Ἑλλήνων ἡγεμόνι τῆς Πελοποννήσου ∆ημητρίῳ εὐδαιμονίαν τε ἐδωρήσατο καὶ νήσους καὶ Αἶνον πόλιν εὐδαίμονα, καὶ ἐν ἀσφαλεῖ ὢν κάθηται εὐδαιμονῶν. ἢν δὲ μὴ πειθόμενος ἀντέχειν ἐθέλῃς, ἴσθι τήν τε πόλιν ἐξανδραποδίσαι οὐ πολλῷ ὕστερον· οὐ γὰρ ἂν ἀπαναστήσεται, μὴ ἐξελὼν πρότερον ὑμᾶς καὶ αἰσχίστῳ παραδοὺς θανάτῳ." ταῦτα εἰπόντος τοῦ Μαχουμούτεω, ὑπολαβὼν ὁ βασιλεὺς Κολχίδος ἔλεγε τοιάδε· "ἀλλ' ἡμεῖς καὶ πρότερον τὰς βασιλέως σπονδὰς οὐ παραβαίνοντες, τόν τε ἀδελφὸν τοῦ βασιλέως πέμψαντες ἕτοιμοι ἦμεν, ἐφ' ὅ τι ἂν ἄρα κελεύοι βασιλεύς, ἴεσθαι αὐτίκα πειθόμενοι, καὶ νῦν τῷ ναυάρχῳ τοῦ βασιλέως τόδε ἐλέγομεν, ὡς ἂν μὴ τὴν χώραν κακῶς ποιοῦντες ληΐζωνται, ὡς, ἢν ἐπίῃ βασιλεύς, προσχωρήσειν αὐτῷ παρεσκευάσμεθα." ταῦτά τε ἔλεγε, καὶ ἠξίου σπένδεσθαι αὐτῷ βασιλέα, ἐφ' ᾧ τήν τε θυγατέρα αὐτοῦ βασιλέα ἄγεσθαι καὶ χώραν αὐτῷ παρέχεσθαι, ὅσῳ ἴσην τὴν πρόσοδον αὐτοῦ τῆς χώρας ἀποδοίη τε. ταῦτα λέγων ἠξίου σπένδεσθαι. Μαχουμούτης μέν, ὡς ἐς τὸ στρατόπεδον ἀπήλαυνε βασιλεύς, ὑπήντα ἀγγέλλων τὰ παρὰ τῆς πόλεως. ἐπαρθεὶς δὲ τοῖς λόγοις τοῖσδε ὥρμητο κατὰ κράτος ἐξελεῖν τὴν πόλιν καὶ ἀνδραποδίσασθαι· ἤχθετο γάρ, ὅτι ἡ γυνὴ τοῦ βασιλέως. πρὶν ἢ ἀφικέσθαι τὸν στόλον, ἀφίκετο παρὰ τὸν ἑαυτῆς γαμβρὸν τὸν Μαμίαν προεξιοῦσα. μετὰ δὲ ταῦτα βουλευομένῳ οἱ ἐδόκει ἐς τὴν ξύμβασιν τοὺς ὅρκους ποιεῖσθαι, καὶ ἐγίνοντο οἱ ὅρκοι τοῦ βασιλέως, μετὰ δὲ καὶ 2.248 τὴν πόλιν παρελάμβανον Τραπεζοῦντα οἱ τοῦ βασιλέως νεήλυδες, ὡς ἐπέταξε βασιλεύς. τὸν δὲ βασιλέα Τραπεζοῦντος ἐμβάντα ἐς τὰς ναῦς ἅμα τοῖς παισὶν αὐτοῦ καὶ τῇ θυγατρὶ καὶ συγγένεσιν αὐτοῦ, ὅσοι παρῆσαν αὐτῷ, ἐκέλευσεν ἀποπλεῖν ἐς τὸ Βυζάντιον, ὡς αὐτίκα παρεσομένου καὶ αὐτοῦ βασιλέως διὰ τῆς ἠπείρου, τὴν μὲν οὖν πόλιν ἐπέτρεψε τῷ ναυάρχῳ, τῆς Καλλιουπόλεως ὑπάρχῳ, νεήλυδάς τε καθίστη ἐς τὴν ἀκρόπολιν καὶ ἀζάπιδας ἐς τὴν πόλιν. μετὰ δὲ ταῦτα πέμψας Χιτήρη τῆς Ἀμασίας ὕπαρχον, παρεστήσατο τὰ περὶ τὴν πόλιν χωρία καὶ τὰ περὶ τὸ Μεσοχάλδειον, Καβασιτάνων ὄντα τῶν ὑπάρχων, τοῦ τε πανσεβάστου καὶ τοῦ υἱοῦ αὐτοῦ. καὶ ἕκαστα προσεχώρησεν. ὃς καὶ φυλακὴν ἐγκατέλιπεν, ἀναζεύξας διὰ τῆς ἠπείρου, καὶ ἀπήλαυνε, καὶ διὰ τῆς τῶν Τζανίδων χώρας ἐκομίζετο, χώραν ἐρυμνήν τε καὶ ἄβατον ἐς τὰ μάλιστα. γενόμενος δὲ ἐπὶ Βυζαντίου, βασιλέα μὲν αὐτοῦ ἐπέταξεν ἀπάγειν ἐς Ἀδριανούπολιν, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ἐκομίζετο ἐπὶ Ἀδριανούπολιν. Τραπεζοῦς μὲν οὖν οὕτως ἑάλω, καὶ ἡ τῆς Κόλχων χώρα σύμπασα ὑπὸ βασιλεῖ ἐγένετο, ἡγεμονία καὶ αὕτη Ἑλλήνων οὖσα καὶ ἐς τὰ ἤθη τε καὶ δίαιταν τετραμμένη Ἑλλήνων, ὥστε ἀναστάτους γενέσθαι ὑπὸ τοῦδε τοῦ βασιλέως οὐ πολλῷ χρόνῳ τοὺς Ἕλληνάς τε καὶ Ἑλλήνων ἡγεμόνας, πρῶτα μὲν τὴν Βυζαντίου πόλιν, μετὰ δὲ ταῦτα Πελοπόννησόν τε καὶ Τραπεζοῦντος βασιλέα καὶ χώραν αὐτήν. Ταῦτα μὲν ἐς τοσοῦτον ἐγένετο· τὴν δὲ Τραπεζοῦντα ἐς μοίρας διελόμενος, τὸ μὲν παρ' ἑαυτῷ κατεκράτησε, ποιήσας σιλικταρίους καὶ σπαχογλάνους ὕστερον ἐς τὰς θύρας αὐτοῦ, τούτους κρατήσας παρ' ἑαυτὸν ὑπηρεσίας αὐτοῦ ἕνεκα καὶ ἐς τὰ παιδικά, τὸ δὲ κατῴκισεν ἐς Βυζάντιον, καὶ τὸ ἕτερον πεποίηκεν Ἰανιτζαρίους καὶ δουλευτὰς ἐν σκευαῖς, ἐπιλεξάμενος παῖδας ὀκτακοσίους, καὶ ἐς τὴν τῶν νεηλύδων τάξιν ἐτάξατο. τὴν μέντοι θυγατέρα τοῦ βασιλέως ∆αβὶδ γυναῖκα μέντοι οὐκ ἠγάγετο, μετ' οὐ πολὺ δὲ ἐς τὸν κοιτῶνα μετεπέμψατο αὐτήν, 2.249 σφαγιασθέντος τοῦ βασιλέως ∆αβίδ, καὶ τὸν παῖδα ἔγγονον τοῦ πρότερον βασιλέως νήπιον ὄντα εἶχε παρ' ἑαυτῷ ὁ κρατῶν. ὁ μέντοι βασιλέως παῖς ὁ νεώτερος, Γεώργιος τοὔνομα, ὡς ἐς τὴν Ἀδριανούπολιν παρών, ἐτράπετο ἐπὶ τὴν τοῦ Μεχμέτεω θρησκείαν, καὶ ἐς τὰ ἤθη γενόμενος τὰ ἐκείνων οὐ πολλῷ ὕστερον συνελήφθη ἅμα τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς ὑπὸ βασιλέως. καὶ γὰρ ἔπεμψε γράμματα ἡ ἀνεψιὰ τοῦ βασιλέως, ἡ τοῦ Χασάνη γυνή, καὶ μετεκαλεῖτο ἢ τὸν τοῦ βασιλέως υἱὸν ἢ τὸν ἀνεψιὸν αὐτοῦ τὸν Ἀλέξιον τὸν ἐκ Μυτιλήνης, Κομνηνὸν ὄντα. καὶ τὰ μὲν γράμματα ἐνεχείρισαν τῷ