ἐπολιόρκησε μὲν ἐπὶ βραχύ, πιεζόμενος δὲ ἀνεχώρει, αὖθις ἀνῄει παρὰ βασιλέα, ἐπικουρίας δεόμενος. ξυνηνέχθη δὲ καὶ μετὰ Ὀμάρεω τοῦ Θετταλίας ὑπάρχου, στασιάσαντος διὰ διαφοράν, ἀφικόμενον ἀναβῆναί τε παρὰ βασιλέα, καὶ οὐ πολλὰς ὕστερον ἡμέρας Ὀμάρην βασιλέα ἀφελόμενον τὴν ἀρχὴν ἐπιτρέψαι Ζαγάνῳ τῷ τότε Καλλιουπόλεως ὑπάρχῳ. Ζαγάνῳ δὲ τούτῳ, ἀνδρὶ εὐδοκιμήσαντι ἔν τε ἄλλοις καὶ Μορεζίνην, τὸν ἐς τὴν καθ' ἡμᾶς θάλασσαν τὰ πρῶτα τῶν λῃστῶν φερόμενον, ἑλόντι αὐτόν τε καὶ τὴν τριήρη, ἐγένετο αὐτῷ οὐχ ἥκιστά τε ἐν τούτῳ [ἐν τῷδε] εὐδοκιμῆσαι. οὗτος μὲν οὖν ὡς παρέλαβε τὴν Θετταλίαν καὶ Πελοπόννησον ὑπὸ βασιλέως, εἰσέβαλεν ἐς τὴν Ἀχαΐαν, καὶ ἀπανίστατο τὸ Ἑλληνικὸν στράτευμα ἐπιόντος τοῦ Ζαγάνου, ὡς ἐπολιόρκει τὴν ἀκρόπολιν. καὶ Ἰταλῶν δέ, οὓς μετεπέμψατο Θωμᾶς, παρῆσαν αὐτοῦ τιμωροῦντες τοῖς Ἕλλησιν, ἀπὸ Μεδιολάνου παραγενόμενοι ἐς συμμαχίαν τοῖς Ἕλλησιν. οἱ μὲν οὖν Ἕλληνες παρασκευάσαντες τηλεβόλον ἔπαιον τὴν ἀκρόπολιν, οὐδὲν μέντοι διεπράττοντο, οὔτε τηλεβολιστοῦ παρόντος σφίσιν ἀγαθοῦ οὔτε παρασκευῆς ἐς τὴν πολιορκίαν. οἱ μὲν οὖν Ἀχαιοὶ ἄραντες ἀπὸ τῆς πόλεως ἐς Ναύπακτον ἐνταῦθα διέτριβον, Θωμᾶς δ' ὁ ἡγεμὼν ἐπιὼν τὴν Λακωνικὴν κατεστρέφετο καὶ Καλαμάτην 2.227 πόλιν τὴν ἐν Μεσήνῃ. Μαντίνειαν ἐπολιόρκει, καὶ οὐδὲν αὐτῷ προεχώρει ἐς τὴν τῆς πόλεως αἵρεσιν, πρεσβείαν δὲ πέμπων ὡς βασιλέα ἐπειρᾶτο τῆς βασιλέως γνώμης, εἰ εἰρήνην αὐτῷ ποιήσαιτο. ἔνθα δὴ βασιλεύς, ὡς ἀγγελία ἀφικνεῖτο αὐτῷ ἀπὸ τῆς Ἀσίας περὶ Χασάνεω τοῦ μακροῦ, ὥρμητο μὲν ἐς σπονδὰς τῷ ἡγεμόνι τούτῳ, ὥστε ἐπὶ Χασάνην στρατεύεσθαι καὶ ἐπὶ Ἰσμαήλην τὸν Σινώπης ἡγεμόνα, ἐπιτηδείως ἔχοντα πρὸς Χασάνην τὸν μακρόν, ἐπηγγέλλετο δὲ σπονδὰς ἐφ' ᾧ ἀπάγειν τὸν στρατὸν ἀπὸ τῶν βασιλέως ἀκροπόλεων, καὶ ἀποδοῦναί οἱ, ὅσα ἀφείλετο τῶν πολισμάτων, φόρον δὲ ἀπάγειν αὐτίκα ἐς τρισχιλίους στατῆρας, παρεῖναι δὲ ἐντὸς ἡμερῶν εἴκοσιν, ἐπὰν ἐς Κόρινθον παραγένηται τοῦ βασιλέως ὁ πρέσβυς. ταῦτα ὡς ἠγγέλθη τῷ ἡγεμόνι, παρεσκευάζετο ἰέναι ἐς τὰ παραγγελλόμενα ὑπὸ βασιλέως. ἐπειδὴ δὲ ἀγνωμοσύνῃ χρησαμένων τῶν ὑπηκόων οὐκ εἶχε τοὺς χρυσίνους ἀπαγαγεῖν, ἦν τε ἐνταῦθα ὁ βασιλεὺς μεγάλως τεθυμωμένος. τὴν μέντοι ἐς Ἀσίαν ἔλασιν ἐπὶ Χασάνην ἀνεβάλλετο ἐς τὸ ἐπιὸν ἔτος, αὐτὸς δὲ ἐστέλλετο ἐπὶ Πελοπόννησον. ἐπεὶ δὲ ἐς Κόρινθον παρεγένετο ἐσβαλών, παρῆν Ἀσάνης ἀπὸ ∆ημητρίου τοῦ ἡγεμόνος, ἐπὶ τοὺς πολεμίους ἀπάξων τὸν βασιλέως στρατόν. ὡς δὲ ἐς Τεγέαν ἀφίκετο, ἐνταῦθα τὸν μὲν Ἀσάνην ἐς φυλακὴν ἐποιήσατο, καὶ τοὺς τῶν Ἑλλήνων θεράποντας, καὶ ὅσοι αὐτῷ εἵποντο, δεσμίους ἔχοντες ἀπήλαυνον ἐπὶ Σπάρτην. πρῶτα μὲν Μαχουμούτης ἔχων τούς τε ἱπποδρόμους μεθ' ἑαυτοῦ καὶ τὸ τῆς Εὐρώπης στράτευμα ἤλαυνε κατὰ κράτος ἐπὶ τὴν Σπάρτην. ἐνταῦθα ἀφικόμενος τήν τε πόλιν αὐτίκα πολιορκησάμενος ὑπέ 2.228 λαβεν ἐντὸς τὸν ἡγεμόνα. ὁ μὲν οὖν ἡγεμὼν ἀπὸ τῆς ἐς βασιλέα ἐλπίδος καταβληθεὶς ἐπολιορκεῖτο. καὶ ὥρμητο μὲν ὡς διὰ τὴν τῆς πόλεως ἀκρόπολιν ἀναβησόμενος· μετὰ δέ, ὡς ἐπύθετο ἐν φυλακῇ ὄντα τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην ὑπὸ βασιλέως, ὑπεχώρει τῆς πόλεως, καὶ ἐς τὸ στρατόπεδον ἀφικόμενος ἐς ὄψιν ἀφίκετο τῷ βασιλεῖ. καὶ αὐτόν τε μεγάλως ἐτίμησε βασιλεύς, καὶ παρεμυθεῖτο ὡς οὐδὲν ἀηδὲς ἐσαῦθις ἔσοιτο διὰ ταῦτα, ἄλλην δὲ χώραν ἱκανὴν εὐδαίμονα ὑπέσχετο δώσειν αὐτῷ ἀντὶ τῆς Σπάρτης. οὐδὲν μέντοι ἧττον εἶχεν αὐτὸν ἐν φυλακῇ [ἐποιήσατο]. ἐπί τε μὲν οὖν τὴν Σπάρτην, ἐς τὴν ὑπώρειαν τοῦ Ταϋγέτου, ᾤκηται πόλις Ἑλληνικὴ εὐδαίμων, διέχει δὲ ἀπὸ τῆς παλαιᾶς πόλεως καὶ τοῦ Εὐρώτα σταδίους ὡσεὶ ὀκτωκαίδεκα. ταύτην μὲν οὖν ὁ βασιλεὺς προσπαρειλήφει, φρουράν τε ἔφαινεν ἐν τῇ μητροπόλει, καὶ ἄρχοντα ἐπέστησε Χαμουζᾶν τὸν Ζενεβίσαν, Μαχουμούτεω θεράποντα. αὐτὸς δὲ ἐλαύνων ἐπὶ Καστρίην πόλιν, διέχουσαν ἀμφὶ τὰ ὀγδοήκοντα στάδια ἀπὸ τῆς νῦν πόλεως, ἐπολιόρκει ταύτην· οἱ γὰρ ἄνδρες τε καὶ γυναῖκες φραξάμενοι ἐν ὀχυρῷ πάνυ, καὶ θαρροῦντες τῇ