βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
λειώσεως τῶν ἀποστόλων διεξιὼν ἔφη· "Ἰωάννης (δὲ), ὁ ἀδελφὸς Ἰακώβου, κηρύσσων ἐν τῇ Ἀσίᾳ τὸν λόγον (τοῦ Εὐαγγελίου), ἐξωρίσθη ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ ∆ομετιανοῦ βασιλέως Ῥώμης, κἀκεῖ θεν πάλιν εἰς Ἔφεσον ἐκ τῆς ἐξορίας ἀνακληθεὶς ὑπὸ Νερβᾶ, καὶ τὸ κατ' αὐτὸν Εὐαγγέλιον συγγρα ψάμενος, ἔνθα καὶ τὴν Ἀποκάλυψιν θεασάμενος, ἐτελεύτησε, οὗ τὸ λείψανον ζητηθὲν οὐχ εὑρέθη." ̣5 ̣ Ὁ δὲ τοῦ μεγάλου Γρηγορίου ἀδελφὸς 337 Καισάρειος ἐπὶ σεκρέτου ἐν Κωνσταντινουπόλει ἐρω τηθεὶς περὶ τούτου ἀπεκρίνατο λέγων· "Αὐτὸς Ἰωάννης ἐν τῷ κατ' αὐτὸν Εὐαγγελίῳ πρὸς τῷ τέ 110.524 λει διεσάφησε τοῦτο φάσκων· Καὶ τοῦτο εἰπὼν ὁ Ἰη σοῦς λέγει αὐτῷ, τουτέστι τῷ Πέτρῳ· "Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν, ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντακαί φησι· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰναὐτὸν θέλω μένειν ἕως ἔρχωμαι, τί πρὸς σέ; (ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκειἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχωμαι, τί πρός σε;) Ἐπεὶ οὖν ἁλιεύοντας αὐτοὺς κατείληφε, τῷ Πέτρῳ μόνῳ προσ έταξεν ἕπεσθαι αὐτῷ· ὁ δὲ καὶ τὸν Ἰωάννην συμπο ρεύεσθαι βουλόμενος ἔφη· Κύριε, οὗτος δὲ τί; Ὃν θεσπίσας ὁ Ἰησοῦς προσμένειν ἐπὶ τῆς ἁλείας φη σίν· Ἐὰν θέλω αὐτὸν μένειν ἐνταῦθα καὶ ἁλιεύειν ἕως ἂν ὑποστρέψας ἔρχωμαι πάλιν ὧδε, τί πρὸς σέ; ̣6 ̣ Ὥστε οὖν ἄριστα διορθούμενος τὴν ἐσφαλμένην αὐτῶν ὑπόνοιαν, εἰκότως ἔφη· Καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει. Καὶ γὰρ ἐν πολλοῖς πολλάκις διεσφάλλοντο πρὸς τὰς πεύ σεις Χριστοῦ καὶ ἀποκρίσεις, ὡς καὶ ̣91b ἀκούειν "ἀσυνέτους καὶ βραδεῖς τῇ καρδίᾳ," ἕως ἐλ θὸν τὸ Πνεῦμα τὸ ἅγιον ἐδίδαξεν αὐτοὺς καὶ "ὡδήγησεν εἰς πᾶσαν τὴν ἀλήθειαν," κατὰ τὸν λόγον τοῦ Κυρίου. Εἰ δέ τινες ἐριστικῶς (τε) καὶ προ πετῶς ἀποκρουόμενοι τὰς ἱερὰς ταύτας φωνὰς καὶ μαρτυρίας ἀκαίρως δῆθεν συλλογιζόμενοι εἴπωσι πρὸς τὸ καταγγεῖλαι τὴν δευτέραν Χριστοῦ παρου σίαν· Κατελείφθη ζῶν ἐν σαρκὶ μετὰ Ἐνὼχ καὶ Ἡλία, ἀκουέτωσαν, ὅτιπερ μόνους (τοὺς δύο) διὰ τῆς ἀποκαλύψεως αὐτὸς οὕτως φησὶν, ἐκ προσ ώπου Κυρίου λέγων, τοὺς δύο μάρτυρας γενήσεσθαι Ἐνὼχ καὶ Ἡλίαν, τοιάδε φάσκων· "Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας #22ασξʹ, περιβεβλημένους 338 σάκκους. Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαι (αἱ ἐνώπιον Κυρίου πάσης τῆς γῆς ἑστῶτες. Καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι), πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, ποιήσει τὸ ἀναβαῖνον θηρίον ἐκ τῆς ἀβύσσου πόλεμον μετ' αὐτῶν, καὶ νικήσει, καὶ ἀποκτενεῖ αὐτούς. Καὶ τὰ πτώματα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς μεγάλης πόλεως ἔσονται ἄταφα γʹ ἡμέρας ὅπου ὁ Κύριος αὐτῶν ἐσταυρώθη." Μάτην οὖν παραληροῦσί τινες φάσκοντες αὐτὸν ἔτι ζῇν ἐν σαρκὶ, "μὴ νοοῦντες μήτε ἃ λέγουσι τῷ ὄντι μήτε περὶ τίνων διαβε βαιοῦνται," οἴκοθεν τοῦτο καὶ οὐκ ἔκ τινων ἱερῶν ἐξηγητῶν ῥιψοκινδύνως τε καὶ τολμηρῶς ὄντως τε ρατευόμενοι. ̣7 ̣ Οὗτος ὁ Νερβᾶς ἐκ Παιονίας ἀγγελίας ἐπινικίων ἀκούσας παρὰ Τραϊανοῦ, ἀνελθὼν ἐν τῷ Καπετωλίῳ καὶ λιβανωτὸν θύσας, στὰς ἐπὶ βή ματος, μεγάλα βοῶν, τῆς τε βουλῆς καὶ τοῦ δή μου Ῥωμαίων παρόντων ἔφη· "Ἀγαθῇ τυχῇ· (Μάρκος) Νερβᾶς Τραϊανὸν υἱοποιοῦμαι." 110.525 ̣8 ̣ Οὗτος ἀπηγόρευσε τοῦ ἐκτέμνειν τινῶν τὰ αἰδοῖα ἐν Ῥώμῃ, καὶ νόσῳ τελευτᾷ
ΡΛΕʹ. Βασιλεία Τραϊανοῦ Μετὰ δὲ Νερβᾶν ἐβασίλευσε Τραϊανὸς ἔτη κʹ, καὶ ὑδεριάσας ἀπέθανεν. (Οὗτος διωγμὸν ἐπὶ πολὺ κατὰ Χριστιανῶν κινήσας μάρτυρας πολλοὺς ἐφό νευσε, ἀλλ' ὕστερον ἔπαυσε τὸν διωγμόν. ̣2 ̣ Ὅστις ἀγαθὸς, καὶ μισοπόνηρος, καὶ φιλοδίκαιος τοσοῦτος ὑπῆρχε, ὥστε γυμνώσας ποτὲ ῥομφαίαν ἐν ώπιον τῶν μεγιστάνων ἐπέδωκε τῷ ἐπάρχῳ 339 λέγων· ∆έξαι τὸ ξίφος τοῦτο, καὶ εἰ μὲν καλῶς πράττω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μὴ καλῶς, κατ' ἐμοῦ αὐτῷ χρῆσαι. ̣3 ̣ Προεχειρίσθη δὲ ὑπὸ Νερβᾶ διὰ τὴν ἀρετὴν αὐτοῦ ὡς πολεμικώτατος, καὶ πολλὰ