156
ὡς ἀγνοοῦντα διδάσκων Θεὸν, ἀλλὰ τύπος γινόμενος τῷ λαῷ τὰ πρὸς σωτηρίαν αἰτεῖν. Ἃ γὰρ αὐτοὺς λέγειν ἐχρῆν, εἰς ἀκοὰς αὐτῶν ὁ προφήτης φησὶν, ἵνα μιμήσωνται. Ὅτι γὰρ καὶ οἱ εἰς συμμαχίαν ὑπὸ τοῦ Ἀσσυρίου κληθέντες ἀψοφητὶ τελευτήσουσι, καὶ οἱ λοιποὶ πρὸς φυγὴν ἀπὸ τοῦ φόβου τραπήσονται, εὔδηλον τῶν Ἰσραηλιτικῶν σκύλων σωζομένων δυνάμει Θεοῦ, ἧς θεοσεβοῦντες τυγχάνουσι. Μὴ μετανοοῦντες δὲ στερηθήσονται, περιγινομένων αὐτῶν τῶν ἐχθρῶν ὡς ἀκρίδων. Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς. Προκοπὴν δηλοῖ διανοίας, καὶ δίαρμα ψυχῆς ἀγαθόν. Οὐ γὰρ Θεοῦ πρὸς ἁγιασμὸν, ἀλλ' ὡς τοῦ εὐχομένου προκόπτοντος, τὸ ἅγιος, λέγεται, ὑψοῦντος Θεὸν, ἐφ' οἷς αὐ 2297 τοῦ τὸ δίκαιον κατὰ τῶν ἡμαρτηκότων κρῖμα κατείληφεν καθόλου τε καὶ κατὰ τῆς Ἱερουσαλήμ. Οὐ γὰρ εἰς ἀπώλειαν τὴν πόλιν, ἀλλ' εἰς ἐπιστροφὴν τῶν ἐνοικούντων ἐπαίδευεν· ὅτε καὶ δικαιοσύνη παρ' αὐτοῖς ἀκμάζειν ἠδύνατο, καὶ νόμος ἀνθῆσαι, καὶ ὁ λαὸς ἐκ τούτου καθάπερ ἀγαθὸν ἀρύσασθαι θησαυρόν. Ἀφ' οὗ καὶ εἰς σοφίαν, καὶ ἐπιστήμην προέκοπτον, ἣ γεννᾷ εὐσέβειαν πρὸς Θεὸν καὶ θησαυροὺς δικαιοσύνης. Οὕτω δὲ διακειμένων, ὁρμὴν ἐχθρῶν ὑμῶν οὐ κρατήσειε φόβος, ἀλλ' ἐκείνων ὁ ἐξ ὑμῶν, καὶ πρὸς εἰρήνην πρεσβεύσονται ἐμοῦ κατ' αὐτῶν ὁρίζοντος ἐρήμωσιν, καὶ τὴν καθ' ὑμῶν διαταγὴν καταπαύοντος. Οὐ γὰρ ἑαυτῶν ἐπῆλθον ὑμῖν, ἐμοῦ δὲ καθάπερ τινὰ διαθήκην αὐτοῖς διατάξαντος. Ἀλλ' ἔχων με σύμμαχον καταφρονήσεις αὐτῶν. Εἶτά φησιν, Ἐπένθησεν ἡ γῆ, τοὺς τόπους ἀντὶ τῶν οἰκητόρων, καὶ ἀντὶ λογικῶν ἀναίσθητα πρὸς αἰσχύνην ἐκείνων παρείληφεν, οὓς ἔδει τὴν ἰδίαν θρηνῆσαι πληγήν. Ὁ δὲ τοὺς τόπους παρήγαγε μονονουχὶ συστενάζοντας καὶ συνωδίνοντας, κατὰ τὸν λόγον τὸν ἀποστολικὸν, ἐφ' οἷς ἡ Θεοῦ δύναμις ἐμφανὴς διὰ τῆς ἐνεργείας γενήσεται. Αἰσχυνθήσονται γὰρ ἐκ μεταβολῆς οἱ πεποιθότες ἐπ' Αἰγυπτίοις, ὅτι καταλιπόντες τὸν Θεὸν τὸν οὕτω τοὺς ἐναντίους τροπούμενον, πρὸς Αἰγυπτίους ἐπρεσβεύοντο, Θεοῦ καταστρώσαντος ρπεʹ χιλιάδας, ὧν νεκρὰ τὰ σώματα πυρὶ παραδέδοται. Οὗτοι δὲ καθάπερ πυρὶ δαμαζόμενοι τὴν ἐφ' οἷς ἔπραττον ὁμολογήσουσιν ἄνοιαν. ιγιθʹ. 9Ἀκούσονται οἱ πόῤῥωθεν ἂ ἐποίησα, καὶ γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι. Λήψεται τρόμος τοὺς ἀσεβεῖς. Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον9; κ.τ.λ. Θεοῦ μὲν ἐγγὺς Ἰσραὴλ, ὅσον ἧκε εἰς τὸ νόμῳ παιδαγωγηθῆναι καὶ τέρασιν. Πόῤῥω δὲ τὰ ἔθνη. τῇ κτίσει λατρεύσαντα. Καὶ ὅμως τὰ μὲν ἤκουσαν· οἱ δὲ οὐκ ἠνέσχοντο. Πλὴν ἀκούσονται, φησὶν, καὶ οἱ ἐγγίζοντες. Οὐδὲ γὰρ εἰς ἅπαν ἀπόλωλεν Ἰσραήλ. Ἐξ αὐτοῦ γὰρ γέγονεν ἡ τῶν πιστῶν ἀπαρχή. Τινὲς δὲ περὶ τῶν ἐθνῶν καὶ τὸ δεύτερον ἐξέλαβον. Πῶς γὰρ ἀκούσονται οἱ πόῤῥωθεν; ἐγγὺς δηλονότι γενόμενοι. Καὶ μανθάνοντες αὐτοῦ τὴν ἰσχὺν, ἣν ὑπὲρ Ἰσραὴλ θαυματουργῶν ἐπεδείξατο, οἳ καὶ πῶς οἱ ἐν Σιὼν ἀπέστησαν γνώσονται. Κατὰ δὲ τὴν ἑτέραν ἐξήγησιν, διαιρεῖ τοὺς ἐξ Ἰσραήλ. Ὧν οἱ μὲν ἤκουσαν, οἱ δὲ ἀπώσαντο τυγχάνοντες ἄνομοι, οὓς καὶ λήψεται τρόμος. Ἡ γὰρ τῶν ἐπενεχθέντων πεῖρα κακῶν εἰς φόβον ἀρκεῖ, καὶ πρός τι γνῶναι τὸν ὑπ' αὐτῶν ὑβριζόμενον. Πρὸς οὓς καί φησι, Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; περὶ οὗ ἔλεγεν, 2300 ὅτι Πῦρ κατέδεται ὑμᾶς. Τόπον δέ φησι τὸν αἰώνιον, τὸν ἡτοιμασμένον τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Κατὰ γὰρ τὴν τοῦ Σωτῆρος φωνὴν, "Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Ὁ δὲ ἀπιθανῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωήν· ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν." Περὶ ὧν ἀλλαχοῦ φησιν ὁ προφήτης· "Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται." Τίς οὖν ὁ εἰδὼς καὶ προμαρτυρόμενος ὑμῖν τὸν αἰώνιον τόπον; ἢ πᾶς, ὃν εὐθὺς ὑπογράφει, τὸν τῶν προφητῶν καὶ ἀποστόλων σημαίνων χορόν; αὐτοὶ γὰρ ἐκήρυξαν περὶ κρίσεως, ὡς ἂν τὴν μέλλουσαν φυλαξώμεθα δίκην. Ὁ δὲ τοιοῦτος πόῤῥω γεγονὼς τοῦ πυρὸς, ἐν ὑψηλῷ κατοικήσει σπηλαίῳ καὶ ἐπὶ πέτρας ἰσχυρᾶς. Κατὰ δὲ Σύμμαχον, Αὐτὸς ἐν ὑψηλοῖς κατασκηνώσει. Ὡς περιοχαὶ