χαλεπότητι τοῦ χωρίου, παρεσκευάζοντο ἀμύνεσθαι τοὺς ἐπιόντας σφίσι πολεμεῖν, τὸν βασιλέως στρατόν. οἱ μὲν οὖν νεήλυδες, ὡς ἐσημαίνετο αὐτοῖς ἡ προσβολή, προσέβαλλόν τε αὐτίκα, καὶ τὸ ἐκτὸς τεῖχος ὑπερεβάλλοντο καὶ τούς τε ἄνδρας καὶ γυναῖκας ἠνδραποδίσαντο, ἐξελόντες τὸ χωρίον τοῦτο. ἑλόντες δὲ τὴν πόλιν ἀνῄεσαν ἐπὶ τὴν 2.229 ἀκρόπολιν, μετέωρόν τε οὖσαν καὶ ἀνέχουσαν ἐς ὕψος ὡσεὶ σταδίους τέσσαρας. ἡ δὲ ἄνοδος στενή τε ἦν καὶ χαλεπὴ ἀναβῆναι τῇ τε δυσχωρίᾳ καὶ προσάντης καὶ ἀνώμαλος ἐς τὰ μάλιστα, καὶ διακωλυόντων τῶν ἀνδρῶν χαλεπὰ ἦν ὑπερβῆναι καὶ ἐς τὴν ἀκρόπολιν ἀφικέσθαι. ἐνταῦθα ἐβίαζον τὴν ἄνοδον, ἀλλήλους ὑπερβαίνοντες. πολλοὶ δὲ ἐς τὴν ἄνοδον ταύτην φορᾷ ὑποφερόμενοι ὑπ' ἀλλήλων βίᾳ ἐς τὸν κρημνὸν ἐγένοντο, καὶ ἀπώλοντο τῶν νεηλύδων ὡς πλεῖστοι. οἱ δὲ ἄλλοι ὑπερέβησαν καὶ ἐγένοντο ἐν τῇ ἀκροπόλει καὶ προσέβαλλον. οἱ δὲ Ἕλληνες χρόνον ἤδη πολὺν μαχόμενοι οὐκ ἠδύναντο οἱ ἀμύνεσθαι πρὸς ἄλλους καὶ ἄλλους τῶν βασιλέως. ἀπεῖπον δή, προσῴκησαν δὲ ἐς ὁμολογίαν τῷ βασιλεῖ. τούτους μὲν οὖν, ὡς τὴν ἀκρόπολιν παρέλαβε, πάντας ἀπαγαγὼν εἰς ἕνα χῶρον κατέσφαξε, γενομένους τοὺς σύμπαντας ἐς τριακοσίους, καὶ τὸν ἄρχοντα αὐτῶν τῇ ὑστεραίᾳ χωρὶς ἔτεμε τὸ σῶμα ποιησόμενος. ἐντεῦθεν ἤλαυνε διὰ Λεονταρίου τῆς πόλεως, καὶ στρατοπεδευσάμενος, ὡς ἐπυνθάνετο πάντας εἰσενεγκαμένους γυναῖκάς τε καὶ παῖδας καὶ αὐτοὺς ἐς ἐρυμνήν τινα πόλιν Γαρδικίην καλουμένην, αὐτίκα ἐπεισπεσὼν ἐστρατοπεδεύετο. καὶ τῇ ὑστεραίᾳ προσέβαλλε μὲν ἀπὸ τῆς ἀκροπόλεως καὶ ἐτειχομάχει σὺν τοῖς νεήλυσι, τοὺς δὲ ἀζάπιδας ἐκέλευε κατὰ τοῦτο τῆς πόλεως προσβάλλειν, ᾗ βάσιμα ἦν αὐτοῖς ὑπερβῆναι. καὶ οἱ μὲν ἀζάπιδες εἰσπεσόντες αὐτίκα ὑπερέβησαν τοὺς Ἕλληνας καὶ ἐτρέψαντο, φερόμενοι δὲ ἅμα αὐτοῖς εἰσέβαλλον ἐς τὴν πόλιν, καὶ ἐφόνευον ἀφειδέστατα, 2.230 παραγγείλαντος, καὶ ἄνδρας καὶ γυναῖκας καὶ ὑποζύγια καὶ κτήνη, οὐδενὸς φειδόμενοι. αὐτίκα καὶ οἱ ἐν τῇ ἀκροπόλει παρέδωκαν σφᾶς, ἐς ὁμολογίαν χωρήσαντες. Μποχάλης δ' ἦν ὁ τῆς πόλεως ἄρχων, καὶ οἱ προσήκοντες αὐτῷ. ἐνταῦθα κήρυγμα ποιησάμενος ὁ βασιλεὺς ἐς τὸ στρατόπεδον, ἀνδράποδον ὅστις ἀπήγετο, ἂν μὴ αὐτίκα ἥκῃ ἄγων, τὸ μὲν ἀνδράποδον κελεύσει ἀνελεῖν τὸν δεσπότην, μετὰ δὲ ἀναιρήσει καὶ τὸ ἀνδράποδον. μετὰ δὲ ταῦτα οὐδὲν σπανιώτερον ἦν ἐν τῷ στρατοπέδῳ ἀνδραπόδων τῶν τῆς πόλεως ταύτης· συναπήχθησαν γὰρ ἐς χιλίους μάλιστα καὶ διακοσίους. τούτους δὲ σύμπαντας ἀπάγων ἐς ἕνα χῶρον αὐτοῦ ταύτῃ διεχρήσατο, ὥστε μηδένα τῶν τῆς πόλεως Λεονταρίου προσόντων λειφθῆναι, μήτε ἄνδρα μήτε γυναῖκα. ἐπυθόμην δὲ μετὰ ταῦτα τῶν περιοίκων γενέσθαι τὰ σώματα ἀμφὶ τὰ ἑξακισχίλια, ὑποζύγια δὲ πολλαπλάσια. ταῦτα γενόμενα ὑπὸ βασιλέως ὡς ἐπυνθάνετο καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου, αὐτίκα προσεχώρησεν ὑπὸ δέους, πρέσβεις πέμποντα ὡς βασιλέα, ἄλλα τε καὶ Σαλβάριον καὶ Ἀρκαδία, ἐπίνειον τῆς ταύτῃ χώρας, πρὸς τῇ Πύλῳ ᾠκημένη, πόλις ἐχυρωτάτη. τούτους μὲν ὡς παρέλαβε βασιλεύς, τοῖν πολέοιν τοὺς ἄνδρας τε καὶ γυναῖκας, ἐς φυλακὴν ἐποιήσατο σύμπαντας, ἐς μυρίους μάλιστα συναθροισθέντας, καὶ ὥρμητο μὲν ὡς ἀποκτενῶν, μετὰ δὲ ἔπεμπεν ἐς τὴν Βυζαντίου χώραν ἐς τὰ προάστεια ὡς οἰκήσοντας. τὸν δὲ ἡγεμόνα ∆ημήτριον περιῆγεν ἐνταῦθα, ἄχρι προσόδου περιελαύνων. ἔπεμπε δέ, συναινοῦντος καὶ αὐτοῦ τοῦ ἡγεμόνος, Ἰησοῦν τὸν Ἰσαακίου παραληψόμενόν τε τὴν Ἐπίδαυρον καὶ ἄξοντα τήν τε ἡγεμόνος γυναῖκα καὶ θυγατέρα, ἣν ἔφασκεν ἀγαγέσθαι ἐς 2.231 γυναῖκα ἑαυτῷ βασιλεύς. ἔπεμπέ τε καὶ ἄρχοντα τῶν ἑαυτοῦ ὁ ἡγεμὼν τῶν Ἑλλήνων, πείσοντα μὲν τοὺς ἐν τῇ Ἐπιδαύρῳ παραδιδόναι τὴν πόλιν, καὶ τὴν γυναῖκα αὐτοῦ ἀπάξοντα καὶ τὴν θυγατέρα. Ἰησοῦς μὲν παραλαβὼν τοὺς Ἕλληνας ἤλαυνεν ἐς Ἐπίδαυρον· ὡς δὲ ἀφίκετο ἐπὶ τὴν πόλιν, ἐνταῦθα ὁ τῆς πόλεως ἄρχων, ἐναγόντων ἅμα καὶ τῶν ἐν τῇ πόλει, ἀφίστη ἀπὸ τοῦ ἡγεμόνος, καὶ οὐκ ἔφη παρ' αὐτῷ διδόναι τὴν πόλιν. τὴν μέντοι ἡγεμόνος Ἑλλήνων γυναῖκά τε ἅμα καὶ θυγατέρα ἐπέτρεψεν ἐξιέναι. καὶ