βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
συντάγμασιν· ὁ γὰρ θεσπέ σιος Παῦλος ἐν παρασκευῇ λόγων παντοίων (δυ νατώτατος ὢν, νοήμασί τε ἱκανώτατος γεγονὼς, ὃς) οὐ πλεῖον τῶν βραχυτάτων ἐπιστολῶν γραφῇ πα ραδέδωκεν, καίτοι μυρία ἀπόῤῥητα λέγειν ἔχων, ἄχρις τῶν μέχρις οὐρανοῦ τρίτου φθάσας θεω ρήματα, ἐπ' αὐτὸν δὲ τὸν θεοπρεπῆ παράδεισον ἁρπασθεὶς καὶ τῶν ἐκεῖσε ῥημάτων ἀνεκφράστων ἀξιωθεὶς ἀκοῦσαι. Καὶ μέντοι οὐδ' οἱ λοιποὶ τοῦ Χριστοῦ φοιτηταὶ, ιβʹ μὲν ἀπόστολοι, οʹ δὲ μαθη ταὶ, καὶ ἄλλοι πρὸ τούτων μυρίου, οὐκ ἄπειροι ̣94b λόγων ἐτύγχανον· καὶ ὅμως οὖν ἐξ ἁπάντων τού των τοῦ Κυρίου διατριβῶν ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης μόνοι καταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὸ γράφειν ἐλθεῖν ἔχει λόγος, ὥσπερ (δὴ) καὶ Μάρκον καὶ Λουκᾶν ὕστερον. ∆ιό φησιν ὁ μέγας Μάξιμος· "Ὁ λόγους συγγραφόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται, ἢ πρὸς ὠφέλειαν ἑτέρων, ἢ καὶ ἄμφω, ἢ (καὶ) πρὸς βλάβην τινῶν, ἢ ἐπίδειξιν, ἢ ἐξ ἀνάγκης." ̣8 ̣ Νοσηλευθεὶς δὲ Σευῆρος ἐτελεύτησεν. ̣9 ̣ Ἐπὶ Σευήρου Παῦλος ὁ Σαμοσατεὺς τὴν Ἀρτέμωνος αἵρεσιν ἀνενεώσατο.
ΡΜ∆ʹ. Βασιλεία Καρακαλλᾶ. Μετὰ Σευῆρον (τὸν Σεπτίμιον) ἐβασίλευσεν Ἀντωνῖνος, ὁ υἱὸς αὐτοῦ, ὁ Καρακαλλᾶς, καὶ Γέ τας ὁ ἀδελφὸς αὐτοῦ. ̣2 ̣ Καὶ σφάξας (τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὴν μητρυιὰν λαβὼν εἰς γυναῖκα, καὶ κρατήσας ἔτη ζʹ, ἀνταναιρεῖται ὑπὸ τῶν ἰδίων, 352 αὐτὸς) τὸν ἴδιον ἀδελφὸν ἐν τῷ κόλπῳ τῆς μητρὸς κατέσφαξεν. ̣3 ̣ Σαραπίων δέ τις μαθηματικὸς ἔλεγεν, ὡς τεθνήξαντα Ἀντωνῖνον καὶ Μακρῖνον αὐτὸν δια δέχεσθαι, καὶ ἔδειξεν αὐτὸν δακτύλῳ παρεστῶτα μετὰ τῆς συγκλήτου. Ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τῆς τύχης, οὐ συνῆκε τῷ προσώπῳ Μακρίνου, ἀλλ' ἕτερον τὸν πλησίον ἐκέλευσεν ἀποκτανθῆναι. Ὁ δὲ Μακρῖνος ἐσπούδαζε τὸν Ἀντωνῖνον προκατα λαβεῖν, καὶ τοῦ Ἀντωνίνου ἀπὸ τοῦ ἵππου κατελ θόντος ἐν κυνηγίῳ εἰς ἀπόπατον, ἑκατόνταρχον ἀποστείλας, τοῦτον τῷ ξίφει ἀνεῖλεν, εἰπὼν πρὸς αὐτόν· "Ὡς σὺ τὸν ἀδελφὸν ἀπέσφαξας, οὕτως κἀγώ σε." ̣4 ̣ Ἐπὶ αὐτοῦ Ὠριγένης διάφορα συγγράμματα καταλέλοιπε μετὰ καὶ τῆς τῶν Ἑβραίων σημει ώσεως, τὰ λεγόμενα Ἑξαπλᾶ. 110.544
ΡΜΕʹ. Βασιλεία Μακρίνου. Μετὰ Ἀντωνῖνον ἐβασίλευσε Μακρῖνος ἔτος αʹ, μῆνας βʹ. ̣2 ̣ Εὐτυχιανὸς δέ τις προλαβὼν τὸν Ἀβῖτον ὡς Ἀντωνίνου υἱὸν μοίχειον, περιέθηκε διάδημα καὶ αὐτοκράτορα ἀνηγόρευσεν· καὶ δοὺς χρυσίον τοῖς στρατιώταις συνέβαλε πόλεμον μετὰ Μακρί νου· καὶ ἡττηθεὶς Μακρῖνος ἔφυγε καὶ ἀπεσφάγη μετὰ τοῦ υἱοῦ αὐτοῦ. 353
ΡΜʹ. Βασιλεία Ἀβίτου. Μετὰ Μακρῖνον ἐβασίλευσεν Ἀβῖτος ὁ Ἡλιογάβαλος ἔτη γʹ, μῆνας θʹ. ̣2 ̣ Οὗτος γυναικώδης ἦν, ὥστε Ἱεροκλέα ἔν νομον αὐτοῦ ἄνδρα ποιῆσαι. ̣3̣ Ἐσφάγη δὲ διὰ τὰς ἀκαθαρσίας αὐτοῦ, καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἐξάδελφος αὐτοῦ. ̣4̣ Ἀβῖτος τὸν ἰατρὸν παρεκάλεσε διφυῆ αὐ τὸν δι' ἀνατομῆς ποιεῖν ἐμπροσθίου.
ΡΜΖʹ. Βασιλεία Ἀλεξάνδρου. Μετὰ δὲ Ἀντωνῖνον τὸν καὶ Ἀβῖτον ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμαίας ἔτη ιγʹ, μῆνας ηʹ, καὶ ἐσφάγη σὺν τῇ μητρὶ αὐτοῦ (Μαμαίᾳ ἐξ ἐπι βουλῆς Μαξίμου στρατηγοῦ). ̣2 ̣ Ἐπὶ αὐτοῦ γέγονε λιμὸς ἐν Ῥώμῃ, ὥστε κρεῶν ἀνθρωπίνων αὐτοὺς ἅψασθαι. ̣3 ̣ Οὗτος στρατεύσας κατὰ Περσῶν ἡτ τήθη κατὰ κράτος καὶ καταφρονηθεὶς ἐσφάγη (καὶ προεβάλοντο οἱ στρατιῶται Μαξιμῖνον). ̣4 ̣ Μαμμαία, ἡ Ἀλεξάνδρου μήτηρ, θεοσεβὴς ἐτύγχανε, καὶ τὸν Ὀριγένην ἐν Ἀντιοχείᾳ διατρίβουσα μετεπέμψατο πρὸς ἑαυτὴν, τοῦ διδαχθῆ ναι τὸ κατὰ Χριστὸν μυστήριον. (∆ιὸ καὶ εἰρήνη πολλὴ ὑπῆρχε ταῖς ἁγίαις Ἐκκλησίαις δι' αὐτῆς.) 354 ̣5 ̣ Ἐφ' οὗ Νάρκισσος, ἐπίσκοπος Ἱεροσολύμων, ἐν τῷ βαπτίζειν, ἐλαίου τοῦ χρίσματος λείψαντος, ἐκέλευσε ὕδωρ ἐν τῷ κρατῆρι βληθῆναι, καὶ εὐξάμενος ἔλαιον πεποίηκεν.