ἀπέστειλε Χασάνης ὁ ἐμὸς παῖς, εὐνοῶν μὲν τοῖς σοῖς πράγμασι, καὶ οὔτε ἀχθόμενος τῇ εὐδαιμονίᾳ τῇ σῇ, οὔτε ἀπαγορεύων χαρίζεσθαί σοι, ἐφ' ὅ τι ἂν αὐτῷ παραγγέλῃς. ἐγὼ δέ σοι ἀπ' ἐμαυτοῦ τάδε· δαιμόνιε ἀνδρῶν, τί οὕτω προσφέρεις ἡμῖν τοῖς ὁμοφύλοις ὑπεναντίως πόλεμον; ἢ οὐκ οἶσθα, ὡς Παιαζήτην τὸν λαίλαπα, Ἀμουράτεω παῖδα, περὶ ταῦτα δὴ πλημμελοῦντα καὶ ἐξαμαρτόντα τὰ μέγιστα ἐς τοὺς ὁμοφύλους, ἡ δίκη φέρουσα ἐπέβαλεν αὐτῷ τὴν χεῖρα καὶ 2.245 ἀπώλετο ὑπὸ βασιλέως Τεμήρεω; καὶ σοὶ μὲν ἐς τόδε ἠπίως προσφερομένῳ τοῖς ὁμοφύλοις, καὶ οὐδενὶ κακόν τι ἀνήκεστον ἐργασαμένῳ, πολλὴν μὲν καὶ ἄφθονον τὴν εὐδαιμονίαν παρέχεται ὁ θεός, διδόντος σοι ταῦτα τοῦ ἥρωος, πολλὴν δὲ καὶ εὐδαίμονα χώραν καὶ πόλεις καὶ βασιλεῖς παρέχεται ὑποχειρίους σοι γίγνεσθαι καὶ αἰχμαλώτους. καὶ ταῦτα δὴ σὺ ἐπίστασαι, ὡς οὐκέτι δὴ ἐς τόδε ἐξυβρίσαντι ἐς τοὺς ἑαυτοῦ ἄνδρας παρέχεταί σοι καταστρέφεσθαι· ὡς ἔνιοι τὴν φύσιν τε καὶ ψυχὴν αὐθαδέστατοι καὶ ἀναιδεῖς οἴονται, ὡς δίκη οὐδαμοῦ γῆς ἀνθρώποις ἐπεξέρχεται, ἀλλ' αὐτὰ εἰκῇ χωρεῖν πέφυκε σφίσι τὰ πράγματα. μή, ἐφ' ὅ τι ἂν γένοιτο ἕκαστος τραπόμενος, τοῦτο αὐτῷ θεμιτὸν εἶναι καὶ δίκαιον, καὶ τῷ δυνατῷ τυράννῳ καὶ βασιλεῖ προχωρεῖ ἕκαστα σὺν δίκῃ ἐπιγενόμενα αὐτοῖς. ἀλλὰ θεὸς μὲν τὰς μοίρας διανειμάμενος, τήν τε φαύλην καὶ ἀγαθήν, ἐς ἄμφω ταύτας διακρίνει τοὺς τῇδε ἀνθρώπων παραγινομένους. οἷς δ' ἂν διανέμηται ἀρίστην μοῖραν, καὶ μετὰ θάνατον οὕτω δεσμούμενος τιμωρεῖταί τε ἐς τὰ μάλιστα. πέφυκε δὲ ἄλλως τὸ θεῖον, ὅτῳ ἄν τις ξυνομολογῇ, τούτῳ συντίθεσθαι· ἢν δὲ παραβαίνῃ, ἐπιτρίβεσθαι τὸ παράπαν. σὺ δὲ ἐς μέγα ἥκεις εὐδαιμονίας τῶν γε νῦν ὄντων ἀνὰ τὴν οἰκουμένην βασιλέων διὰ τὸ πείθεσθαι τῷ ἥρωϊ καὶ μὴ παραβαίνειν τὰ νομιζό 2.246 μενα, καὶ τοῦ γε λοιποῦ ἄρχειν ἁπάντων ἀνθρώπων. καὶ οἷς δ' ἂν ξυντιθοῖτο ὁ ἄνθρωπος, εἴτε θεῷ εἴτε ἥρωϊ, ἐς ὃ ἂν τελευτήσῃ. πείθεσθαι ἀνάγκη. καὶ σὺ ἡμᾶς τούσδε ὁμοφύλους μὴ καλῶς ποιεῖς, δούλους ὄντας τοῦ ἥρωος, πρὸς ὃν τὰς συνθήκας ἡ μοῖρα ἐτάξατο· οὐ γὰρ περιόψεται ἡμᾶς ἐκ σοῦ περιυβριζομένους καὶ ἠδικημένους περινοστεῖν." ταῦτα ἔλεγε. καὶ ὑπολαβὼν ὁ βασιλεὺς ἔλεγε τοιάδε· "ὦ γῦναι, ἐν δίκῃ μέντοι εἴρηταί σοι ἕκαστα· εὖ μέντοι ἐπίστασο, ὡς καὶ τῷ βασιλεῖ πλέον τι χαρίζεται ἡ συνθήκη καὶ τῷ τυράννῳ. φέρειν δὲ τοῦτο τὰ πράγματα πέφυκεν. ἢν δὲ καὶ κατὰ τοὺς ὁμοφύλους ἐξαμαρτάνων τις φαίνηται, ἀνάγκῃ ἐπὶ μαρτυρίαν τοῦτο αὐτό τις ὁδεύεται, καὶ ἐπιόντα ἀμύνεσθαι. καὶ ἡμεῖς δὲ τοῦτο ποιησάμενοι, καὶ προειπόντες αὐτῷ μὴ παρέχειν τῇ ἡμετέρᾳ χώρᾳ, οὔτε ἀπείχετο τὸ παράπαν καὶ ἐπιὼν ἐνοχλεῖν οὐκ ἐπαύετο. ὅμως τάδε ἐπιτέλλοντες τῷ σῷ υἱῷ, ἀπεχόμεθα μὲν τοῦ λοιποῦ τῆς χώρας, ἐφ' ᾧ μὴ ἐπιβῆναι ἐσαῦθις τῆς χώρας ἡμῶν καὶ μηδὲ τῷ βασιλεῖ Τραπεζοῦντος ἐπαμύνειν καὶ ὑπερμαχεῖν." ταῦτα εἰπόντος τοῦ βασιλέως συνετίθετο αὐτίκα ἡ γυνὴ καὶ σπονδὰς ἐποιεῖτο. [Τὸ δὲ ἐντεῦθεν ἤδη ἐπορεύετο ἐπὶ Τραπεζοῦντα καὶ κατὰ βασιλέως ∆αβίδ, ὃς τελευτήσαντος τοῦ βασιλέως τοῦ ἀδελφοῦ αὐτοῦ Ἰωάννου, καὶ καταλειφθέντος αὐτῷ ἐγγόνου ἑνός, ἐπαγόμενος τοὺς Καβασιτάνους ἄρχοντας τῶν περὶ τὴν Τραπεζοῦντα Μεσοχαλδείων κατέσχε τὴν βασιλείαν καὶ ἐβασίλευεν, ἀδικήσας τὸν ἀνεψιὸν αὐτοῦ τετραετῆ ὄντα. ὁ μέντοι στόλος ἄρας ἀπὸ Σινώπης, ἐπεὶ ταύτην προεδουλώσαντο, ἐπορεύετο ἐν δεξιᾷ ἔχων 2.247 τοὺς Καππάδοκας, καὶ ἀφικόμενος ἐς τὴν πόλιν Τραπεζοῦντα τά τε προάστεια ἐνέπρησε, καὶ ἐπολιόρκει τὴν πόλιν ἐπὶ ἡμέρας τριάκοντα δύο. μετὰ δὲ ταῦτα ἐπελαύνων ἐπῄει βασιλεύς. προελαύνων δὲ Μαχουμούτης ἐς Τραπεζοῦντα, καὶ αὐτοῦ που σκηνώσας ἐν τῇ λεγομένῃ Σκυλολίμνῃ, καὶ λόγους προσφέρων πρὸς τὸν αὐτοῦ ἐξάδελφον Γεώργιον πρωτοβεστιάριον, ἔλεγε πρὸς αὐτὸν εἰπεῖν τῷ βασιλεῖ ∆αβὶδ τάδε· "βασιλεῖ Τραπεζοῦντος, γένους τοῦ Ἑλλήνων βασιλείου, βασιλεὺς μέγας τάδε λέγει, ὡς ὁρᾷς μὲν ὅσην χώραν διαπορευόμενος, ἐπειδὴ διεξῄει, ὥστε ἐνταῦθα γενέσθαι. ἢν οὖν αὐτίκα τὴν πόλιν παραδῷς τῷ βασιλεῖ, καὶ χώραν μέν σοι παρέχεται, ὡς καὶ τῷ