βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
κατορθώματα ἔν τε Ῥώμῃ καὶ πανταχοῦ πεποιηκώς. ̣4 ̣ Φίλου δέ τινος αὐτῷ ποτε διαβληθέντος ὡς ἐπιβούλου καὶ τούς τε ὀφθαλμοὺς (αὐτοῦ) ἐκκεντη θέντος καὶ τὸ γένειον ἀποκειραμένου, ἐπεὶ τυφλὸς πρὸς Τραϊανὸν εἰσήχθη, πολλὰ λυπηθεὶς ἐπὶ τούτῳ Τραϊανὸς, πόλιν κτίσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν νῦν Τραϊανούπολιν (ὀνομαζομένην καὶ) τοῦτον κατοικίσας ἐν αὐτῇ ὡς δεσπότην ταύτης, ἐκεῖσε ἀπέστειλεν ἕως τῆς τελευτῆς αὐτοῦ. ̣5 ̣ Θνήσκει δὲ Ἀδριανὸν προχειρισάμενος βασιλέα. ̣6 ̣ Ἐπὶ αὐτοῦ Συμεὼν ὁ τοῦ Κλεόπα ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος καὶ Ἰγνάτιος ὁ θεοφόρος ἐμαρ τύρησαν. ̣7 ̣ Καὶ Βασιλείδης, καὶ Μένανδρος, καὶ Κήρινθος, καὶ ̣92a Νικόλαος, εἷς τῶν ζʹ διακό νων, οἱ αἱρεσιάρχαι, ἐχθροὶ τῆς ἀληθείας ἐγνω ρίζοντο. (Ὁ ῥηθεὶς Νικόλαος ὁ εἷς τῶν ζʹ διακόνων καὶ Ἐβιωναῖος.)
ΡΛςʹ. Βασιλεία Ἀδριανοῦ. Μετὰ δὲ Τραϊανὸν ἐβασίλευσεν Ἀδριανὸς (γαμ βρὸς αὐτοῦ) ἔτη κʹ· ἦν δὲ Ἄφρος τῷ γένει φιλολό γος, ἐπιτήδειος ἔν τε 340 τῷ πεζῷ λόγῳ καὶ τῷ συμμέτρῳ, συγγενὴς καὶ υἱοπεποιημένος Τραϊανῷ (καὶ ὑδεριάσας ἀπέθανεν). ̣2 ̣ Οὗτος ἐν Μυσίᾳ ἔνθα ἐθήρασεν, ᾠκοδόμησε πόλιν καὶ ἐκάλεσεν αὐτὴν Ἀδριανούπολιν, καὶ ἑτέραν ἐν (τῇ) Θρᾴκῃ καὶ ἐπωνόμασε καὶ αὐτὴν Ἀδριανούπολιν. 110.528 ̣3 ̣ Ἐφ' οὗ στασιάσαντες Ἰουδαῖοι καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν οἰκοδομῆσαι βουληθέντες, ὀργί ζεται κατ' αὐτῶν σφόδρα (σημεῖον δὲ γέγονε πρὸ τῆς ἁλώσεως αὐτῶν ὡς τὸ τοῦ Σολομῶντος μνημεῖον αὐτόματον διανοιχθῆναι)· πολέμου δὲ γενομέ νου μεταξὺ, ἀνεῖλεν ἐξ αὐτῶν ἐν ἡμέρᾳ μιᾷ μυ ριάδας ιηʹ (καὶ παραλαβὼν αὐτοὺς μετὰ θυμοῦ τοὺς ὑπολειφθέντας πάντας, καὶ καταγαγὼν αὐτοὺς ἐν τῇ πανηγύρει τῇ ἐν Χεβρὼν γενομένῃ, ἐπώλησεν αὐτοὺς ἀνὰ δ' εἰς μόδιον κριθῆς). Καὶ τὰ μὲν πα λαιὰ λείψανα τῆς πόλεως καὶ τὸν ναὸν κατερειπώ σας, κτίζει τὸ δεύτερον τὴν ἁγίαν πόλιν, ἣν δὴ καὶ μετωνόμασεν Αἰλίαν (εἰς τὸ ἴδιον ὄνομα διὰ τὸ εἶναι αὐτὸν καὶ λωβὸν, ὅπως εὕρῃ ἔλεον)· καὶ στήσας τὸ ἑαυτοῦ εἴδωλον ἐν τῷ ναῷ, οἰκεῖν Ἕλλη νας ἐν τῇ πόλει προσέταξε. ̣4 ̣ Κτίσας δὲ ναὸν ἐν Κυζίκῳ καὶ πόλιν ἐν τῇ Θρᾴκη προσηγόρευσεν αὐτὴν Ἀδριανούπολιν. ̣5 ̣ Ἐφ' οὗ (Κέρδων, καὶ Οὐαλεντῖνος, καὶ Μαρ κίων, καὶ Μοντανὸς, καὶ) Σατορνῖλος, καὶ Καρ ποκράτης, οἱ αἱρεσιάρχαι (καὶ Ἀκύλας) ἐγνωρί ζοντο. 341 ̣6 ̣ Ἐπὶ τούτου Πλούταρχος ὁ Χαιρονεὺς καὶ Φλέγων ὁ χρονογράφος ἐγνωρίζοντο. ̣7 ̣ Θνήσκει δὲ Ἀδριανὸς Ἀντωνῖνον προχειρισάμενος. ̣8̣ Οὗτος Ἀδριανὸς εἶχεν ἄνδρα τινὰ ὀνόματι Σίμιλον, ἔν τε φρονήσει, καὶ (ἀνδρείᾳ, καὶ) ἐπιει κείᾳ, καὶ ἀρεταῖς πολλαῖς κεκοσμημένον, καὶ πάνυ αὐτὸν ἐτίμα καὶ ἐν μεγάλῃ ἀρχῇ κατέστησεν· ἀλλ' ἐπ' ὀλίγον τῆς ἀρχῆς κρατήσας, δεηθεὶς ἐξ έστη αὐτῆς καὶ ἐν ἀγρῷ ἑπτὰ ἔτη διατρίψας, ἐτελεύ τησεν, ἐπιγραφὴν προστάξας ἐν τῷ μνήματι αὐτοῦ περιέχουσαν οὕτως· "Σίμιλος ἐνταῦθα κα τάκειται, βιώσας μὲν ἔτη πολλὰ, ζήσας δὲ ἔτη ἑπτά. ̣9 ̣ Ὁ δὲ Ἀδριανὸς βίᾳ ἀπέθανεν (ὑπὸ) τῆς νόσου κράζων· "Ὦ Ζεῦ, πόσον κακόν ἐστιν ἐπι θυμοῦντά τινα ἀποθανεῖν καὶ μὴ τυγχάνοντα." ΡΛΖʹ. Βασιλεία Ἀντωνίνου. Μετὰ Ἀδριανὸν ἐβασίλευσεν Ἀντωνῖνος ὁ Εὐσεβὴς ἔτη κβʹ, υἱοποιηθεὶς τῷ Ἀδριανῷ, καὶ πρῶ τος τῶν αὐτοκρατόρων Εὐσεβὴς ἐπεκλήθη. ̣2 ̣ Θνήσκει δὲ προβαλὼν εἰς βασιλέα Μάρκον Ἀντωνῖνον, τὸν ἴδιον γαμβρόν. 110.529 ̣3 ̣ Ἐφ' οὗ Πολύκαρπος, ὁ μαθητὴς Ἰωάννου τοῦ Θεολόγου καὶ Ἰουστῖνος ὁ φιλόσοφος, καὶ ∆ιονύσιος ὁ ἐπίσκοπος Κορίνθου, ἐμαρτύρησαν. 342 ̣4 ̣ Καὶ Τατιανὸς καὶ Βαρδισάνης (οἱ αἱρετικοὶ), καὶ Πρισκίλλα καὶ Μαξιμῖνα αἱ ψευ δοπροφήτιδες τῶν κατὰ Φρύγας ἐγνωρίζοντο. ̣5 ̣ Ἐπὶ τούτου Γαληνὸς ὁ ἰατρὸς ἐθαυμάζετο καὶ Βαρδισάνης τις Σύρος διαλεκτικώτατος καὶ σοφὸς ἦν. ̣6 ̣ Ἐπὶ αὐτοῦ Οὐαλεντῖνος, καὶ Κέρδων, καὶ Μαρκίων ἐπὶ τῆς Ῥώμης αἱρεσιάρχαι ἐγνωρίζοντο. ̣7 ̣ Πολύκαρπος δὲ, (ὁ) ἐπίσκοπος Σμύρνης, εἷς ὄψιν ἐλθὼν Μαρκίωνι, πρὸς αὐτόν φησιν ὁ ̣92b Μαρ κίων. "Ἐπιγινώσκεις ἡμᾶς, ὦ καλὲ Πολύ καρπε;" Ὁ δέ· "Ἐπιγινώσκω σὲ, ἔφη, τὸν πρωτότοκον υἱὸν τοῦ Σατανᾶ."