153
ἀκάρπους ψυχὰς, ἐν γεωργουμένῃ γενήσεσθαι χώρᾳ, φυγούσας τὸ τραχὺ καὶ ἀνήμερον, νεούσας δὲ νεώματα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Τινὲς δὲ χάλαζαν φασὶ τὴν θείαν ὀργὴν, δι' ἣν ὑπὸ Ῥωμαίων ἑάλωσαν, σκεπασθέντων τῶν εἰς αὐτὸν πιστευσάντων. Εἶθ' ἑξῆς μακαρίζει τοὺς τὴν ἔρημον ταύτην γεωργήσοντας, τῇ τῆς γεωργίας ἐπιμείνας μεταφορᾷ. ∆ηλοῖ δὲ τοὺς ἀποστόλους τοὺς κηρύξαντας Ἰουδαίοις καὶ Ἕλλησι. ∆ηλοῖ γὰρ ὁ μὲν βοῦς τὸν Ἰσραὴλ καθαρὸς ὣν, καὶ εἰς θυσίαν ἀναφερόμενος. Ὁ δὲ ὄνος τὰ ἔθνη. ∆ι' ὅπερ ὁ νόμος τὰ πρωτότοκα τῶν ὄνων εἰς πρόβατα καταλλάττεσθαι βούλεται. Οὕτως οὖν ἑκατέρους, διὰ τοὺς πατέρας καλεῖ. Τὴν δὲ θείαν Γραφὴν ὕδωρ ἐκάλεσε πατουμένην ὑπὸ Ἰουδαίων καὶ ἐθνικῶν. Οὓς δὲ καλῶ, φησὶ, μακαρίους, οἱ διῶκται ταλαιπώρους καλέσουσιν, καίπερ συμπάσχοντας, ἵνα καὶ συμβασιλεύσωσιν. Ἀλλ' ἀνθ' ὑμῶν αὐτοί φησι τοιοῦτοι γενήσονται. Οὐ γὰρ ὑμᾶς ἀθετοῦσιν, ἀλλὰ τὸν ἀποστείλαντα. ∆ιὸ παραδοθήσονται τῷ παραλαμβάνοντι τοὺς ἀποβλήτους γεγονότας Θεοῦ, καὶ ὡς σὴς ἱμάτιον διαφθείροντι. Τινὲς δὲ ὕδωρ τὸν ζῶντα τοῦ Θεοῦ λόγον σημαίνειν φασὶ, τῷ ζωτικωτάτῳ τῶν στοιχείων ἀπεικαζόμενον. Αὐτὸς γὰρ ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ κτίσας τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην. Τὸ δὲ, Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, καὶ τὰ ἐπ' αὐτῷ, Σύμμαχος οὕτως ἐξέδωκεν· Οὐαὶ ὁ ταλαιπωρίζων, αὐτὸς δὲ μὴ ταλαιπωρηθείς. Καὶ ὁ ἀθετῶν, αὐτὸς δὲ οὐκ ἀθετηθείς. Ὄταν συντελέσῃς ταλαιπωρίζων, ταλαιπωρηθήσῃ· καὶ ὅταν κοπιάσῃ ἀθετῶν, ἀθετήσουσί σε· δηλῶν ὡς μακάριον ἐν τῷ τῶν πασχόντων εἶναι τάγματι, καὶ μὴ τῶν διωκόντων. Ἄθλιοι γὰρ οὗτοι, καὶ τὴν αἰτίαν ἐπήνεγκεν. Τινὲς δὲ τὴν ῥῆσιν οὕτως ἐξηγήσαντο· Ἀνδρῶν ἀπορία τῶν πειθομένων, τὰς γυναῖκας καλεῖ καὶ μάλιστα τὰς πλουσίας, αἳ τὸ σῶμα κοσμοῦσαι, καθάπερ ἔλεγεν ἄνω, τὴν ψυχὴν εἶχον ἀκόσμητον. Ἃς ὡς ἐξ ὕπνου διεγείρει, καὶ καλεῖ πλουσίας, οὐ τὸν πλοῦτον σκώπτων (παρὰ Θεοῦ γὰρ ἐδέδοτο), τὸν δὲ τρόπον τῆς χρήσεως. Τὰς ἀκοὰς τοίνυν ἐπ' ἐλπίδι προξενούσῃ σωτηρίαν ὑπέχετε, τὴν μετ' ἐνιαυ 2289 τὸν αἰχμαλωσίαν εἰς νοῦν ἐμβαλλόμεναι. Καὶ λιμὸς δὲ διαδέξεται τοὺς διὰ κόρον ὑβρίσαντας, οὕτω τοῦ Θεοῦ θεραπεύοντος. Ὅθεν τὴν δίκην φθάσατε θρήνῳ, ἵνα πρὸς οὐρανὸν ἀναβλέψασαι, πνεῦμα σωτήριον ἐκεῖθεν καρπώσησθε. ∆ιὰ δὲ τοῦ Χέρμελ, τὴν ἐσομένην ἐρημίαν τῆς χώρας ἐδήλωσεν. Κρῖμα δέ φησιν ἀναπαύσασθαι ἐν τῇ ἐρήμῳ, τὴν πόλιν οὕτω καλῶν· καὶ δικαιοσύνην ἐν τῷ Καρμήλῳ, τοῦτ' ἔστιν, ἐν τῇ χώρᾳ, δηλονότι τῶν ἀδίκων οἰκητόρων ἐκπεπτωκότων, ὥσπερ τῶν ἀλλοφύλων πρότερον δι' ἀσέβειαν. Πάντες γὰρ αὐτοῦ δημιουργήματα. Τοὺς δὲ πλημμελοῦντας μετέρχεται τῇ δίκῃ θεραπεύων διὰ χρηστότητα. Πάλιν δὲ μετανοοῦντας οἰκήσειν ἐν εὐθηνίᾳ φησίν. Θαῤῥήσει δὲ πᾶς δικαιοσύνην αὐχῶν, κἂν πάντα ταράσσηται. Καὶ οἱ ἐν τοῖς δρυμοῖς οὕτως ἀνεκτῶς οἰκήσουσιν, ὡς οἱ ἐν τῇ πεδιάδι· πανταχοῦ δὲ ταῖς ἀπειλαῖς χρηστὰς ἐλπίδας ἐγκαταμίγνυσιν, ἐκείναις φοβῶν, καὶ ταύταις παραμυθούμενος ἀπόγνωσιν, καὶ ῥᾳθυμίαν δι' ἀμφοῖν φυλαττόμενος. Εἶτα τοῖς πρὸς γῆν ὁρῶσι τὴν ἐκ γῆς λαμβάνει παραβολήν. Οὐ γὰρ ἐκείνους φησὶ μακαρίζετε τοὺς ἀρδευομένην οἰκοῦντας, καὶ βουσὶ μὲν ἐργάσιμον, ὄνοις δὲ πρὸς ὁδοιπορίαν βατήν. Ἀλλὰ ψευδῶς αὐτοὺς μακαρίζετέ φησι. Τοιαύτην γὰρ ὑμεῖς οἰκοῦντες, τὸ μακάριον οὐκ ἐκτίσασθε, περὶ τὸν δόντα γεγονότες ἀγνώμονες. Οὐ γὰρ τοσοῦτον ὑμᾶς ὁ Ἀσσύριος, ὂν αὐτοὶ ἑαυτοὺς ταλαιπώρους ἐργάζεσθε. Θεῷ γὰρ εὐνοοῦσιν οὐδὲν ἐπῄει δεινόν. Ἀπεσείσθη γὰρ ἂν ὑμῶν, ὡς ἀφ' ἱματίου σής. ΚΕΦΑΛ. ΛΓʹ. αιβʹ. 9Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς. Ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρουσ9, κ.τ.λ. Μακαρίσας τοὺς ἀποστόλους, καὶ ταλανίσας τοὺς αὐτοὺς ἀθετήσαντας, ὡς ἐξ αὐτῶν εὐχὴν ποιεῖται τῶν ἀποστόλων, ὡς οἱ μὲν ἀπειθεῖς καὶ πολεμοῦντες ἡμᾶς, ἀπολώλασιν· ἡμῶν δὲ σὺ σωτηρία. Μαθόντες γὰρ ὡς οὐδεὶς αὐτοὺς ταλαιπωρήσειεν, ἐκ πολλῆς ταῦτα περιχαρείας φασὶν, ὅτι διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ, καὶ διεσκορπίσθησαν ἔθνη. Κατὰ δὲ Ἀκύλαν καὶ