βασιλέως, ὡς ἂν αὐτῷ κρατύνοιτο τὴν ἀρχήν, καὶ μὴ μεταστάντων αὖθις τῶν τῆς ∆ακίας ἀνδρῶν πρωτευόντων πράγματα ἔχοι, ἐπαγομένων αὐτῶν τοὺς Παίονας συμμάχους τε καὶ ἐπικούρους. Ταῦτα μέντοι οὕτω διεπράττετο. τότε δὴ οὖν τοῦ χειμῶνος, ὡς ἠγγέλλετο βασιλεῖ τοῦτον νεωτερίσαι διανοούμενον ἀπόστασιν βουλεύεσθαι, ἐπὶ Παίονας τραπόμενον συντίθεσθαι ἐκείνοις καὶ συμμαχίαν ποιεῖσθαι, δεινόν τε ἐποιεῖτο, καὶ πέμπων ἄνδρα 2.252 εὐδόκιμον τῶν θυρῶν αὐτοῦ, γραμματιστὴν Ἕλληνα, μετεπέμπετο ἐς τὰς θύρας, ὡς, ἢν ἀφίκηταί οἱ ἐπὶ τὰς θύρας, ἄχαρι μὲν οὐδὲν πρὸς βασιλέως πείσεται, ἀγαθὰ δὲ καὶ εὔνοιαν ἀνακτώμενος οὐχ ὑπερβαλεῖται αὐτὸν βασιλέα, εὐνοῶν ἐς τὰ τοῦ βασιλέως πράγματα. ταῦτα μὲν ἐπιτείλας ἔπεμπεν ὡς τοῦτον Καταβολινὸν γραμματέα τῶν θυρῶν. Χαμουζᾷ δὲ τῷ ἱερακοφόρῳ λεγομένῳ, ὃς παρὰ τὸν Ἴστρον διέλαχε διοικεῖν χώραν οὐκ ὀλίγην καὶ Βιδίνης ὕπαρχον εἶναι, κρύφα ἐκέλευε πέμπων, δόλῳ εἰ δυνήσεται ἀγαγεῖν τὸν ἄνδρα, αὐτῷ χαριεῖσθαι μεγάλως, εἴτε δόλῳ εἴτε τρόπῳ ἄλλῳ, οἵῳ δυνήσεται συλλαβεῖν, οὗτος μὲν οὖν παραγγείλας τῷ γραμματιστῇ ἐς τὴν σύλληψιν τοῦ ἀνδρός, ἅττα ἐδόκει σφίσι βουλευομένοις πρόσφορα εἶναι, συμπροπέμποντι αὐτὸν τῷ Βλάδῳ ὑποίσειν ἐνέδρας προλοχίσαντα αὐτοῦ ταύτην τὴν χώραν, οὕτω ποιεῖσθαι τὴν σύλληψιν, σημαίνεσθαι δέ οἱ, ἐπὰν μέλλῃ ἀποχωρεῖν, τὸν γραμματιστήν. ταῦτα ποιοῦντος ἐκείνου, καὶ τὴν ὥραν ὑποσημαίνοντος, ἐν ᾗ ἀποχωροῦντα αὐτὸν ἔδει συμπροπέμψαι τὸν Βλάδον, προελόχισεν αὐτοῦ ταύτην τὴν χώραν ὁ Χαμουζᾶς. Βλάδος δὲ σὺν τοῖς περὶ αὐτὸν ὡπλισμένος, ὡς συμπροὔπεμπε τὸν θυρῶν τῆς αὐτῆς ἡγεμόνα καὶ τὸν γραμματιστήν, ἐνέπεσέ τε ἐς τὰς ἐνέδρας, καὶ ὡς ἔγνω, τούτους μὲν αὐτίκα διακελευσάμενος συλλαμβάνει καὶ τοὺς θεράποντας, ὡς δὲ ἐπῄει ὁ Χαμουζᾶς, ἐμαχέσατό τε ἀξίως λόγου, καὶ τρεψάμενος αὐτόν τε ἐζώγρησε καὶ τῶν ἄλλων διαφυγόντων διέφθειρεν οὐ πολλούς. τούτους μὲν ὡς ἐζώγρησε, σύμπαντας ἀπαγαγὼν 2.253 ἀνεσκολόπισεν, ἀκρωτηριασάμενος τοὺς ἄνδρας πρότερον, Χαμουζᾶν δὲ ἐπὶ ὑψηλοτέρου σκόλοπος ποιησάμενος, τήν τε θεραπείαν ἅμα τοῖς ἑαυτῶν δεσπόταις τὰ αὐτὰ ταῦτα ἔδρασε. μετὰ δὲ ταῦτα αὐτίκα στρατὸν παρασκευασάμενος, ᾗ δύναμις, μέγιστον, ἤλασέ τε αὐτίκα ἐπὶ τὸν Ἴστρον, καὶ διαβὰς ἐς τὰ ἐπὶ τάδε χωρία τοῦ Ἴστρου καὶ χώραν τοῦ βασιλέως πασσυδί τε ἅμα παισὶ καὶ γυναιξὶ διέφθειρε, καὶ οἰκίας ἐνεπίμπρα, πῦρ ἐνιείς, ὅποι προσῄει. καὶ μέγιστον ἐργασάμενος φόνον ἀπήλαυνεν ὀπίσω ἐπὶ ∆ακίας. Ταῦτα μὲν οὖν ὡς ἠγγέλλετο βασιλεῖ Μεχμέτῃ, τούς τε πρέσβεις αὐτοῦ διαφθαρῆναι ὑπὸ Βλάδου τοῦ ∆ακίας ἡγεμόνος, καὶ Χαμουζᾶν ἄνδρα εὐδόκιμον τῶν βασιλέως θυρῶν οὕτω ἐν οὐδενὶ λόγῳ ἀποθανεῖν, ἤχθετο μέν, οἷα εἰκός, καὶ δεινότερα ἐποιεῖτο, εἰ ἄνδρας αὐτῷ τοιούτους περιόψεται οὕτω διαφθαρέντας, κἀκεῖνον εἰς τοῦτο ὕβρεως ἀφικόμενον, ὥστε καὶ τοὺς πρέσβεις αὐτῷ διαχρήσασθαι, μὴ τιμωρήσεται τὸν φόνον ἐκείνων τῶν αὐτῶν εἰσπραττόμενος τὸν τῆς ∆ακίας ἡγεμόνα. ἤχθετο μέντοι καὶ τόδε, ὅτι τὸν Ἴστρον διαβὰς σὺν χειρὶ πολλῇ καὶ ἐμπρήσας τὴν βασιλέως χώραν καὶ φόνον τῶν τε ὁμοφύλων αὐτῷ ἐργασάμενος ὀπίσω ἐλαύνοι. πολλῷ δὲ τούτων δεινότερα ἐποιεῖτο, ταῦτα τοὺς ἑαυτοῦ πρέσβεις ἐργάσασθαι. ὅθεν δὴ ἁπανταχῇ περιαγγέλλων τοῖς τε ἀρίστοις καὶ τοῖς ἄλλοις κατὰ λόγον προηγόρευε καλλίστῳ κόσμῳ ἐλαύνοντας καὶ ἐξωπλισμένους παρεῖναι αὐτῷ τὰ στρατεύματα ἐξελαύνοντι. τὴν μὲν οὖν στρατιὰν οὕτω παρεσκευάζετο ἐπὶ τοὺς ∆ακούς. λέγεται δὲ καὶ τόδε, ὡς Μαχουμούτῃ τῷ ἡγεμόνι, ὅτι τῆς ἀγγελίας πρότερον τούτων ἔτι ἀφικομένης περί 2.254 τε τοῦ φόνου τῶν πρέσβεων καὶ Χαμουζᾶ τοῦ ὑπάρχου καὶ τοῦ ἐμπρησμοῦ τῆς χώρας, οὔτε εὑρὼν παρὰ βασιλέα ἀπηγγέλλετο τὰ γενόμενα περὶ ∆ακῶν ἐς τοὺς βασιλέως ἄνδρας, καὶ χαλεπῶς ἤνεγκε. λέγεται δέ, ὡς καὶ πληγὰς ἐνέβαλε τῷ ἀνδρί. νομίζεται δὲ καὶ τοῦτο ἐς τὰς θύρας τοῦ βασιλέως οὐ πάνυ τι αἰσχρὸν εἶναι, τούτους οὓς ἀπὸ ἀνδραπόδων καὶ μὴ Τούρκων παῖδας αὐτῷ ἐς τὴν ἀρχὴν παραγενομένους. κήρυκας