βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ΡΛΗʹ. Βασιλεία Μάρκου. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσε Μάρκος ὁ υἱὸς αὐτοῦ ἔτη ιθʹ. ̣2 ̣ ∆ιωγμοῦ δὲ κινηθέντος πολλοὶ γεγόνασι μάρ τυρες. ̣3 ̣ Αὐρηλιανὸς ὁ Βῆρος ὁ καὶ Ἀντωνῖνος, ὁ υἱὸς αὐτοῦ, σὺν καὶ Λουκίῳ ἀδελφῷ αὐτοῦ. ̣4 ̣ Ἐφ' ὧν πῦρ ἀπ' οὐρανοῦ ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς φερόμενον ὤφθη. ̣5 ̣ Ἐπὶ τούτου Ὀπιανὸς ὁ τὴν Ἁλιευτικὴν συγγεγραφὼς (καὶ Σέκστος ἤκμαζον). 343 ̣6 ̣ Τοῦτόν φασι πεφονευκέναι λέοντας ιβʹ ἐν μιᾷ ἡμέρᾳ. ̣7̣ Οὗτος ὁ Μάρκος σοφὸς ἦν καὶ ἐνάρετος, καὶ τὴν Ῥώμην ἐκ πολλῶν πολέμων διασωσάμενος καὶ ἀγαπηθεὶς ὑπὸ τῶν πολιτῶν σφόδρα, ἀπέθανε φαρμακευθεὶς ὑπὸ Κομόδου τοῦ ἰδίου υἱοῦ. Τὴν δὲ μνήμην τῆς ἀρετῆς αὐτοῦ ἡ βουλὴ ἔχουσα μετὰ τὴν αὐτοῦ τελευτὴν χρυσῷ ἀνδριάντι αὐτὸν ἐτίμησεν. ̣8 ̣ Πολεμοῦντος (αὐτοῦ ποτε) Γερμανοὺς καὶ Σαυρομάτας, δίψει τῆς στρατιᾶς πιεζομένης καὶ διὰ τοῦτο κινδυνευούσης, τοὺς ἐπὶ τῆς Μελιτινῆς οὕτω καλουμένης λεγεῶνος Χριστιανοὺς ὄντας, δι' εὐχῆς ἐκτενοῦς πρὸς Θεὸν γενομένης, τοὺς μὲν πολε μίους κεραυνῷ βαλεῖν, ὄμβρῳ δὲ τοὺς Ῥωμαίους 110.532 παραμυθήσασθαι. Ὅπερ (ὥς φασι) σφοδρῶς κατα πλῆξαν τὸν Μάρκον, γράφει τιμᾶσθαι Χριστια νοὺς, τὴν δὲ λεγεῶνα Κεραυνοβόλον προσαγορεῦσαι.
ΡΛΘʹ. Βασιλεία Βήρου. Μετὰ δὲ Μάρκον ἐβασίλευσε Βῆρος, ὁ υἱὸς αὐ τοῦ, ἔτη ηʹ, καὶ ἐσφάγη ἐν προκένσῳ.
ΡΜʹ. Βασιλεία Κομόδου. Μετὰ Βῆρον ἐβασίλευσε Κόμοδος (ὁ ἀδελφὸς αὐτοῦ) ἔτη ιβʹ. ̣2 ̣ Γέγονε δὲ ποδαλγὸς καὶ καταβαρὴς (καὶ ὑπὸ ἀναγωγῆς αἵματος καὶ χολῆς ἀθρόως ἀπ έθνησκε). 344 ̣3 ̣ Νάρκισσος δέ τις τῶν οἰκείων αὐτοῦ ἀπέπνιξεν αὐτὸν ἐν τῷ λουτρῷ. ̣4̣ Ἐφ' οὗ Θεόδοτος, ὁ καὶ πρῶτος τῆς κατὰ Παῦλον τὸν Σαμοσατέα καὶ Νεστόριον πλάνης ἀρξά μενος, καὶ Θεοδοτίων, οἱ αἱρεσιάρχαι, ἐγνωρίζοντο. ̣5 ̣ Καὶ Κλήμης ὁ Στρωματεὺς ἐν Ἀλεξαν δρείᾳ ἦν. ̣6 ̣ Κλήμεντος δὲ φοιτητὴς Ὠριγένης ἐγένετο. ̣7 ̣ Ἀλλὰ καὶ Μοντανὸς αἱρεσιάρχης τότε ἦν, ὃς ἑαυτὸν Παράκλητον ἔλεγεν εἶναι. ̣8 ̣ Ἦν δὲ (Κόμοδος) φιλοκύνηγος· τοῦτόν φασιν ἐν μιᾷ ἡμέρᾳ (τοὺς) ιβʹ λέοντας πεφονευκέ ναι (καὶ οὐχὶ Μάρκον, ὡς προεγράφη).
ΡΜΑʹ. Βασιλεία Περτίνακος. Μετὰ Κόμοδον ἐβασίλευσε Περτίναξ (Ἑλώϊος) μῆνας ʹ, μήτε τὴν γυναῖκα μήτε τὰ τέκνα εἰσαγα γὼν εἰς τὸ παλάτιον, ἀλλ' ἐάσας παρὰ τῷ πάππῳ διαιτᾶσθαι. ̣2 ̣ Καὶ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν. ̣3̣ Ἐπὶ αὐτοῦ Σύμμαχος, εἷς τῶν ἑρμηνευ τῶν, ἦν Ἑβραῖος, καὶ Πορφύριος φιλόσοφος, ὁ κατὰ Χριστιανῶν γράψας.
ΡΜΒʹ. Βασιλεία ∆ιδίου. Μετὰ δὲ Περτίνακα ἐβασίλευσε ∆ίδιος μῆνας δʹ. ̣2 ̣ Καὶ ἐσφάγη ὑπὸ κουβικουλαρίων εἰς τὴν πη γὴν τοῦ παλατίου, 345 θεωρῶν τοὺς ἰχθύας, ψήφῳ τῆς βουλῆς, μεγάλα ἐπιβοώμενος· "Τί γὰρ δεινὸν ἐποίησα;" ̣3 ̣ Οὗτος ἦν φαυλότατος τοῖς ἔργοις καὶ τρόποις, καὶ ἀνοσιουργὸς, καὶ χρημάτων ἐρα στής. ̣4 ̣ Ἐπὶ τούτου ἐμαρτύρησαν Εὐγένιος καὶ 110.533 Μακάριος. ̣5 ̣ Καὶ Σαβέλλιος ὁ Λιβυκὸς καὶ ἀθεώ τατος αἱρετικὸς ἦν.
ΡΜΓʹ. Βασιλεία Σεβήρου. Μετὰ τοῦτον ἐβασίλευσε Σευῆρος (ὁ Σεπτίμιος) ἔτη ιζʹ. ̣2 ̣ Ὃς τὸν ἐν Βρετταννίᾳ νικήσας πό λεμον, ἀπὸ θαλάσσης ἕως θαλάσσης περιετείχισε τὴν νῆσον σταδίοις #22α· καὶ τὸ Βυζάντιον παραλα βὼν, τὰ τείχη αὐτοῦ καθεῖλεν· εἶχε δὲ πύργους ζʹ, ἐκ τῶν Θρᾳκικῶν πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρκτῴαν θάλασσαν καθήκοντας, ὧν ̣93a εἴ τις ἐν ἑνὶ τῶν πύργων προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγίνετο· εἰ δὲ ἐν τῷ πρώτῳ πύργῳ ἐνεβόησεν ἢ λίθον ἐσάλευσεν, αὐτός τε ἤχει καὶ τοῖς λοιποῖς ἅπασι μετεδίδου τῆς ἠχῆς. ̣3 ̣ Οὗτος καὶ τὸ Ζεύξιππον λουτρὸν ἔκτισε Βυ ζαντίοις, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρόμῳ παρέδωκε, καὶ κυνήγιον καὶ θέατρον αὐτοῖς κατ εσκεύασεν. ̣4 ̣ Ἐπὶ τούτου Λεωνίδης, ὁ πατὴρ Ὠριγένους, ἐμαρτύρησεν (ἐπίσκοπος ὤν). ̣5 ̣ Καὶ Ὠριγένης ἐγνωρίζετο, ὅστις 346 (Ὠριγένης) εἰς Ἀλεξάνδρειαν ἀκμάζων μεγίστην εἰς τὸν θεῖον λόγον σπου δὴν καταβαλλόμενος, οὐ μόνον τοῖς πιστοῖς πρόξενος ὠφελείας ἐγίνετο μεγάλης, ἀλλὰ