151
φωνῆς μου. Θυγατέρες, ἐν ἐλπίδι ἀκούσατε λόγους μου. Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ' ἐλπίδος. Ἀνήλωται ὁ τρυγητός. Πέπαυται ὁ σπόρος, καὶ οὐκέτι μὴ ἔλθῃ9. κ.τ.λ. Περὶ τῆς θεοφανείας, καὶ τῶν ἀποστόλων τῆς τε κλήσεως εἰπὼν τῶν ἐθνῶν, νῦν τῷ ἐκ περιτομῆς προσφωνεῖ λαῷ παρακελευόμενος θρηνεῖν, ὡς ἐκπεπτωκότι τῆς χάριτος ἐξ ἀπιστίας. Οὓς διὰ τὸ τῆς ψυχῆς ἔκλυτον, γυναῖκας καλεῖ. Ἤγουν τὰς αὐτῶν συναγωγὰς οὕτω δηλοῦσθαί φασιν. Οἱ δὲ λοιποὶ τῶν ἑρμηνευτῶν, γυναῖκες εὐθηνοῦσαι, φασὶν, ἀντὶ τοῦ πλούσιαι. Πάλαι γὰρ ἐπλούτουν εὐθηνοῦσαι κατὰ Θεόν. Ἐτρύφων δὲ ἴσως καὶ πλούτῳ σωματικῷ. Τινὲς δέ φασιν, ὡς ἔθος τῇ Γραφῇ γυναῖκας καλεῖν πόλεις, ἢ κώμας. Καὶ μητροπόλεως οὔσης μιᾶς, θυγατέρας αὐτῆς προσαγορεύειν τὰς ἄλλας. Οὕτω ὁ θεῖος ∆αβίδ· Ἤκουσε, φησὶ, καὶ ηὐφράνθη Σιών. Καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας. Τοῦ δὲ Σωτῆρος τὸ πρόσωπον ταῖς πόλεσιν Ἰουδαίας τὰ νῦν συμβουλεῦόν φησιν, Ἀκούσατε τῆς φωνῆς μου, πρὸς τὸ εὐαγγελικὸν αὐτὰς ἀνακαλούμενον κήρυγμα. Καὶ, ὡς ἔτι πολυάνδρους πλουσίας καλεῖ, γενησομένας ἐρήμους, εἰ μὴ πείθοιντο λέγοντι. Τὸ δὲ ἐπ' ἐλπίδι, φασὶν οἱ λοιποὶ, πεποιθυῖαι. Γυναῖκας δὲ λέγει τὰς ἐπὶ τῶν παλαιῶν χρόνων παρ' Ἰουδαίοις συνόδους, αἷς διαναστῆναι καὶ ἀκοῦσαι παρακελεύεται. Θυγατέρας δὲ, τὰς μετὰ ταῦτα συστάσας τῶν αὐτῶν Συναγωγὰς, ἃς ἐνωτίσασθαι βούλεται. Ἀμφοτέρας δὲ κινεῖ πρὸς σύντονον ἀκοὴν τῶν λόγων ἀκούειν ἐπ' ἐλπίδι λαμπρᾷ. Ἐνιαυτοῦ δὲ μεμνῆσθαι παρακαλεῖ, καθ' ὃν ὁ Σωτὴρ ἐν ἀνθρώποις τὸ σωτήριον ἐποιήσατο κήρυγμα, παρὰ τῷ προφήτῃ λέγων· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με." Καὶ προϊών φησι καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν. Τούτου βούλεται μεμνῆσθαι τὰς προειρημένας μετ' ὀδύνης κατανυττομένας ἐφ' ὃν τετολμήκασιν, ἔχειν δὲ καὶ τὴν ἐπηγγελμένην τοῖς ἐφ' οἷς ἔπραξαν μετανοοῦσιν ἐλπίδα. Ὅτε μὲν οὖν ὑπῆρχεν ἀμπελὼν Κυρίου ὁ οἶκος τοῦ Ἰσραὴλ, πολὺς ἦν παρ' αὐτοῖς τρυγητὸς, παντὸς τοῦ ἔθνους τῷ τοῦ Θεοῦ καρποφοροῦντος ναῷ. Νῦν δέ φησιν, Ἀνήλωται, οὐχ ὡς ἀναληφθῆναι πάλιν, ὅπερ γέγονε μετὰ τὴν ἐξ Ἀσσυρίων ἐπάνοδον. Νῦν γὰρ οὐκ ἔτι φησὶν, ἀλλὰ καθάπαξ ἐκτέτμηται. ∆είκνυσι δὲ, φασί τινες, ὡς ἀπειθοῦντι τῷ Ἰσραὴλ οὐκ ἀζήμιον τὸ χρῆμα γενήσεται. Ἤμελλον γὰρ 2284 οἱονεὶ τρυγᾶσθαι τούτων αἱ πόλεις Ῥωμαίων παραδοθεῖσαι χερσὶν, καὶ θηρίων ἐξ ἐρημίας ἐνδιαίτημα γίνεσθαι. Βούλεται τοίνυν τὴν κατὰ Θεὸν αὐτῶν ἅψασθαι λύπην τῆς προτέρας ἀπιστίας ἐξισταμένων. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἀπεργάζεται. Ἧς καρπὸς τὸ ἀποδύσασθαι μὲν τὴν τοῦ πλούτου περιβολὴν, ἀνδρικῷ δὲ ζωσαμένας σχήματι τὰς ὀσφῦς, κόψασθαι, τοῦ πρώτου αὐτῶν ἀμπελῶνος τὴν ἐρημίαν. Καὶ κατὰ ψυχὴν δὲ τῆς νοητῆς εὐκαρπίας ἀποπεπτώκασιν Ἰουδαῖοι, ἀντὶ σταφυλῆς ἀκάνθας ποιήσαντες, κατὰ τὴν τοῦ προφήτου φωνήν. Φησὶ δὲ καὶ ἕτερος, "Ἀνεμόφθορα ἔσπειραν. Καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά. ∆ρᾶγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον." ∆ιὸ, φησὶν, αἱ πρὶν ἐπὶ Θεῷ πεποιθυῖαι, καὶ τὴν γνώμην μεταβαλοῦσαι, θρηνήσατε· ἀνῆκε γὰρ τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι εἰς αὐτόν. Καὶ γέγονεν ὄνων ἀγρίων εὐφροσύνη, καὶ πονηρῶν ποιμένων βοσκήματα, τοῦτ' ἔστιν ἀκαθάρτων πνευμάτων. Καὶ ∆αβὶδ δὲ ὡς περὶ ἀμπέλου λέγει τοῦ Ἰσραήλ· "Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν." Ὡς γὰρ κεχερσωμένον παρορᾶται χωρίον [λείπ. ὁ κτήτωρ, ἤ τι τοιοῦτον], οὕτω Θεὸς ψυχὴν ἄκαρπον τῆς ἰδίας προνοίας οὐκ ἀξιοῖ. Ἀντὶ δὲ τοῦ ἀπὸ γεννήματος ἀμπέλου· ὁ μὲν Ἀκύλας φησὶν, ἐπὶ ἀμπέλῳ αὐξητικῇ· ὁ δὲ Σύμμαχος, περὶ ἀμπέλου πολυφόρου, πρὸς ἥν φησιν ἀλλαχοῦ· "Ἐγώ σε ἐφύτευσα ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;" Ἀντὶ δὲ τοῦ, ἡ γῆ τοῦ λαοῦ μου, Σύμμαχος, ἐπὶ τὴν γῆν τοῦ λαοῦ μου, φησί. Συνῳδὰ δὲ τοῖς ἔμπροσθεν, ἐν οἷς ἔλεγεν· "Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησεν δὲ ἀκάνθας." Καὶ ταύτας ἑρμηνεύων ἐπῆγεν· "Ἔμεινα ἵνα ποιήσῃ κρίσιν,