154
Θεοδοτίωνα, ἀπὸ φωνῆς ὄχλου, ἤγουν πλήθους ἀνεχώρησαν λαοί. ∆ηλοῖ δὲ τὴν ὑπὸ πολλῶν ἅλωσιν πολεμίων, καὶ τῆς πόλεως ἔκπτωσιν. Ἀντὶ δὲ τοῦ, ἀπὸ φόβου σου, ὁ Σύμμαχος ἀπὸ τοῦ ὑψωθῆναι διεσπάρησαν, εἴρηκεν. Τῆς γὰρ ἰδίας ἐξέστησαν γῆς. Ἔκστασιν δέ τινες τὴν κατάπληξιν τὴν ἀπὸ τοῦ δέους εἰρήκασιν. Ἡ δὲ σωτηρία τοῖς ἁγίοις ἐν καιρῷ γίνεται θλίψεως, κατὰ τό· "Ὅτ' ἂν ἀσθενῶ, τότε δυνατός εἰμι." Καὶ τό· "Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται." Τὰ δὲ τοῖς ἀπειθέσιν ἐσόμενα καὶ Μωσῆς καὶ προφῆται κηρύττουσιν. Καὶ ὁ Σωτὴρ δέ φησιν· "Ὅταν εἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερου 2292 σαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ' ἡμᾶς." Εἶτα ὡς πρὸς τοὺς διασκορπισθέντας εἰς τὰ ἔθνη λέγει παρεισαχθὲν τοῦ Θεοῦ τὸ πρόσωπον, ὥς τινές φασι· Νῦν δὲ συναχθήσεται τὰ σκύλα ὑμῶν· τοῦτ' ἔστιν, Οὐκ εἰς μακρὰν ἁλώσεσθε· καὶ τὸ εὐάλωτον δηλῶν τοῦ τῶν Ἰουδαίων λαοῦ, οἱονεὶ παίζοντες, φησὶν ἀκρίδων ὑμᾶς λήψονται δίκην, οὕτω δὲ καὶ τὰς ψυχὰς τῷ Σατανᾷ γεγόνασι παίγνιον· ἐφ' ᾧ πάλιν ἀναφωνοῦσιν οἱ δίκαιοι. Ἤγουν ὁ προφήτης ἐπὶ τὸ τάγμα τῆς Ἐκκλησίας μεταβαίνων δοξάζει τὸν Θεὸν ἐπ' αὐτοῖς τὸν ἐν ὑψηλοῖς κατοικοῦντα, ἢ τοῖς οὐρανοῖς, ἢ τοῖς ὑψώσασι τὴν διάνοιαν, οἳ καὶ Σιὼν χρηματίζουσιν, ὄντες Ἐκκλησία Θεοῦ. Καὶ δῆλον, ἐκ τοῦ πλήρης εἶναι λέγεσθαι κρίσεως καὶ δικαιοσύνης, συμφώνως οἷς ἔλεγε, "Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα καὶ δικαιοσύνη." Ἣν γὰρ εἶπεν ἔρημον, νῦν ὀνομάζει Σιών. Προσήκατο γὰρ Χριστὸν τὴν δικαιοσύνην, ὃν ἡ ἐπίγειος Ἱερουσαλὴμ οὐκ ἐδέξατο. Ἡ δὲ κρίσις δηλοῖ τὸ μηδὲν ὑπὸ τῶν ἁγίων ἄκριτον γίνεσθαι. ∆ιό φησιν, ἐν νόμῳ παραδοθήσονται. Τῷ γὰρ εὐαγγελικῷ παρεδόθησαν νόμῳ καινῷ· καὶ ἡ σωτηρία τούτων ἐν θησαυροῖς τοῖς ἀποκειμένοις ἐν οὐρανῷ. Ἀντὶ δὲ τοῦ, ἐν νόμῳ παραδοθήσονται, Σύμμαχός φησιν· Ἡ πίστις τοῦ καιροῦ σου πλοῦτος σωτηρίας, σοφία, καὶ γνῶσις. Φόβος Κυρίου αὐτὸς ὁ θησαυρός σου. Τῶν Ἑβδομήκοντα λεγόντων· Ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια. Ἅπερ πρὸς τὸν Θεὸν ὥσπερ θυσία τις ἐξ ἀνθρώπων ἀνάγεται λογικὴ, ἃ καὶ θησαυροὶ δικαιοσύνης εἰσίν. Τὸ δὲ, ἐν νόμῳ παραδοθήσονται, τινὲς οὕτω φασίν· θαυμάζουσι τοὺς ἐξ Ἰσραὴλ ὡς ἀπολωλότας διὰ τοῦ νόμου, ὃν εἰς σωτηρίαν ἐδέξατο. Κατὰ γὰρ τὸν θεῖον Ἀπόστολον, "Ἀθετοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι." Ἔδει γὰρ τὴν σκιὰν τὴν μέχρι καιροῦ διορθώσεως ἀργῆσαι Χριστοῦ τοῦ φωτὸς ἐπιλάμψαντος. Σκιομαχοῦντες τοίνυν περὶ τὸν νόμον τοῖς ἐχθροῖς παρεδόθησαν. Ἡμῖν δὲ τοῖς ἐξ ἐθνῶν καὶ ὁ διὰ Μωσέως νόμος σωτηρίας εὕρηται θησαυρός. Ἐν αὐτῷ γὰρ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν Κύριον· τὸ Χριστοῦ γὰρ ὡς ἐν τύπῳ περιέχει μυστήριον. "Περὶ ἐμοῦ γὰρ, φησὶν, ἐκεῖνος ἔγραψεν." Μεθ' ἅ φησι πρὸς τοὺς ἀποστόλους, ὡς ὁ φόβος ὑμῶν ἐπὶ τοὺς ἀπίστους πεσεῖται· καὶ οἱ πάλαι φοβοῦντες ὑμᾶς, ἡττημένοι βοήσονται. Ἀντὶ δὲ τοῦ, Ἰδοὺ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται, Σύμμαχος μέν φησιν· Ἰδοὺ ὀφθήσομαι αὐτοῖς. Ἔκραξαν ἐκτενῶς. Ἐπιφέρει δὲ τίνες οἱ κράξαντες· ἄγγελοι εἰρήνης πικρῶς ἔκλαυσαν. Ὁ δὲ Ἀκύλας, Ἰδοὺ, φησὶν, ὁραθήσομαι αὐτοῖς. Βοήσω ἐκτενῶς. Καὶ τὸ λοιπὸν ὁμοίως· ὁ δὲ Θεοδοτίων, Ἰδοὺ 2293 ὀφθήσομαι αὐτοῖς, ἐβόησαν ἐκτενῶς. Ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται. Πάντες οὖν δηλοῦσι τὸν Θεὸν ὀφθήσεσθαι τοῖς θησαυρίσασιν ἑαυτοῖς δικαιοσύνης καὶ τῆς σοφίας, τοὺς θησαυρούς. Ἦσαν δὲ τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἷς ἐγὼ μὲν ὤφθην. Οἱ δὲ ἐκέκραξαν ἐκτενῶς ἄγγελοι ὄντες εἰρήνης. Οἳ καὶ πικρῶς ἐβόων ἐν εὐχαῖς ὑπὲρ τῆς ἀπωλείας τοῦ προτέρου λαοῦ. Καὶ ὁ Σωτὴρ δὲ τὴν Ἱερουσαλὴμ ἀπεκλαίετο. "Εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου." ∆ιό φησιν, Ἐρημωθήσονται παρὰ τούτων ὁδοί. Τὸ δὲ, πέπαυται ὁ φόβος τῶν ἐθνῶν, ὀβελίζεται ὡς μὴ κείμενον. Πεπαῦσθαι δέ φησι τοῦ ἐκ περιτομῆς λαοῦ τὰς ὁδοὺς, καὶ τὴν διαθήκην ἦρθαι τὴν διὰ Μωσέως δοθεῖσαν,