστον ἐσόμενα. Μακαρίους δὲ λέγει τοὺς ἐπὶ Χριστοῦ τὴν Ἐκκλησίαν οἰκήσαντας, πρὸς οὕς φησιν ὁ Σωτήρ· "Ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν." Οὗτοι δέ εἰσιν οἱ διὰ Πνεύματος οἰκειωθέντες αὐτῷ, καὶ Χριστὸν καρποφορήσαντες ἐν Σιὼν τῇ νοητῇ. Ἐσχήκαμεν δὲ οἰκείους κατὰ Πνεῦμα τοὺς ἁγίους μυσταγωγούς. Κατ' ἄμφω δὲ δίκαιος ὁ Χριστὸς, καὶ ὡς αὐτοδικαιοσύνη, καὶ ὡς κατὰ σάρκα γενόμενος ἄμωμος. Καὶ βασιλεύσει, φησὶν, εἰς δικαιοσύνην. Καινὴν λέγων βασιλείαν οὐκ εἰς δόξαν ἀνθρώπων, ἢ τὴν ἐκ τούτων τιμὴν, ἀλλ' εἰς δικαιοσύνην. Οὕτω καὶ οἱ ἄρχοντες αὐτοῦ χρηματίζουσιν, οὐκ ἀνθρώπων λαβόντες ἀξίωμα τὴν ἀρχὴν, ἀλλ' εἰς κρίσιν. Ὅπερ ἐξέδωκαν οἱ λοιποί· Καὶ ἄρχοντες εἰς κρῖμα ἄρξουσιν. Ἀντὶ δὲ τοῦ· Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, ὁ Σύμμαχος, Καὶ ἔσται φησὶν, ἀνὴρ ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ λαίλαπος. ∆ηλῶν, ὡς ὁ βασιλεὺς ἀνὴρ ἔσται κατὰ φύσιν ὑπάρχων Θεὸς, κρύπτων αὐτοῦ τὴν θεότητα. Καὶ Ἀκύλας δέ φησιν, Ὡς κρύπτων πνεῦμα. Καὶἀποκρυφὴ ἐντινάγματος. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐπειδὴ πάντα ἐλάλει ἐν παραβολαῖς, ὃς καὶ λέγει παρὰ ∆αβίδ· "Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου." Ἃς κατ' ἰδίαν τοῖς μαθηταῖς ἐξηγούμενος ἔλεγεν· "Ὑμῖν δέδοται γνῶναι." Καὶ κρυβήσεται, φησὶν, ὡς ἀφ' ὕδατος φερομένου. Πλῆθος γὰρ φερόμενον καὶ ἀπολλύμενον, τὸ πλῆθος τοῦ Ἰουδαίων λαοῦ. Καὶ τοὺς ἐξ αὐτῶν συνισταμένους αὐτῷ, καλεῖ πειρασμοὺς οὐδὲν ὠφελοῦντας, ὅτε μὴ πάσχειν ἠβούλετο. Τοιγαροῦν λίθους βαλλόντων, αὐτοὺς ἐπορεύετο διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως. Τοῦτ' ἔστι φροντίζων οὐδέν. ∆ιό φησιν ὁ ∆αβίδ· "Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν." Ὅθεν ἐξ Ἰουδαίων 2277 ἀποκρύπτων τοὺς λόγους, τοῖς μαθηταῖς ἀπεκάλυπτεν. Ὃ δηλοῖ λέγων, Καὶ φανήσεται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Τὴν Σιὼν, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, γῆν διψῶσαν ἐκάλεσεν, ἥτις ἦν πάλαι ἔρημος καὶ διψῶσα, καὶ ταύτῃ γέγονεν οὐ ποταμὸς ἁπλῶς, ἀλλ' ἔνδοξος. Ἐπεὶ πολλοὶ ποταμοὶ, κατὰ τὴν Γραφὴν, ἐχρημάτισαν. Ὡς οἱ τοὺς διδασκομένους ποτίζοντες ἅγιοι, περὶ ὧν φησιν ἐν Ψαλμοῖς· "Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Ἐξάκουστοι μὲν γὰρ αἱ τῶν ἀποστόλων φωναί. Ἀλλ' οὐδεὶς οὕτως ἔνδοξος, ὡς ὁ χειμάῤῥους τῆς τρυφῆς, παρ' οὗ καὶ οἱ λοιποὶ τὰ θεῖα δέχονται νάματα. Καὶ οὐκ ἔτι ἔσονται πεποιθότες ἐν ἀνθρώποις. Ἀνθ' οὗ, φησὶ Σύμμαχος· Οὐκ ἀμαυρωθήσονται οἱ ὀφθαλμοὶ αὐτῶν· διορατικοὺς δηλῶν τοὺς ἐν Ἐκκλησίᾳ νοοῦντας καλῶς τὸν ἐμφανῆ γενόμενον αὐτοῖς ποταμὸν, περὶ οὗ φησιν· "Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων." Καί· "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Ἔλεγέν τε· "Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ," καὶ τὰ μετὰ ταῦτα. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα νοητέον, ὡς καὶ ἐθνικοὶ καὶ Ἰουδαῖοι πρότερον ἐπ' ἀνθρώπους ἐπεποίθεσαν· οἱ μὲν, τοὺς περὶ θεῶν καὶ δαιμόνων διδάσκοντας· οἱ δὲ, τοὺς ἐντάλματα παραδιδόντας ἀνθρώπων. Ὤοντο γὰρ μηδὲν τῶν περὶ τοῦ Θείου σοφοὺς ὄντας λανθάνειν αὐτούς. Ἀλλὰ τούτων ἀποστάντες Προσέξουσι τὰ ὦτα τῶν τοῦ Σωτῆρος ἀκροᾶσθαι ῥημάτων. Καὶ ἡ πρὶν ἀσθενοῦσα