157
πετρῶν τὸ ὕψος αὐτοῦ. Τοῦ φιλοσόφου δὲ βίου τὸ ἀσφαλές τε καὶ τὸ ὕψος δηλοῖ, ὅν τις μετιὼν ἄρτῳ καὶ ὕδατι μετὰ πίστεως τὴν παροῦσαν διανύσας ζωὴν, τέλος ἕξει τῆς τοιαύτης ἀσκήσεως τοῦ βασιλέως τὴν θέαν. Περὶ οὗ προεφήτευεν, ἀρξάμενος ἀπὸ τοῦ, "Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν." Εἰκὸς δέ φασι, καὶ Χριστὸν οὕτως εἰρῆσθαι, ἐν ᾧ, καθάπερ τι σπήλαιον ἢ προβάτων σηκὸς ἡ Ἐκκλησία νοεῖται τὸ πάγιον ἔχουσα, κατὰ τό· "Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, ἣν τοῖς οἰκοῦσιν ἄρτος δίδοται ζωῆς ὁ Χριστὸς παρὰ τοῦ Πατέρος, καὶ πιστὸν ὕδωρ τὸ τοῦ θείου βαπτίσματος, ἐξ ὧν ἡ πᾶσα τοῖς λαβοῦσιν ἀσφάλεια. Καὶ τὸν βασιλέα κατόψονται Κύριον, οἳ καὶ μήπω λαβόντες τῶν πραέων τὴν γῆν, πόῤῥωθεν, αὐτὴν ὄμμασι διανοίας ἐκ τοῦ παρόντος ὄψονται βίου, τοῦ Θεοῦ τὸν φόβον διὰ μελέτης ποιούμενοι. Τινὲς δὲ περὶ τῶν ἀνόμων ἐξέλαβον τὸ πόῤῥωθεν, αὐτοὺς τὴν γῆν τῆς ἐπαγγελίας ἰδεῖν οὐκ ἐν αὐτῇ γενησομένους, τὸ δὲ καιόμενον ἔχοντας πῦρ, οἳ καὶ τῆς ἑαυτῶν κατακρίσεως ἐν φόβῳ γενήσονται μακρὰν ἀποῤῥιφέντες ἐκείνης τῆς γῆς. Οἷς ὀνειδίζων, ὅτι κακοῖς διδασκάλοις ἐπείθοντο, φησί· Ποῦ οἱ τὸ γράμμα μόνον εἰδότες τοῦ νόμου; Πρὸς οὓς ἔφασκεν ὁ Σωτήρ· "Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί." Ποῦ γὰρ οὗτοι φανήσονται, φησὶν, ἐν ἡμέρᾳ τῆς κρίσεως, ἀντὶ συμβουλῆς ἀγαθῆς τοὺς μαθητὰς κολακεύσαντες; Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ὁ ἀριθμῶν τοὺς ἐκτετραμμένους, τὸ λαὸν τὸν ἀναιδῆ. Οὐκ ὄψει λαὸν βαρὺν χείλεσιν, ὥστε μὴ ἀκούειν διάλεκτον γλώσσης. Ἀναιδεῖς καλῶν τοὺς ταῖς αὐτῶν διδασκαλίαις ἐκτεθραμμένους, οἳ οὐκ ὄψονται τὸν βαρὺν λαὸν τοῖς χείλεσιν, ἀλλ' οὐδὲ ἀκούσουσιν, ἀσύνετοι ὄντες διαλέκτου γλώττης, περὶ ἧς ἔφασκε· Καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην. Εἰ γὰρ εἶδον τὸν βαθύφωνον, οὐκ ἂν ἤκουσαν λαὸς πεφαυλισμένος. 2301 Τινὲς δὲ συστρεφομένους φασὶν, ἐπειδὴ γνώμῃ τῶν διδασκάλων ἐπὶ Χριστὸν συνεστράφησαν καταβοῶντες πρὸς Πιλάτον καὶ τὸν Βαραββὰν τοῦ προτιμήσαντες μηδεμιᾶς ἀγαθῆς ἀκούσαντες συμβουλῆς, μηδὲ μαθόντες παρ' αὐτῶν ὡς αὐτός ἐστιν ὁ βαθύφωνος. ∆ιὰ παραβολῶν γὰρ ἐλάλει κατὰ τό· "Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου." Ἀσύνετοι δὲ ὄντες τὸν τῶν διδασκάλων οὐ διέκρινον φθόνον. Οὐ γὰρ ἂν ἤκουσαν πεφαυλισμένοι. Τὸ δὲ ῥητὸν ὅλον οὕτω τινὲς ἐξηγήσαντο. Ὡς τὴν μέλλουσαν Ἀσσυρίοις πληγὴν οὐχ οἱ πλησίον μόνον αὐτῶν, ἀλλὰ καὶ οἱ πόῤῥω μαθήσονται, καὶ οἱ τῆς Ἱερουσαλὴμ ἀσεβεῖς αἰσχυνθήσονται. Φεύγων δὲ, φασὶν, ὁ προφήτης τὰ ἔργα τὰ πονηρὰ τῶν ἀπειθῶν Ἰουδαίων εἰπεῖν, ὕλην ὄντα πυρὸς, ἕτερον ζητεῖ τὸν ἐροῦντα δικαίως πολιτευόμενον, ὡς ἂν εἴποι πρὸς αὐτοὺς, ὡς ὀργὴν ἑαυτοῖς θησαυρίζουσι. Τὸ δὲ, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, τοῦτ' ἔστι πρὸς φόνον μὴ συνεργῶν. Ὁ γὰρ ἔχων τὰ εἰρημένα φησὶν, στάσιν ἕξει βεβαίαν τῶν θείων ἀγαθῶν ἀπολαύων. Τοὺς δὲ φωτισθέντας ὑπὸ τοῦ λόγου, καὶ τὸν βασιλέα τῆς δόξης βλέπειν ἀκόλουθον ἀπαλλαγέντας μὲν τῆς κοσμικῆς προσπαθείας, ἀγαθοῖς δὲ τοῖς ἐλπισθεῖσιν ἐνατενίζοντας. Τοῦτο γὰρ δηλοῖ τὸ τὴν γῆν ἰδεῖν πόῤῥωθεν, τοῖς γηΐνοις μηδαμῶς πλησιάζοντας. Μηνύει δὲ καὶ καθ' ἱστορίαν τὸν ἄρξαντα μετὰ ταῦτα τῆς Ἱερουσαλὴμ Ἐζεκίαν, ὃς ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ γέγονεν εὐκλεὴς, ἐφ' οὗ σημεῖα γέγονεν οἰκουμενικὰ, ἀναποδισμὸς ἡλίου καὶ τῆς ἡμέρας προσθήκη. Ἃ ἰδόντες φοβηθήσεσθε τὸν Θεὸν μεταγνόντες ἐφ' οἷς ἐπείσθητε τοῖς συμβουλεύσασι περὶ τῆς Αἰγυπτιακῆς βοηθείας γραμματεῦσι καὶ τοῖς ἐγγαστριμύθοις, οὓς καλεῖ βαθυφώνους, ὡς ἄσημα φθεγγομένους. Οὗτοι γὰρ πάντες ματαιότητός εἰσι λαὸς, καὶ πεφαυλισμένοι, πρὸς κατανόησιν τῶν δεόντων οὐκ ἄγοντες τὸν ἀκροατήν. 9Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσαλὴμ πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν, τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ