155
μηκέτι τε αὐτοὺς εἰς ἀνθρώπους λογίζεσθαι. Τινὲς δὲ τὸ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται, φασὶν οὕτως· Παραθαῤῥύνει τοὺς ἁγίους μυσταγωγοὺς τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν προαναφαίνων τὸ πλάτος. Ἐξ ἀρχῆς μὲν γὰρ οἱ ἐκ περιτομῆς ἐκάκουν αὐτοὺς λέγοντες· "Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν ἐν τῷ ὀνόματι τούτῳ." Οὓς καὶ δεδιότες ἔφασκον οἱ ἀπόστολοι, "Καὶ τὰ νῦν, Κύριε, ἔπιδε τὴν ἀπειλὴν αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου." Νῦν δὲ δεδοίκασιν αὐτοὶ, τὴν πρὸς τοὺς πιστοὺς ἀγαπῶντες εἰρήνην, ἐλεεινῶς τε τούτοις ὑποκατακλινόμενοι. Οὐδὲ γὰρ εὐοδωθήσονται, φησὶν, θεομαχεῖν ᾑρημένοι. Καὶ τῶν Ἰουδαϊκῶν ἐθνῶν ὁ φόβος ἐπαύσατο, καὶ τῆς πρὸς αὐτοὺς διαθήκης ἠρμένης, ἀλλότριοι γεγόνασι τοῦ Θεοῦ καὶ ξένοι τῶν ἐπαγγελιῶν. Ὅτι μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. ∆ιὸ, φησὶν, οὐδενὸς αὐτοὺς ἀξίους λογίσεσθε. Εἶτα ἐπιλέγει, ἐπένθησεν ἡ γῆ, ἀκολούθως διὰ τὰ περὶ αὐτοῦ εἰρημένα τῆς Ἰουδαίας, ἧς καὶ τὰ μέρη φησὶν, ὧν καὶ τὰ μεταξὺ τάττει, τὸν Λίβανον, τὴν Ἱερουσαλὴμ ἐπὶ τοῦ παρόντος οὕτω καλῶν, διὰ τὴν ἐν αὐτῇ θυσίαν, καὶ τὸν προσφερόμενον Λίβανον κατὰ τὸν νόμον. Καὶ δὴ καὶ κατῃσχύνθαι φησὶ τὸν Λίβανον, ὡς εἰ σαφέστερον ἔλεγε τὴν θυσίαν, καθῃρημένης τῆς ἐν νόμῳ λατρείας. Καὶ ἐν τῷ Ζαχαρίᾳ δὲ λέγεται, "∆ιάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου." Καὶ Ἰεζεκιὴλ δέ φησιν· "Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου." Ἅπερ ἑρμηνεύων φησίν· Ὅτ' ἂν ἔλθῃ Ναβουχοδονόσωρ εἰς Ἱερουσαλήμ. Ἀλλὰ καὶ ἡ χώρα ἡ καλουμένη Σαρώννη ὁ Σαρώνας, ἕλη, φησὶν, ἐγένετο ἢ ἀχρειόστης ἐξ ἀκανθῶν ἐμπλησθεῖσα θρασύτητος. ∆ι' οὗ σημαίνει τὰ πιότατα χωρία τοῦ Ἰουδαίων ἔθνους, δηλαδὴ τὰ ἐν ταῖς αὐτῶν ψυχαῖς ἀφανισθήσεσθαι. Ταῦτα μὲν ἐκεί 2296 νοις. Φανερὰ δὲ ἔσται ἡ Γαλιλαία διὰ τὰ περὶ αὐ τῆς εἰρημένα· κατὰ τὸ, "Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, φῶς μέγα ἀνέτειλεν αὐτοῖς." Καὶ ὁ Χέρμελ δὲ φανερὸς ἔσται, περὶ οὗπερ ἔφησε· "Καὶ ἔσται ἡ ἔρημος ὡς ὁ Χέρμελ." Τὸ δὲ τῆς Ἐκκλησίας δασὺ καὶ ἐπηρμένον δηλοῖ. Τοῦ γὰρ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Ὁ μὲν οὖν φιλάνθρωπος Θεὸς ἀγγέλους εἰρήνης ἀπέστειλε πρὸς τὸν Ἰσραὴλ πικρῶς αὐτοὺς [κλαίοντας, καὶ] ἱκετεύοντας τὸ κήρυγμα δέξασθαι. Μὴ δεξαμένων δὲ, φησί· Νῦν ἀναστήσομαι, καὶ τὰ ἑξῆς. Τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ἐπαγγελλόμενος, καθ' ἣν ὄψονται τῆς θεότητος αὐτοῦ λαβόντες τὴν αἴσθησιν ὅτε δοξασθήσεται καὶ ὑψωθήσεται. Οἱ δὲ γνώσονται ὡς ματαίαν εἶχον ἰσχὺν πνεύματος, ὅτεπερ αὐτοὺς κατέδεται πῦρ. Ἀντὶ δὲ τοῦ, ἔσονται ἔθνη κατακεκαυμένα, λαοὶ πάντες ἐξέδωκαν· δηλονότι πρὸς οὓς ἦν ὁ λόγος οἳ καὶ ἔσονται ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη. Τινὲς δὲ τὸ ἀναστήσομαι, φασὶ, διὰ τὰς δίκας, ἃς ἔτισαν τῆς εἰς αὐτὸν παροινίας, ἁλούσης αὐτοῖς κατὰ κράτος τῆς πόλεως, ὅτε καὶ τὴν τοῦ παθόντος ἔμαθον δόξαν, οὐ καθ' ἕνα τυγχάνοντος τῶν προφητῶν. Ὡς μελλούσης οὖν αὐτοὺς τῆς θείας, ὀργῆς καταλήψεσθαι, νῦν ἀναστήσομαι, φησὶν, ἀνεξικακήσας μέχρι τοῦ σταυροῦ. Ὑψώθη τοίνυν, αὐτοὺς μὲν τιμωρησάμενος, καλέσας δὲ τὰ ἔθνη. Γνώσεσθε δὲ νῦν, φησὶν, ὡς ὑπῆρχον ὑμῶν ἰσχυρότερος. Καὶ πυρὸς ἔσεσθε τροφὴ, καθάπερ ἄκανθα ἐν ἀγρῷ κατακεκαυμένη. Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν. Τινὲς δὲ τὴν πᾶσαν οὕτως ἐξηγήσαντο ῥῆσιν. Ἀπειθοῦντος τοῦ λαοῦ καὶ ταῖς ἀπειλαῖς καὶ ταῖς ἐπαγγελίαις, ὡς μηδὲν ὑπόλοιπον ὑπάρχειν πλὴν τοῦ παθεῖν, εἰς συμπάθειαν ὁ προφήτης κατενεχθεὶς, εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει πρὸς τὸν τῶν ὅλων Θεὸν, δηλῶν ὡς τὰ μὲν παρ' αὐτῶν εἰς κακὰ συμπεπλήρωται, κεχρεώστηταί τε τούτοις ἡ δίκη. Χρεία δὲ τῶν σῶν ἡμῖν οἰκτιρμῶν τοῖς ἐλπίζουσιν ἐπὶ σὲ καὶ θλιβομένοις. ∆ὸς οὖν σωτηρίαν τοῖς διὰ τὸν σὸν φόβον ὑπομείνασιν ἔκστασιν. Ἔλεγεν δὲ ταῦτα οὐχ