158
διώρυγες πλατεῖς, καὶ εὐρύχωροι9, κ.τ.λ. Ἀντὶ τοῦ, Ἰδοὺ Σιὼν ἡ πόλις, ὁ μὲν Ἀκύλας φησίν· Ὅρα ματίσθητι, Σιὼν πόλις ἑορτῶν. Σύμμαχος δὲ καὶ Θεοδοτίων, Ἴδε Σιὼν τὴν πόλιν τῶν ἁγίων ἡμῶν, καὶ πάλιν ἑξῆς, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, ὡς μέλλουσαν ἰδεῖν τὸ σωτήριον ἡμῶν, τοῦτ' ἔστι Χριστὸν, ἑτέραν τε πόλιν τὴν τῶν ἑορτῶν τὴν Ἐκκλησίαν τὴν ἄγαν πλουσίαν. Τῆς μὲν οὖν παλαιᾶς Ἱερουσαλὴμ πεπτώκασιν αἱ σκηναὶ διαφόροις ἁλούσης πολιορκίαις. Ἡ δὲ καινὴ πόλις, ὡς ἐπὶ πέτρας ἑστῶσα, κἀν τοῖς 2304 τῶν διωγμῶν ἄσειστος ἐπιμένει καιροῖς. "Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς," ὑπό τε ὄμβρων καὶ ποταμῶν καὶ πνευμάτων οὐ πέπτωκε. Τεθεμελίωται γὰρ ἐπὶ πέτραν. Τὸ δὲ αἴτιον, ὅτι τὸ ὄνομα Κυρίου τόπος ἔσται τῇ καινῇ πόλεις, καὶ ὡς ἐν τόπῳ τοιούτῳ καθέστηκεν ἄπτωτος. Κατὰ δὲ Σύμμαχον, ἐκεῖ κραταιὸς ἡμῖν Κύριος. Τόπος ποταμῶν διώρυγες εὐρύχωροι, ὅπου μὴ πορευθῇ πλοῖον κωπηλάτου, οὐδὲ ἐντολὴ κραταιοῦ διαπεράσει αὐτόν. Τὸ δὲ ὅπου μὴ πορευθῇ, Ἀκύλας φησίν· Οὐ μὴ πορευθῇ ἐν αὐτῇ ναῦς κώπης, καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό. ∆ι' ὧν δηλοῦσι τῆς εἰρημένης πόλεως τὸν Κύριον ἔσεσθαι τόπον ποταμῶν, ὥστε λέγειν· "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Καὶ, "Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων." Οἱ δὲ ποταμοὶ, φησὶν, οὕτως ἐν ἀσφαλείᾳ τυγχάνουσιν, ὡς εἶναι τοῖς ἐχθροῖς ἀνεπίβατοι, μικροῖς τε καὶ μείζοσι πλοίοις ἐπερχομένοις ἀντὶ τείχους κυκλοῦντες τὴν πόλιν, ἐπεὶ κριτὴν καὶ ἡγούμενον αὐτὸν ἔχει τὸν Σωτῆρα καὶ Κύριον, οὗ τὰ ὁρμήματα πρώτου καὶ τελείου τυγχάνοντος ποταμοῦ, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, ἀγγέλων ὄντων τῶν πολλῶν ποταμῶν τῶν διὰ παντὸς βλεπόντων τὸ πρόσωπον τοῦ Πατέρος τοῦ ἐν οὐρανοῖς, οἳ φρουροῦσι τὴν Ἐκκλησίαν. Ἐντεῦθεν λοιπὸν τῆς παλαιᾶς ὑποφαίνει πόλεως τὰ παθήματα. Ταύτης γὰρ ὡς νηὸς ἐν χειμῶνι πέπτωκεν ὁ ἱστὸς τῶν αὐτὸν κρατούντων διαῤῥαγέντων σχοινίων. Ὁ δὲ Σύμμαχός φησιν, Ἐξεῤῥίφη τὰ σχοινία σου, ὥστε μὴ κρατεῖν. Οὕτως ὁ ἱστὸς αὐτῶν, ὥστε μὴ ἁπλῶσαι ἱστίον. Τότε διένειμεν ἕως σκύλων πολλῶν· ὑπογράφων ὡς ἐν ναυμαχίᾳ νῦν κατέδυσαν, καὶ πρὸς τῶν πολεμίων ἁρπαζομένην. Καὶ μέχρι γὰρ τῶν ἱερῶν σκευῶν εἰς διαρπαγὴν παρέδωκε Κύριος ἀσεβέσιν ἀνδράσι καὶ τὰς τῆς ψυχῆς χωλεύουσι βάσεις, οἳ Θεοῦ παραδιδόντος οὐκ ἐκοπίασαν, καὶ γεγόνασιν ἁμαρτίας ἐλεύθεροι, Θεοῦ κρίσει τὴν Ἱερουσαλὴμ χειρωσάμενοι. Τινὲς δὲ οὕτως ἑρμήνευσαν· Μεταξὺ τοῦ Θεοῦ περὶ τῶν ἀσυνέτων γραμματικῶν προσφωνήσαντος, τὸ τῶν ἁγίων αὖθις εἰσάγεται πρόσωπον, δεικνύντων ὥσπερ ἀλλήλοις ἢ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἢ τὴν ἐν οὐρανοῖς, εἰς ἢν ἀνάγει τοὺς ἐνοικοῦντας ἡ ἐπὶ γῆς σωτήριον ἔχουσα τὸν Χριστὸν, οὓς ἀμειβόμενός φησιν ὁ λόγος. Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, τὰς περὶ αὐτῆς λέγων ἐξ ὁμοιότητος τῆς ἐν τῇ ἐρήμῳ σκηνῆς· τοῦ δὲ τῆς πόλεως ἀσφαλοῦς τὴν αἰτίαν φησὶ τοῖς πιστεύσασιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν, ἀντιδιαστέλλων τοῖς τῷ Χριστῷ μὴ πιστεύσασιν. Καὶ ὡς ἔσται τόπος ὑμῖν, ἡ ἀεὶ μὲν οὖσα πόλις, ἐν ᾗ ποταμοὺς εὐρυχώρους φησὶ καὶ διώρυχας εὐαγγελιστάς τε καὶ ἀποστόλους δηλῶν, καὶ τοὺς τῶν Ἐκκλησιῶν κατὰ καιρὸν ἡγουμένους, τὴν τοῦ Θεοῦ ποίμνην τοῖς θείοις ἄρδοντας νάμασιν 2305 ἐξ ἑνὸς, ὃς καὶ διὰ φωνῆς προφήτου φησίν· "Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν." Τῇ δὲ τῶν ποταμῶν ἐπιμένων μεταφορᾷ, καὶ ὡς περὶ πλοῦτον λόγον ποιούμενος, τὸ τῶν πιστῶν εἰσάγει πρόσωπον μετὰ τὴν Χριστοῦ παρουσίαν τοῦ διαβόλου κατεπαιρόμενον, ἀπαγορεῦόν τε αὐτῷ μὴ δι' αὐτῶν διαβαίνειν, καθάπερ καὶ πρότερον. Οὐ γὰρ ἔτι σοι τυγχάνομεν βάσιμοι. Οὐδὲ δυνήσῃ καθάπερ τι πλοῖον διὰ τούτων ἐλᾶσαι τῶν ποταμῶν. Τὸ δὲ αἴτιόν φασιν, Ὁ γὰρ Θεός μου μέγας ἐστί. Καὶ τούτου χάριν οὐ διελεύσεται δι' ἐμοῦ. Ἀπέφυγον γὰρ αὐτοῦ τὴν κρίσιν καὶ τὸν ζυγὸν, ὑπὸ Θεὸν γεγονώς. Τοῦτο δὲ καὶ ἐν ἄλλοις παρὼν προφήτης φησίν· "Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται. Καὶ οὐκ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος.