152
ἐποίησεν δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν·" ∆ιὸ γέγονεν ὄνων ἀγρίων οἰκητήριος, καὶ βοσκήματα ποιμένων, ἢ ἀγελῶν κατὰ τὸν Ἀκύλαν. Ἅπερ εἰς ἔργον ἐξέβη. Εἰδωλολάτραι γὰρ ἐκ διαφόρων ἐθνῶν γεγόνασι ταύτης οἰκήτορες. ∆ιὸ δεῖ, φησὶν, ὑμᾶς ἐπιμένειν ἐπὶ τοσοῦτον τῷ θρήνῳ, ἔως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς πνεῦμα ἀφ' ὑψηλοῦ. Ἢ κατὰ Σύμμαχον, ἀνάψυξις ἐξ ὕψους. Πνευμάτων μὲν οὖν ἐστι διάφορα. Πλὴν οὐδὲν ὑμᾶς ἀνακτήσασθαι δύναται, καὶ ἀναπαῦσαι τοῦ θρήνου, ἢ τὸ ἐξ ὕψους καταπεμπόμενον, ὃ πέμψειν ὁ Σωτὴρ τοῖς μαθηταῖς ἐπηγγέλλετο. Τοῦτο καὶ νῦν, εἰ μετανοοῦσαι κλαύσωσιν, ἐπαγγέλλεται. "Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι παρακληθήσονται· καὶ οἱ κλαίοντες, ὅτι γελάσουσι." Τινὲς δέ φασιν, ὡς ἐναργῆ τὸν χρόνον παρίστησιν τῆς τοῦ λαοῦ τῶν ἀπίστων χερσέως, ὅτ' ἂν οἱ πεπιστευκότες θείου τεύξονται Πνεύματος, ἡνίκα καταφοιτῆσαν ἐξ ὕψους γλώσσαις πυρὸς μεριζομέναις εἰκάζετο. Τότε γὰρ 2285 ἔσται, φησὶν, ἔρημος, ὁ Χέρμελ. Καὶ πρόσθεν γὰρ ἔλεγεν· ὅτι μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὅρος τὸ Χέρμελ. Καὶ Χέρμελ εἰς δρυμὸν λογισθήσεται. Ἐδήλου δὲ τοὺς μὲν ἐκ περιτομῆς ὁ Χέρμελ, ὃς καὶ Κάρμηλος λέγεται, ὄρος ὂν ἐν τῇ Σαμαρείᾳ, ἑρμηνευόμενον δὲ, ἐπίγνωσις περιτομῆς. Ὁ δὲ Λίβανος τὰ ἔθνη, τῆς Φοινίκης ὑπῆρχον. Ἔμελλεν γὰρ ἐκεῖνοι μὲν ἄκαρποι γενήσεσθαι, καὶ πυρὸς ὕλη, ὄρειοί τινες καὶ ἀνήροτοι τὴν ψυχὴν (τοιοῦτοι γὰρ οἱ δρυμοί)· μετελθεῖν δὲ τὰ ἔθνη πρὸς τὴν αὐτῶν θεοσέβειαν χρηματίζοντα Λίβανός τε καὶ ἔρημος, ἀντὶ τοῦ θεοσεβοῦς πάλαι λαοῦ μερὶς Κυρίου γινόμενα, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ, καίτοι πρότερον ὄντα δρυμὸς καὶ ἔρημος, ἤπερ ὡς μεγάλων ἀγαθῶν ἠξιωμένη τὰ μετὰ ταῦτα λοιπὸν ἐπαγγέλλεται, καλῶν αὐτὴν Κάρμηλον, εἰς ὃν ἔλεγεν μετατεθεῖσθαι τὸν Λίβανον. Τινὲς δὲ Κάρμηλον τὸν ἐκ περιτομῆς νοοῦσι λαὸν, καὶ ζητοῦσι πῶς εἰς δρυμὸν λογισθήσεται, ἐν αὐτῷ πάλιν κατα..... καί φασι τοῦτο διὰ τὸ κατάλειμμα λέγεσθαι τὸ σωθὲν καὶ τοῖς ..... συναγελαζόμενον. Ἐν τῇ ἐρήμῳ τοίνυν δικαιοσύνην φησὶν ἀναπαύσεσθαι. Καὶ ἄνω γὰρ εὐθὺς τῇ περὶ Χέρμελ καὶ Λιβάνῳ μεταθέσει τὴν κλῆσιν δηλῶν τῶν ἐθνῶν, ἔλεγεν κωφοὺς ἀκούσεσθαι τοὺς λόγους τοῦ βιβλίου, καὶ τυφλῶν ἰδεῖν ὀφθαλμούς· οὕτω καὶ νῦν ἔργα φησὶν ἔσεσθαι δικαιοσύνης, ὧν τὸ κεφάλαιον ἡ τοῦ Θεοῦ ἐστιν εἰρήνη ὑπερέχουσα πάντα νοῦν, ὅς ἐστιν ἡ εἰρήνη ἡμῶν δικαιοσύνη τε καὶ κρῖμα. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ, δικαίῳ τε καὶ ὀρθῷ κρίματι κατακριθείσης τῆς ἁμαρτίας. Ὃς καὶ κατὰ Παῦλον, εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, Ἰουδαίῳ δηλονότι πρώτῳ καὶ Ἕλληνι. ∆ιὸ τὴν πρὸς Θεὸν καταλύσαντες ἔχθραν πόλεσίν ἐσμεν ἀναπαύσεως, καὶ τῆς εἰς αἰῶνα τρυφῆς τὸν ἐκκλησιαστικὸν τῶν ἀρετῶν ἔχοντες πλοῦτον, περὶ οὗ φησιν ὁ Ἀπόστολος· "Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει." Καὶ ἀλλαχοῦ δέ φησιν ὁ προφήτης· "Εὐφράνθη ἔρημος ἡ διψῶσα. Ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον·" ἔρημον καλῶν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, διὰ τὸ ἄκαρπον καὶ παντὸς ἐψιλωμένον ὑπερανεστηκότος φυτοῦ. Χριστοῦ δὲ κατοικήσαντος ἐν αὐτῇ, φησὶ πάλιν Ἡσαΐας· "Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ἐν τῇ ἀνύδρῳ ποταμοὺς, θήσω εἰς τὴν ἄνυδρον, γῆν κέδρον καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην," τὰς διαφόρους τῶν πιστευσάντων ἐπηρμένας δηλῶν ἀρετάς. Φησὶ δὲ νῦν ὡς οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης. Ἀντὶ γὰρ τῆς μεγάλης ἐκείνης καὶ γαυριώσης, κατὰ Σύμμαχον, συνέστησε πόλιν, τὴν 2288 ἀπὸ περάτων ἕως περάτων καθολικὴν Ἐκκλησίαν. Λαὸν δὲ πάλιν ἀορίστως φησὶν, καὶ οὐ τὸν Ἰακὼβ, ἢ τὸν Ἰσραὴλ, ἐν τῇ καινῇ κατοικήσοντα πόλει. Εἶτα, ἐπειδὴ ἐν τοῖς ἀνωτέρω τὴν ὀργὴν τοῦ Θεοῦ κατὰ τὸν τῆς κρίσεως καιρὸν τοῖς ἀσεβέσιν ἐπελεύσεσθαι, καὶ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ πυρὸς φλογὸς ἔλεγε κατεσθιούσης, κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βία· εἰκότως νῦν περὶ τῶν μακαριζομένων ἐπήνεγκεν· Ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ' ὑμᾶς ἥξει. Προλέγει δὲ καὶ τὰς ἐν δρυμοῖς