βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ΡΜΗʹ. Βασιλεία Μαξιμίνου. Μετὰ Ἀλέξανδρον ἐβασίλευσε Μαξιμῖνος ἔτη ʹ. Οὗτος ποιμὴν ὢν καὶ μετὰ ταῦτα στρατιώτης γεγονὼς, ὑπὸ τοῦ δήμου καὶ τῆς βουλῆς ̣95a προεβλήθη βασιλεύς. ̣2 ̣ Μετὰ δὲ ταῦτα ἐσφάγη δολίως παρὰ (Που πίνου) Μαξίμου καὶ Βαλβίνου. ̣3 ̣ Οὗτος κακῶς τῷ Ἀλεξάνδρου οἴκῳ χρησά 110.545 μενος, διὰ τὸ τοὺς Χριστιανοὺς τιμᾷν ὁ Ἀλέξαν δρος, διωγμὸν μέγαν κατὰ τῶν Χριστιανῶν ἤγειρεν. ̣4 ̣ Ἐφ' οὗ Λαυρέντιος καὶ Κυπριανὸς, Βαλ βῖνος, Εὐλάμπιος καὶ Εὐλαμπία, καὶ ὁ ἅγιος Σώζων, ἐμαρτύρησαν.
ΡΜΘʹ. Βασιλεία Πουπίνου. Μετὰ Μαξιμῖνον ἐβασίλευσε Πουπῖνος Που πλιανὸς μῆνας γʹ. ̣2 ̣ Τῷ αὐτῷ δὲ τρόπῳ ἀπεσφάγησαν καὶ οὗτοι ὑπὸ τῶν στρατιωτῶν. ̣3 ̣ Ὁμοίως καὶ Γορδιανὸς, ὁ γεγονὼς Καῖσαρ παρὰ Μαξιμίνου, καὶ αὐτὸς βασιλεύσας ἀνῃρέθη, ὡς κωλύσαντος Φιλίππου τοῦ ἐπάρχου τὸν σῖτον διακομισθῆναι τῷ στρατῷ. 355 Οὗτος δὲ (ὁ Φίλιπ πος) ἦν (ὁ) πατὴρ τῆς ἁγίας Εὐγενίας. ̣4̣ Ἐπὶ Μαξίμου καὶ Γορδιανοῦ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο.
ΡΝʹ. Βασιλεία Βαλβίνου. Μετὰ δὲ Πούπλιον ἐβασίλευσε Βαλβῖνος Ἰου νίωρ μῆνας γʹ, ὃς πρῶτος ἐποίησε κανδιδάτους καὶ προτήκτορας· καὶ τὸ τάγμα τῶν σχολαρίων συστησάμενος ἐκάλεσεν αὐτὸ Ἰουνιώρων εἰς τὸ ἴδιον ὄνομα.
ΡΝΑʹ. Βασιλεία Γορδιανοῦ. Μετὰ δὲ Βαλβῖνον ἐβασίλευσε Γορδιανὸς, υἱὸς αὐτοῦ, ἔτη ʹ, καὶ ἐν (τῷ) πολέμῳ συμπεσὼν τῷ ἵππῳ καὶ μηροκλασθεὶς ἀπέθανεν. ̣2 ̣ Μετὰ Γορδιανὸν ἐβασίλευσε Ἰουνίωρ, ὁ υἱὸς αὐτοῦ, ἔτη βʹ, καὶ ὑδεριάσας ἀπέθανε. ̣3 ̣ Ἐφ' οὗ Ἑβραῖός τις Χριστιανοῖς συνοδοιπορῶν ἐν ἐρήμῳ τόπῳ (ἐν Συρίᾳ) καὶ ἀῤῥωστή σας, ὥστε μὴ δύνασθαι αὐτὸν κινεῖσθαι παντελῶς, συνεβουλεύσαντο οἱ σὺν αὐτῷ Χριστιανοὶ μετὰ πολ λῶν δακρύων καταλεῖψαι αὐτὸν, ὑφορώμενοι μὴ καὶ αὐτοὶ συνδιαφθαρῶσιν ἐκ τῆς ἀνυδρίας τοῦ τόπου καὶ ἐρημίας. Οὓς ἰδὼν ἀπιέναι μέλλοντας ὁ Ἰουδαῖος ἤρξατο μετὰ κλαυθμοῦ πρὸς αὐτοὺς λέγειν· "Ὁρ κίζω ὑμᾶς τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ κατελθόντα ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, καὶ μέλλοντα κρῖναι ζῶντας καὶ νεκροὺς, μὴ ἐάσητέ με ἀποθανεῖν Ἑβραῖον, ἀλλὰ βαπτίσατέ με, 356 καὶ οὕτως ἀπέλθατε." Οἱ δέ φασιν· "Οὐκ ἔξεστιν ἡμῖν τοῦτο ποιῆσαι κοσμικοῖς οὖσι καὶ χειροτονίαν μὴ ἔχουσιν, ἀλλ' οὐδὲ πάλιν ὕδωρ ἔστιν ἐνταῦθα, καθὼς ὁρᾷς." Ὁ δὲ μᾶλλον ἐπέμενε τοῖς αὐτοῖς ὅρκοις ἐκβιαζόμενος αὐτοὺς καὶ κατακρίνων. Ἐν 110.548 πολλῇ οὖν ἀπορίᾳ γενόμενοι, εἶπεν εἷς ἐξ αὐτῶν πρὸς τοὺς λοιπούς· "Ἐγείρατε αὐτὸν καὶ ἐκδύσατε." Καὶ μετὰ πολλοῦ κόπου τοῦτον ὀρθώσαντες καὶ ἀποδύσαντες, ἐκεῖνος τὰς χεῖρας αὐτοῦ ψάμμου πλήσας, κατέχεεν ἐπὶ τῆς κεφαλῆς τοῦ Ἰουδαίου λέγων ἐκ τρίτου· "Βαπτίζεται Θεόδωρος εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος" (ἀποκρινομένων τῶν ἄλλων καθ' ἕκα στον ὄνομα τὸ Ἀμήν). Καὶ παραχρῆμα τοσοῦτον ἐνίσχυσεν ὥστε σὺν πολλῇ προθυμίᾳ καὶ εὐῤῥω στίᾳ βαδίζειν μετ' αὐτῶν. Ἐλθόντων δὲ αὐτῶν ἐν Ἀλεξανδρείᾳ, καὶ ταῦτα διηγησάντων τῷ ἀρχιε πισκόπῳ ∆ιονυσίῳ καὶ τοῦτον ἐκθαμβησάντων, εὐθὺς πάντα τὸν κλῆρον συναθροίζει καὶ ἀνατίθεται αὐτοῖς τὸ πρᾶγμα, εἴτε ἄρα ἐλογίσθη τῷ Ἰουδαίῳ εἰς βάπτισμα ἡ τῆς ψάμμου ἐπίχυσις, εἴτε οὔ. Καὶ οἱ μὲν ἔλεγον· "Ἐλογίσθη, μαρτυρούσης τῆς ἀθρόας αὐτοῦ ὑγιείας." Οἱ δὲ οὐ παρεδέχοντο διὰ τὸ μὴ τοιαύτην ἔχειν τὴν Ἐκκλησίαν παράδοσιν, καὶ μάλιστά γε τοῦ Κυρίου πρὸς τὸν Νικόδημον εἰρη κότος "Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύ ματος, ̣95b οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." Τούτων τοίνυν καὶ ἑτέρων λαληθέντων, ἔδοξε τῷ ἁγίῳ ∆ιονυσίῳ βαπτισθῆναι αὐτὸν, καὶ ἀποστείλας αὐτὸν εἰς τὸν Ἰορδάνην ποταμὸν ἐβάπτι σεν· τὸν δὲ προβαπτίσαντα αὐτὸν διὰ τῆς ψάμμου, ἄξιον αὐτὸν ὑπάρχοντα, διάκονον ἐχειροτόνησεν. Εἰκότως οὖν καὶ ὁ μέγας Γρηγόριος ἀπαριθμήσας τὰ βαπτίσματα πάντα φησίν· "Ἐβάπτισε Μωϋσῆς (ἀλλ') ἐν ὕδατι, καὶ πρὸ τούτου ἐν νεφέλῃ καὶ (ἐν) θαλάσσῃ." "Ἐβάπτισε καὶ Ἰωάννης, οὐκέτι μὲν ἰουδαϊκῶς· οὐ γὰρ ἐν