Φησὶ γὰρ «ἔνθα Ἕκτωρ ᾗ ὀάριζε γυναικί», τουτέστι διὰ λόγων ὡμίλει. πολλαχοῦ δὲ περὶ τῆς τοιαύτης δηλοῦται λέξεως ἔν τε τῇ Ἰλιάδι καὶ τῇ Ὀδυσσείᾳ. Παράγωγον δὲ αὐτῆς ὁ ὀαριστύς καὶ ὀαριστής, ὁ ὁμιλητής. Προϋπάρχει δὲ τῶν τοιούτων τὸ ἀείρειν καὶ ἡ ἀπ' αὐτοῦ ἄορ καὶ ἡ ξυνάορος καὶ ὁ ξυνάορος. ὅθεν ἐν μεταθέσει τὸ ὀαρίζειν καὶ τά, ὡς ἐρρέθη, ἐξ αὐτοῦ. (ῃ. 518) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν Ὀδυσσείᾳ, τὸ ἠθεῖος, περὶ οὗ καὶ ἀλλαχοῦ κεῖται, λέξις ἐστὶ συγγενική, ὡς καὶ τὸ θεῖος. Ἔστι δὲ προσφώνησις νεωτέρου ἀδελφοῦ πρὸς παλαιότερον. 2.380 Ἐλήφθη δὲ κατὰ παράχρησιν ὕστερον παρά τισι καὶ ἀντὶ τοῦ θεῖος, ὃ δηλοῖ τὸν θαυμαστόν, [πλεονάσαντος τοῦ ˉη, ὡς καὶ ἐν τῷ ἠβαιόν καὶ ἠλύγη καὶ ἠμύω. Ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται καί, ὅτι ἠθείους τοὺς ὁμοτρόπους φαμὲν τῷ τὰ αὐτὰ ἤθη ἔχειν καὶ ἐν ὁμοίοις ἤθεσι καταγεγονέναι. Παρ' ἐνίοις γάρ, φησί, τὰ ἔθη ἤθη λέγεται. Τινὲς δέ, φησί, τὴν φωνὴν ἐκ συγγενοῦς λέγουσι πρός τινα πρεσβύτερον φιλοφρόνως ἀναφέρεσθαι. ἀντισπᾷ δέ πως τὴν ἔννοιαν Εὔμαιος λέγων περὶ Ὀδυσσέως τὸ «ἀλλά μιν ἠθεῖον καλέω».] Ἐν δὲ τοῖς Ἀπίωνος καὶ Ἡροδώρου κεῖται, ὅτι ἴσως τὸ θεῖος, τὸσημαντικὸν ἐπαίνου, πλεονασμῷ τοῦ ˉη ἠθεῖος γέγονε, καὶ ἔστι προσφώνησις ἔχουσά τινα σεβασμόν. Συγχέεται δὲ παρὰ τοῖς μεθ' Ὅμηρον ἡ λέξις. Ἔστι δὲ τὸ μὲν τέττα φίλου, τὸ δὲ ἄττα τροφέως, τὸ δὲ πάππα πατρός, τὸ δὲ ἠθεῖε ἀδελφοῦ. Φησὶ γοῦν ὁ Πάρις πρὸς Ἕκτορα «ἠθεῖε, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω δηθύνων», ἤγουν βραδύνων ἐγὼ κωλύω σε σπεύδοντα. Ὅρα δὲ ὅτι κολακεύων καιρίως καὶ ὁ Πάρις ψεύδεται. Εἰδὼς γὰρ ὅτι ὁ Ἕκτωρ διὰ τὰ φίλτατα ἤργησεν, ὡς ἐκείνου τοῦτο προειπόντος, ὅμως ἐνταῦθα εἶπεν ἐπέχεσθαι τὸν Ἕκτορα σπεύδοντα, ὡς αὐτοῦ δὴ τοῦ Πάριδος δῆθεν βραδύνοντος. Τὸ δὲ «ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω» ἐρεῖ ἂν ὁ ἐμποδών τινι πρὸς ἔργον γινόμενος. (ῃ. 519) Ἐνταῦθα δὲ κεῖται καὶ τὸ ἐναίσιμον ἀντὶ τοῦ καθῆκον. Φησὶ γὰρ «οὐδ' ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες». μετ' ὀλίγα δὲ ἐν τῷ «ἀνὴρ ὃς ἐναίσιμος εἴη» τὸν δίκαιον ἢ συνετὸν ἡ λέξις δηλοῖ. [Ἐνταῦθα δὲ ὅρα ὡς, εἰ καὶ αἶσα τριχῶς λέγεται, ἐπί τε εἱμαρμένης, ὡς μυριαχοῦ φαίνεται, καὶ ἐπὶ τοῦ καθήκοντος εἴτ' οὖν προσήκοντος, ὡς καὶ αὐτὸ πολλαχοῦ κεῖται, καὶ ἐπὶ μερίδος δέ, ὡς τὸ «λαχὼν ἀπὸ ληΐδος αἶσαν», ἥτις αἶσα καὶ μοῖρα λέγεται, 2.381 καθ' ὃ σημαινόμενον καὶ μοῖραν κρεῶν φαμεν. Εἰ γοῦν καὶ τριχῶς οὕτως ἡ αἶσα νοεῖται, ἀλλὰ τὸ ἀπ' αὐτῆς σύνθετον τὸ ἐναίσιμον μονάζειν δοκεῖ. οὔτε γὰρ μόρσιμόν τι δηλοῖ οὔτε μερίδα, μόνον δὲ τὸ κατ' ἀρετὴν καθῆκον. Ὁ μέντοι αἴσιος οἰωνὸς καὶ ὁ ἀπαίσιος ἐκ τῆς καθ' εἱμαρμένην αἴσης παρονομάζονται, ὥσπερ καὶ ὁ αἴσιος ὄρνις καὶ ἡ αἰσία τύχη καὶ εἴ τι ἄλλο τοιοῦτον. Ἔστι δέ που τοῦτο καὶ κατὰ τὸ ἐναίσιμον, ὡς καὶ ὅτε φησίν, ὡς πολλοὶ ὄρνιθες πέτονται, οὐδέ τε πάντες ἐναίσιμοι, ἤγουν σημαίνοντές τι μέλλον.] (ῃ. 520-3) Σημείωσαι δὲ καὶ ὅτι κολακευθείς, ὡς εἴρηται, ὁ Ἕκτωρ, ὃν μέγαν ἐνταῦθα ὁ ποιητής φησιν ἐν τῷ «μέγας κορυθαιόλος Ἕκτωρ», ἀνταποδίδωσιν εὐθὺς τὸ ὅμοιον καὶ ἀντικολακεύων ψεύδεται καὶ αὐτός. Ἐπικρύπτων δὲ καὶ πάλιν ὑπούλως τὸ πρὸς μάχην ἀχρεῖον τοῦ ἀδελφοῦ οὐκέτι μὲν χόλον αὐτὸ καλεῖ, ὡς πρὸ μικροῦ ὠνόμασεν εὐφημότερον, ἑκούσιον δὲ ἀμέλειαν αὐτὸ λέγει, καὶ ἄλκιμον αὐτὸν καλέσας ὅμως οὐκ ἐθέλειν φησὶ μάχεσθαι. Τοῦτο δὲ ποιεῖ στρατηγικῶς, εἰς μάχην θαρρύνων αὐτὸν ἀμφοτέρωθεν, οἷς τε φθάσας ὡμίλησε σφοδρότερον καὶ οἷς ἄρτι μειλίχιος προσφέρεται. Καὶ τοίνυν ἀνύει τι μέγα μετὰ μικρὸν Ἀλέξανδρος, ἀνελὼν τὸν τοῦ κορυνήτου Μενέσθιον, οὐ τοσοῦτον ὡς προπέτης καὶ ὡς ἀναπεπαυμένος, ἀλλ' ὡς λόγῳ συνήθως ἐρεθισθείς. Τοιοῦτον γὰρ ὡς πολλαχοῦ φαίνεται ἡ παραίνεσις. Ἔστι δ' ἐνταῦθα τὰ τοῦ Ἕκτορος πρὸς τὸν Πάριν τοιαῦτα «δαιμόνιε, οὐκ ἄν τίς τοι ἀνήρ, ὃς ἐναίσιμος εἴη, ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι, ἀλλὰ ἑκὼν μεθίης τε καὶ οὐκ ἐθέλεις». (ῃ. 523-5) Εἶτα καὶ ἑαυτοῦ ὑπερλαλῶν, ἐφ' οἷς ἤδη προκατηγόρησε τοῦ Πάριδος, φησὶ διὰ λύπην ἐκεῖνο ποιῆσαι, ὡς δι' αὐτόν, καθὰ κατωτέρω κείσεται,