Τοῦ δ' ἐπιγιγνομένου θέρους, ὡς τὸ ἔαρ ἐπεγένετο, ἐστρατεύετο Μεχμέτης ἐπὶ τὸν Κασταμονίης τε καὶ Σινώπης ἡγεμόνα, αἰτιασάμενος, ὅτι Χασάνῃ τῷ μακρῷ ἐπιτήδειός τε ἦν, καὶ ἐδόκει ἂν μεταστῆναι μετ' αὐτοῦ ἐπὶ τὴν Μεχμέτεω χώραν, ἐπιόντα ἅμα ἐκείνῳ στρατεύεσθαι. λέγεται μὲν δὴ καὶ ἄλλα, ὡς ὁ Ἀμάρλεω ἀδελφὸς διατρίβων ἐν ταῖς βασιλέως θύραις συνεβούλευε βασιλεῖ στρατεύεσθαι ἐπὶ τὸν ἀδελφόν. πληρώσας δὲ ναῦς, πλοῖά τε καὶ τριήρεις, ἀμφὶ τὰ πεντήκοντα καὶ ἑκατὸν κατὰ θάλασσαν, καὶ αὐτὸς διαβὰς ἐς τὴν Ἀσίαν, ἐκομίζετο πεζῇ διὰ τῆς ἠπείρου, καὶ ὁ στόλος αὐτῷ διὰ θαλάσσης ἐν χρῷ παραλαβὼν τὴν Ἀσίαν, ἐς ὃ ἀφίκετο ἐπὶ Σινώπην. καὶ ὁ βασιλεὺς στρατευσάμενος διὰ τῆς Κασταμόνης πόλεως διελαύνων ἀφίκετο ἐπὶ Σινώπην. ἔστι δ' ἡ πόλις αὕτη προκειμένη περὶ τὸν Εὔξεινον πόντον, διατείνει δὲ χερρόνησος οὖσα ἐς τὴν θάλασσαν ἐπὶ σταδίους εἴκοσι καὶ ἑπτά, καὶ παρὰ τῷ ἰσθμῷ ᾤκηται ἡ πόλις, ἐφ' ἑκάτερα ἔχουσα τὴν θάλασσαν καὶ λιμένα αὐτοφυῆ. ἡ δὲ ἐπέκεινα τῆς πόλεως ἔσω διατείνουσα χερρόνησος διήκει ἐπὶ σταδίους εἴκοσιν, ἔμπλεως δέ ἐστι παραδείσων τε καὶ δένδρων παντοδαπῶν, ἡμέρων τε καὶ ἀγρίων, Πόρδαπας 2.240 ὀνομαζομένη, ἔχουσά τε ἐντὸς δορκάδια λαγωούς τε καὶ ἀλλ' ἄττα κυνηγέσιμα. ἡ δὲ πόλις ἐρυμνὴ μέν ἐστιν ἐφ' ἑκάτερα τῆς θαλάσσης ἐς τὰ μάλιστα, περικαλλεστάτη τε καὶ ὡραία· ἀπὸ δὲ τῆς ἠπείρου ἀνέχει μὲν ἡ πόλις ἐπὶ ἀκτήν τινα. ἡ δὲ ἀπὸ τῆς χερρονήσου χώρα τῆς πόλεως πεδεινή τε καὶ οἵα προσβάλλειν τῷ τείχει ὡς ῥᾷστα. Μαχουμούτης μὲν οὖν ἐλάσας ἐπὶ τὴν πόλιν, πρὶν ἢ βασιλέα ἀφικέσθαι ἐς τὸ στρατόπεδον, προσέφερε λόγους τῷ Ἰσμαήλῃ, λέγων τοιάδε. "ὦ παῖ Σκενδέρεω, σὺ μὲν γένους εἶ τῶν Τούρκων ἐπιφανοῦς, καὶ τόν γε βασιλέα οἶσθα ὡς τοῦ γένους τούτου ὢν πρός τε τοὺς πολεμίους τοῦ Μεχμέτεω ἥρωος οὐ παύεται διαπολεμῶν. τί οὖν οὐχ ἡσυχίαν ἄγων, καὶ τἀδελφῷ τῷ σῷ τὴν ἡμίσειαν ἀρχὴν ἐπιτρέπων, ἐς τὸ ἥμισυ βασιλεύειν ἐθέλεις, ἀλλ' ἀφελόμενος τὸν ἀδελφὸν τὸν σὸν σύμπασαν ἤδη τὴν ἀρχὴν διέπεις, ἐναντία βασιλέως φερόμενος; νῦν οὖν, ὅπως τάδε ἐπὶ τὸ βέλτιον καταστῇ, ἴσθι, ἐξιὼν ἔλθε ὡς βασιλέα, σαυτὸν ἐπιτρέψων τε ἅμα καὶ τὴν ἡγεμονίαν. καὶ οὕτω σαφῶς ἴσθι ὡς οὐδὲν ἄχαρι πεισόμενος πρὸς βασιλέως, οὐδὲ τὸ ὑπερβαλεῖν χάριν τοιάνδε αὐτῷ καταθέμενος. καὶ ἔσται σοι χώρα οὐκ ἐλάττων τῆσδε τῆς σῆς χώρας, καὶ ἅμα ἐν ἀσφαλείᾳ βιοτεύων εὐδαιμονίαν μὲν ἄλυπον ἕξεις, πράγματα δὲ οὔτε πρὸς τῶν πολεμίων ἡμῖν τε καὶ σοὶ ἔσται τοῦ λοιποῦ, οὔτε πρὸς τοῦ ἀδελφοῦ ἐπιτιθεμένου σοὶ ἀεὶ καὶ ἐς τὴν ἀρχὴν ἐπιβουλεύοντος. ἴθι οὖν, αὐτὸς ἐξηγοῦ, ὁποίαν σοι ἐν τῇ Εὐρώπῃ ἀρχὴν ζητεῖς παρὰ βασιλέως, ὡς ἂν διαπράξωμαι περὶ αὐτῆς ἐς τὸν βασι 2.241 λέα." ταῦτα μὲν Μαχουμούτης ὁ Μιχαήλου ἡγεμὼν ἔλεγεν. Ἰσμαήλης δ' ὑπολαβὼν ἔλεγεν· "ἀλλ' ἐχρῆν μέν, ὦ Μαχουμούτη, ἐς τοὺς ἥρωος πολεμίους στρατευόμενον τὸν βασιλέα ἐλαύνειν, καὶ οὐκ ἐπὶ τοὺς ὁμοφύλους καὶ ὁμοπίστους· οὐ γὰρ θέμις ἄνδρα ὁμόφυλον καὶ ὑπόσπονδον, μὴ ὑπάρξαντα ἀδικίας, πρότερον καταλύειν ἐλθόντα. ἡμεῖς δὲ οὔτε ἄδικόν τι ἐς βασιλέα ἐπράξαμεν, οὔτε τὰς σπονδὰς παραβαίνομεν. εἰ δὲ ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐντεθύμηται βασιλεύς, πρὸς δὲ Χασάνην τὸν πόλεμον ταύτην οἱ τὴν χώραν ἐθέλει γενέσθαι, φέρε ἐπιδότω ἡμῖν Φιλιππόπολιν ἀντὶ τῆσδε τῆς χώρας, ὥστε μὴ ὑπόφορον ἔχειν, ἀλλ' ἀτελῆ, καὶ χωρήσομεν ὡς βασιλέα, πιστεύοντες αὐτοῦ τῇ ἐπιεικείᾳ. ὁρᾶτε οὖν τὴν πόλιν, ὡς ἐν ὀχυρῷ πάνυ ᾠκημένη καὶ κεκοσμημένη ὅπλοις. τετρακοσίους μὲν τηλεβόλους, τηλεβολίσκους δὲ ἀμφὶ τοὺς δισχιλίους καὶ ἄνδρας ὑπὲρ τοὺς μυρίους παρέχει, ὡς ἀσφαλέστατα μὲν ἡμῖν τε αὐτοῖς ἀμύνεσθαι, καὶ τοῖς πολεμίοις ὡς ἐπιζήμια." ταῦτα ἀκούσας ὁ Μαχουμούτης, καὶ ἡσθεὶς πάνυ τοῖς Ἰσμαήλεω λόγοις, προήλαυνεν ἐπὶ βασιλέα ὡς ἐπὶ τῇ ξυμβάσει τῆς πόλεως συνησθησόμενος βασιλεῖ. βασιλεὺς μὲν ὡς ἐπύθετο ἕκαστα τὰ ἀπὸ Ἰσμαήλεω, ἕτοιμος ἦν σπένδεσθαι, ἐφ' οἷς προΐσχετο Ἰσμαήλης αἰτῶν, καὶ τήν τε Φιλιππόπολιν παρείχετο. καὶ Ἰσμαήλης ξύμπαντα τὸν ὄλβον ἀποφερόμενος