βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
πάλιν τῷ βίῳ γίνε ται χρήσιμος. Καὶ μυρία (ἕτερα) ἄν τις εἴποι τῶν ̣90a ἀνέμων ἔργα. Ἀλλ' ὅμως ταῦτα πάντα πα ραδραμὼν ὁ προφήτης καὶ καταλιπὼν (τὸν ἀκροα τὴν) ἀναλέγεσθαι, αὐτὸς μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέστησεν· τὸ γὰρ εἰπεῖν, "ἐκ θησαυρῶν αὐτοῦ," οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὸ εὔκολον τοῦ ἐπιτάττοντος καὶ 332 ἕτοιμον τῆς βουλῆς καὶ παρ εσκευασμένον. Ὥσπερ γὰρ ὁ ἔχων θησαυρὸν μετὰ ἀδείας ἐξάγει πάντα καὶ, ὅτε βούλεται, πάλιν εἰσάγει, οὕτω (καὶ) ὁ τοῦ παντὸς ∆ημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκε. Εἶδες πόση καὶ ἐν ἀέρι διαφορὰ, καθάπερ καὶ ἐν ὕδατι, καὶ ἐν πυρὶ πολλαὶ (αἱ) ἐναλλαγαί. Καὶ γὰρ τοῦ ὕδατος τὸ μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ ὑπερουράνιον, τὸ δὲ ὑπόγειον, ἀφ' οὗ καὶ τὰ θερμὰ ὕδατα ἐν δια φόροις τόποις ἀνάγονται, διὰ τοῦ ὑπογείου πυρὸς θερμανθέντα παραδόξως. Καὶ τοῦ πυρὸς τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δὲ ἐν σελήνῃ, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐν ἀέρι, τὸ δὲ ἀπὸ ξύλων, τὸ περὶ ἡμᾶς τὸ λυχνιαῖον, τὸ δὲ ἀπὸ γῆςκαὶ γὰρ ἔστι πολλα χοῦ τοιοῦτο ἀπὸ γῆς ἀναδιδόμενον ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτωνκαὶ τὸ μὲν ἐν λίθοις παρατριβο 110.517 μένοις, τὸ δὲ ἐν κόμαις δένδρων καὶ αὐτῶν παρατρι βομένων, τὸ δὲ ἐν κεραυνοῖς, (τὸ δὲ) ἐκ τοῦ ἀέρος, τὸ δὲ ἐξ ὑδάτων καὶ ὑέλων διαυγεστάτων καὶ καθαρωτάτων ἐξάλλεσθαι πέφυκεν. Καὶ ἐν ἀέρι πάλιν· ὁ μέν ἐστι παχύτερος ὁ περὶ ἡμᾶς καὶ φθοροποιὸς καὶ νοσημάτων ποικίλων γενητικὸς, ὁ δὲ λεπτότερος καὶ σωμάτων εὐκρασίας καὶ εὐρω στίας πρόξενος, ὁ δὲ ἀνώτερος, πυρωδέστερος· ὥσπερ καὶ τῶν ἀνέμων πολλαὶ διαφοραί. Ὁ μὲν γάρ ἐστι λεπτότερος, ὁ δὲ παχύτερος, (καὶ) ὁ μὲν ψυχρότερος, ὁ δὲ θερμότερος, ὁ μὲν ὑγρότερος, ὁ δὲ ξηρότερος." Ὅθεν οὖν ὁ προφήτης ἐμπεσὼν εἰς τὴν ἄβυσσον τῶν τοιούτων εὐεργετημάτων, ἐν οἷς ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία δείκνυται, καὶ ἰδὼν τὸ ἀχανὲς πέλαγος, ἀπεπήδησε μέγα βοήσας· "Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας" καὶ ἐνέπλησας σοφίας τὰ ἄψυχα καὶ τὰ ἔμψυχα.
ΡΛΑʹ. Περὶ τῆς βασιλείας ∆ομετιανοῦ. 333 Μετὰ δὲ Τῖτον ἐβασίλευσε ∆ομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιεʹ, καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώ μης, κατ' ἐπιβουλὴν τῆς ἑαυτοῦ γυναικός. Οὗτος γὰρ διάδοχος τοῦ ἰδίου ἀδελφοῦ γενόμενος, οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἀρίστην πολι τείαν, ἀλλὰ τὴν τοῦ Τιβερίου καὶ Νέρωνος ἀνο σιουργίαν ἐκ διαμέτρου. Καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν, μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος, ἑαυτὸν ὁ ἄθλιος τελευταῖον ἀπεθέωσεν· κἀντεῦθεν (οὖν) ἔχθιστον ἅπασι καὶ ἀπόβλητον, διὰ τὸ φονικόν τε καὶ θηριῶ δες τῆς μιαρᾶς γνώμης, ἑαυτὸν ὁ τάλας ἀποφήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος, αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέ βηλον κατέστρεφε βίον, ὡς εἴρηται. ̣2 ̣ Ἐφ' οὗ Τιμόθεος ὁ ἀπόστολος καὶ Ὀνήσιμος ἐμαρτύρησαν, καὶ Ἰωάννης ὁ (Θεολόγος καὶ) εὐαγγελιστὴς ἐν Πάτμῳ τῇ νήσῳ ἐξορί ζεται.
ΡΛΒʹ. Περὶ Ἀπολλωνίου τοῦ Τυανέως. Καὶ Ἀπολλώνιος ὁ Τυανεὺς (ἐγνωρίζετο περιπολῶν ̣90b καὶ πανταχοῦ ποιῶν εἰς τὰς πόλεις καὶ χώρας δαιμονικὰ ἀποτελέσματα)· ἀπὸ Ῥώμης (δὲ) ἐλθὼν πρὸς τὸ Βυζάντιον καὶ παρακληθεὶς ὑπὸ τῶν ἐντοπίων, ἐποίησε ταῦτα, φυγαδεύσας τὸ πλῆθος τῶν 334 ὄφεων καὶ σκορπίων ἐκ τῆς πόλεως, ὥστε μὴ ἀδικεῖσθαι ὑπ' αὐτῶν τοὺς ἀνθρώπους, καὶ τῶν ἵππων τὴν ἀταξίαν χαλινώσας ἐν ταῖς συνελεύσεσι τῶν ἀρχόντων. ̣2 ̣ Ὡσαύτως (δὲ) καὶ εἰς Ἀντιόχειαν παραγενόμενος ἐποίησε· τυ ραννούμενοι γὰρ οἱ Ἀντιοχεῖς ὑπὸ τῶν σκορπίων 110.520 καὶ (τῶν) κωνώπωνποιήσας χαλκοῦν σκορπίον καὶ χώσας αὐτὸν ἐν τῇ γῇ καὶ μικρὸν ἐπιστήσας ἐπάνω κίονα, προσέταξε καλάμους βαστάζειν τὸν λαὸν καὶ περιερχομένους κράζειν τοὺς καλάμους ἐπισείοντας· "Ἀκώνωπα τῇ πόλει·" καὶ οὕτως ἐξηφανίσθησαν ἐκ τῆς πόλεως οἵ τε σκορπίοι καὶ οἱ κώνωπες. Αἰτηθεὶς δὲ καὶ περὶ τῶν σεισμῶν τῶν ἐπικειμένων τῇ πόλει καὶ στενάξας ἔγραψεν ἐν διπτύχῳ