150
καρδία συνετισθήσεται. Σύμμαχος γὰρ ἐξέδωκε· Καὶ ἡ καρδία τῶν ἀκουόντων προσέξει τοῦ ἀκούειν. Ἀντὶ δὲ τοῦ λαλεῖν εἰρήνην, λαλεῖν τρανά. Ψελλιζούσας δὲ γλώσσας φησὶ, τὰς τῶν περὶ Θεοῦ νοούντων ἢ λαλούντων οὐδὲν, οἵτινες ὕστερον ἔμαθον εἰρήνην λαλεῖν, τοῦτ' ἔστι Χριστόν. "Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν," ἐξ οὗ τρανὰ λαλοῦσιν ἐθνικοὶ μὲν, ἐγνωκότες Θεόν· Ἰουδαῖοι δὲ, παυσάμενοι τῆς τοῦ νόμου σκιᾶς, καὶ τῶν περιττῶν ἐνταλμάτων. Καὶ οὐκ ἔτι μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν· ὅπερ ἐποίουν πρότερον μωροῖς διδασκάλοις ἑαυτοὺς ἐπιτρέποντες, τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν. Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὸν διὰ Μωσέως ἐν νόμῳ σκιαγραφούμενον οὐκ ἐπεγνωκότες, καὶ περὶ τοὺς προφητικοὺς ἀνοηταίνοντες λόγους· οἱ δὲ τούτων ὑπηρέται τοὺς ἀντιλέγοντας ἀνέστελλον, λεπτότερα συζητεῖν περὶ τῆς ἀληθείας οὐκ ἐπιτρέποντες, ἀναντιῤῥήτους εἶναι μηχανώμενοι τὰς ἐκείνων φωνάς· ὡς καὶ τοῖς Πυθαγόρου μαθηταῖς ἔθος ἦν τὸ, "Αὐτὸς ἔφα," λέγειν. Καὶ ψυχὰς ἐρώσας ἀληθείας οὐ συνεχώρουν μαθεῖν. Εἰ γάρ τις μέτριος καὶ ταπεινὸς 2280 ὀρθὸν περὶ ἀληθείας προέφερεν τὸν λόγον, τοῦτον διασκεδαννύντες ἠφάνιζον. Λέγοι δ' ἂν ταπεινοὺς καὶ τοὺς ἁγίους μυσταγωγοὺς, ὧν ἐν λόγοις κατεστρατεύοντο, τοὺς ἐν κρίσει λόγους αὐτῶν ἀφανίσαι σπουδάσαντες. Περὶ ὧν ἐπήγαγεν, οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο· ὧν καὶ ἡ βουλὴ μένει πάσης ἀσεβοῦς κατηργημένης βουλῆς. Κατὰ δὲ τὸν Σύμμαχον· μετὰ τὴν κατὰ τῶν μωρῶν ἀρχόντων διήγησιν, ἐπιλέγεται· Ἄρχων δὲ ἀρχοντικὰ βουλεύσεται, καὶ ἡγεμὼν ἀναστήσεται. Ὁ γὰρ δίκαιος βασιλεὺς ἡγεμόνας ἡμῖν τοὺς ἀποστόλους δεδώρηται. Ὃς καί φησιν ἐν Ψαλμοῖς· "Σὺ δὲ, ἄνθρωπε, ἰσόψυχε ἡγεμών μου, καὶ γνωστέ μου." Ἐν ἅπασι δὲ τούτοις οὐδαμοῦ Ἰσραὴλ, ἢ Ἰακὼβ, ἢ Ἰούδας ὠνόμασται, ἅτε περὶ Χριστοῦ τοῦ λόγου τυγχάνοντος, καὶ τῶν ἐν Ἐκκλησίᾳ ἐξάρχων, ἐν ᾗ τὸ σπέρμα τῶν πάλαι μακαρίων ἀνδρῶν ἐξανθῆσαν ἐκαρποφόρησε, πᾶσάν τε τὴν οἰκουμένην τῆς ἰδίας εὐλογίας ἐπλήρωσε. ∆ιὸ τοὺς ἔχοντας ἐν Σιὼν σπέρμα μακαρίους ὠνόμαζε, τοὺς προφήτας δηλονότι τοὺς λέγοντας· "Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν," οἳ σπέρμα καὶ οἰκείους τοὺς ἐκ τῆς Ἐκκλησίας ἐκτήσαντο. Τινὲς δέ φασιν ὡς μακαρίζει τὴν πόλιν, καὶ τοὺς ταύτης οἰκήτορας, ὧν Θεὸς κηδόμενος, ἀοράτῳ πληγῇ μετήρχετο τὸν Ἀσσύριον. Ἧς δίκαιον βασιλέα καθ' ἱστορίαν μὲν τὸν Ἐζεκίαν φησί. Κυρίως δὲ δηλοῖ τὸν Σωτῆρα. Τὸ γὰρ ἀληθῶς μακάριον, τῶν οἰκούντων τὴν ἄνω Σιὼν, καὶ βασιλέα Χριστὸν ἐπιγραφομένων, εἰς ὃν τὴν ἄκραν δικαιοσύνην ἀνάγομεν, μὴ εὑρίσκοντες ἐν ἀνθρώποις τὸ ἄπτωτον· ὥσπερ οὖν ἐπ' ἀνθρώπων τὸ μὲν μερικὸν τῆς κακίας ὁριζόμεθα, αὐτὴν δὲ πᾶσαν τὴν κακίαν τῷ διαβόλῳ προσνέμομεν. Καὶ ἔσται ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, καὶ τὰ ἑξῆς. Ὁ γὰρ ἐν ἑαυτῷ τοὺς λόγους τοῦ Θεοῦ μελετῶν ἐν δικαιοσύνῃ, ἀπ' ὀργῆς ἐπαγομένης σκεπάζεται. ∆ιό φησιν ὁ ∆αβίδ· "Ὁ νόμος σου ἐν μέσῳ τῆς κοιλίας μου." Τοῦ δὲ τοιούτου, φησὶν ὁ Σωτὴρ, "Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις, φησίν. Ἐπιόντος γὰρ τοῦ Ἀσσυρίου πρὸς πόλεμον, ἀκόλουθον ἦν τοὺς ἠλπικότας ἐπὶ Θεὸν, τῆς τῶν Αἰγυπτίων βοηθείας ὑπεριδεῖν· τότε γὰρ ἂν ὑπῆρξεν ἰδεῖν τοὺς μὴ διαρθροῦντας τῆς θεοσεβείας τὸν λόγον, τρανῇ τῇ γλώττῃ τὸν τῆς εἰρήνης ὁμολογοῦντας βραβευτὴν, μὴ προϊσταμένους ἄρχειν αὐτῶν τὸν Αἰγύπτιον· ὃν μωρὸν ὁ λόγος, ὡς ἀσεβῆ, καθεστηκότα καλεῖ. Καὶ οὐκ ἂν ἠνέσχοντο τῆς τῶν τοιούτων ἀρχόντων συγχύσεως. Ἀκόλουθον γὰρ ἦν τὸν μωραίνοντα τὰ πρὸς Θεὸν, ἀνομίαν ποιεῖν, καὶ πλανᾶσθαι. Εἰς ὂν οἱ ἐλπίζοντες ἐξ ἀπάτης ἀλλήλων τὰς ἐλπίδας ἐκένουν δι' αὐτοῦ τὸν κίνδυνον ἀποφεύγειν οἰόμενοι, τῶν εὐσεβῶν τὴν 2281 ἐναντίαν τούτοις ἐχόντων βουλὴν ψυχωφελῆ παρ' ὅλην αὐτῶν ὑπάρχουσαν τὴν ζωήν. θκʹ. 9Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς