159
Οὐδὲ ἔσται λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ τὸν Κύριον." Ἐπὶ τούτοις, τὸν λόγον πρὸς τὴν τῶν Ἰουδαίων μεταστρέφει συναγωγὴν, τῇ τῆς νεὼς ἐπιμείνας μεταφορᾷ. Ὡς γὰρ ἀνέμου προσβαλόντος σφοδρότερον, τὰ μὲν ἱστία κατασπᾷν οὐκ ἰσχύουσιν, ὁ δὲ ἱστὸς ὑπὸ τούτων κλινόμενος τὴν ναυαγίαν ἐργάζεται· οὕτω, φησὶ, πείσῃ τὰ παραπλήσια. Ἀλλ' οὐδὲ τροπαίου σημεῖον ἡ πόλις ἐπαρεῖ νικῶσα· παραδοθήσεται δὲ μᾶλλον εἰς προνομὴν, μὴ δυναμένη κατὰ τὴν καινὴν πόλιν τὰς τοῦ Σατανᾶ διαφυγεῖν προσβολὰς, εἵθ' ὡς ἐν θαλάττῃ, εἴθ' ὡς ἐν πολέμῳ προσβάλλοντος, καίπερ ἔχουσα τὸν νόμον ὀρθοποδεῖν ἀναγκάζοντα. Οἱ δὲ τὸ πρὶν τῇ εἰδωλολατρείᾳ χωλεύοντες ἐθνικοὶ ποιήσονται προνομὴν, κερδαίνοντες τὰ παρὰ Θεοῦ, δι' ὧν νικῶσι τὸν Σατανᾶν, τὸ πρὶν ἀποθέμενοι φορτίον, καὶ τὸν κόπον τὸν ἐξ αὐτοῦ, τῆς τῶν ἁμαρτιῶν τυχόντες ἀφέσεως διὰ τῆς ἐν πίστει χάριτος, ἣν Ἰσραὴλ οὐκ ἐδέξατο· ὃς καὶ λέγοι ἂν εἰκότως, Αἱ ἁμαρτίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Οἷς καὶ ὁ νόμος ὑπῆρχε βαρύτατος. Ὁ δὲ νέος λαὸς ἀκούει δικαίως, Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Οὕτω δὲ πάλιν ἄλλοι τινὲς ἐξηγήσαντο. Ὁ προφήτης ὑποδείκνυσι τὴν Ἱερουσαλὴμ, τά τε ἐν αὐτῇ παρὰ Θεοῦ δοθέντα ὑπομιμνήσκει συνθήματα. Νόμον γὰρ δοὺς καὶ ναὸν Ἅγιά τε ἁγίων, ὥσπερ τινὰ σκηνὴν ἐπήξατο, τοῖς τῆς κηδεμονίας συνέχων σχοινίοις, χορηγήσας πάντα πλουσίως. Καὶ οὐκ ἦν στενοχωρηθῆναι, ὅσον ἧκεν εἰς τὸν Θεὸν, ἐπανθοῦντος αὐτοῖς τοῦ ὀνόματος αὐτοῦ, ἀφ' οὗπερ, ὡς ἀπό τινων ποταμῶν καὶ διωρύχων ἠρύεσθε τὴν τῶν ἀγαθῶν ἀφθονίαν. Τοσοῦτος γάρ ἐστιν ὁ Θεὸς, ὡς πάντα πληροῦν, οὗ πρὸς εὕρεσιν οὐκ ἂν δεηθείης οὐχ ὁδοῦ μακροτέρας, οὐ ναυτιλίας πολλῆ. Πανταχοῦ γὰρ πάρεστι τῷ χεῖρας ὁσίας ἐπαίροντι, καὶ οὐκ ἔστιν οἷά τις παριὼν, ἵνα τις ἀποτύχοι τῆς αὐ 2308 τοῦ γνώσεως. Καὶ κριτὴς ὢν ἁπάντων ἐπίσκεψιν ποιεῖται τῶν κακῶν, ἀνακόπτων οὐκ ἀπολέσαι βουλόμενος. Ὡς ἄρχων γὰρ καὶ βασιλεὺς ἀγαθὸς ἐπὶ σωτηρίᾳ πάντα ποιεῖ. Ἀναφέρεται δὲ καὶ εἰς Χριστὸν ὁ λόγος, ὃς ἀντίληψις τελεία γεγένηται, δείξας ἡμῖν ἑαυτὸν ἀόρατον ὄντα, καὶ δι' αὐτοῦ τὸν Πατέρα. Πάντα δέ φησιν ὑμῖν διὰ τὸ κήδεσθαι δεδωκότος Θεοῦ, καὶ πλουσίοις δωρήμασι, καθάπερ ἱστόν τινα διεγείροντος τὰ φρονήματα, οὐκ ἄν ποτε ταῦτα διέπεσε, διακοψάντων ὑμῶν τῆς εὐνοίας τὰς σχοίνους καὶ πλαγιασάντων τὸν ἴδιον νοῦν. Ἀλλ' οὐδὲ οὕτως ὑμᾶς ἀφῆκε Θεὸς, μέχρι μόνης θεραπείας κολάζων ὑμᾶς, ἀνιστῶν τε καὶ κωλύων πεσεῖν. Αὐτοῦ γὰρ συγχωρήσει καὶ οἱ ἐπιόντες ἐπῆλθον, ὡς καὶ τὸν χωλὸν ἰσχύειν μηδεμίαν αἴσθησιν καμάτου λαμβάνοντα, ὡς ἂν ὑμῖν ἁμαρτημάτων γένοιτο κάθαρσις. ΚΕΦΑΛ. Λ∆ʹ. αζʹ. 9Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ· ἡ οἰκουμένη καὶ ὁ λαὸς ἐν αὐτῇ, διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγὴν9, κ.τ.λ. Καὶ ἐπὶ τῶν ἔμπροσθεν εἴπου τῆς Ἱερουσαλὴμ πολιορκίαν ὁ λόγος ἐθέσπιζεν, ἐπῆγεν ἑξῆς τὴν κρίσιν τὴν κατὰ πάντων ἐθνῶν, ὥσπερ καὶ νῦν· πάντων γὰρ ὢν Θεὸς, πάντας τοὺς πλημμελοῦντας ἀπειλαῖς ἀνακρούεται. Καὶ πρώτους ἐξ Ἰσραὴλ, κατὰ τό· "Ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι." Τινὲς δέ φασιν, ὡς τῆς Ἰουδαίων συναγωγῆς εἰπὼν τὸ ναυάγιον, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν (πολλοὶ γὰρ χωλοὶ, φησὶ, προνομὴν ποιήσουσι), τούτοις τοῖς πάλαι χωλαίνουσιν ἀναγκαίως νῦν ποιεῖ τὴν κατήχησιν, τὴν κατὰ πάντων κρίσιν εἰπών. Ὡς δὲ πόῤῥω διὰ τὴν εἰδωλολατρείαν καθεστηκότα καλεῖ προσαγάγετε λέγων ἔθνη. Τινὲς δὲ πρὸς Ἀσσυρίους λέγεσθαι ταῦτά φασι τοὺς ἑλόντας τὴν Ἱερουσαλὴμ, μὴ συνιέντας ὡς Θεοῦ συγχωρήσει ταῦτα γεγένηται, καὶ τὸν λόγον ἐκ τούτων ἐπὶ τὴν καθόλου κρίσιν μετενεγκεῖν. Οὕτω καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ, φασὶ, τὰ μέλλοντα γεγενῆσθαι προλέγων τῇ Ἱερουσαλὴμ, ὑπεξάγει περὶ τῆς καθόλου .... ΚΕΦΑΛ. ΛΕʹ. αιαʹ. 9Εὐφράνθητι, ἔρημος διψῶσα. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω