160
ὡς κρίνον. Καὶ ἐξανθήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ9, κ.τ.λ. ".... γὰρ ὁ διάβολος ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ." Ἀλλ' οὐ καταπίεται τοὺς τὴν ὁδὸν τὴν μακαρίαν ὁδεύοντας. Οὐδὲ γὰρ ὁδοὺς ἐπὶ πέτρας 2309 δυνατὸν εὑρεῖν, καθά φησι Σολομῶν. Οὗτοι δέ εἰσιν οὓς αἵματι τῷ ἰδίῳ λελύτρωται, πρὸς τὴν ποίμνην τὴν ἰδίαν συναγαγών. Αὐτὸς γὰρ συνῆξεν οὐ προφήτης, οὐκ ἄνθρωπος, τούτων ἡ ὁδὸς, δι' ἧς ἐπὶ τέλος τὸ τρισμακάριον τῆς ἐπουρανίου Σιὼν ἐλεύσονται, περὶ ἧς ὁ Παῦλός φησι· "Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ." Νῦν γὰρ ἐκείνην οὐ δυνατὸν λέγειν Σιὼν, περὶ ἧς ἔλεγεν· Ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. Ἐκείνης γὰρ πίσσα καὶ πῦρ ἡ μερίς. Ταύτης δὲ εὐφροσύνη, ἣν ἀναδήσονται οἱ νικηταὶ τοῦ μεγάλου τούτου φανέντες ἀγῶνος κατὰ τὸν Ἀπόστολον λέγοντες· "Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος." Ἐπ' ἐλπίσι δὲ κληθέντες λαμπραῖς, στεναγμοῦ καὶ λύπης ἄγευστοι γίνονται, τῆς αἰωνίου ζωῆς τὴν εὐφροσύνην ἔχοντες στέφανον. ΚΕΦΑΛ. Λʹ. ακαʹ. 9Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεκίου, ἀνέβη Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆσ9, κ.τ.λ. Περιέχει μὲν τὴν παροῦσαν ἱστορίαν ἡ δʹ τῶν Βασιλειῶν, καὶ ἡ τῶν Παραλειπομένων δευτέρα, παραλαμβάνει δὲ καὶ τῷ παρόντι προφήτῃ περιέχουσα πρὸς τῷ τέλει προφητείαν μεγάλην καὶ πρᾶξιν ἐπ' Ἐζεκίου γενομένην παράδοξον. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἐζεκίου, ὄγδοον ἦν ἔτος τῆς αἰχμαλωσίας τῶν δέκα φυλῶν. Ὁ δὲ Ἐζεκίας ἐπ' εὐσεβείᾳ τεθαύμασται, καὶ ταῦτα παῖς ἀσεβοῦς γεγονὼς τοῦ Ἄχαζ, ὃς ἀποστὰς τοῦ Θεοῦ, ἐπιόντων αὐτῷ Φακεὲ τοῦ Ῥομελίου Σαμαρείας κρατοῦντος, καὶ Ῥαασσὼν τοῦ Συρίας βασιλέως, πρὸς ἐπικουρίαν ἐκάλεσε Θεγλαφαλάσσαρ τὸν Ἀσσύριον, δώροις πείσας πολλοῖς, ὃς ἑλὼν ∆αμασκὸν καὶ Συρίαν, ὑποφόρους ἐτίθετο, τὸν Ἄχαζ, οὗ γεγονὼς Ἐξεκίας ὑποκεῖσθαι δασμοῖς οὐκ ἠνέσχετο, καὶ διὰ τοῦτο στρατεύει Σενναχηρεὶμ ἐπ' αὐτόν. Καταδῃώσας δὲ τὴν Σαμάρειαν, καὶ πολλὰς τῆς Ἰουδαίας πόλεις ἑλὼν καὶ καταντήσας εἰς Λάχεις στρατηγὸν ἑαυτοῦ Ῥαψάκην ἀπέστειλεν εἰς τὴν Ἱερουσαλήμ. Λέγεται δὲ οὗτος ἐκ τῆς αἰχμαλωσίας εἶναι τῶν δέκα φυλῶν. Οὗ τεκμήριον τὸ εἰδέναι τοῦτον Ἰουδαϊστὶ διαλέγεσθαι. Οὗπερ ἐπιόντος Ἐζεκίας καίτοι πεποιθὼς ἐπὶ Κύριον, καὶ πᾶσαν ἐπ' αὐτῷ θέμενος τὴν ἐλπίδα, στρατηγικῆς οὐκ ἠμέλει φροντίδος τε καὶ συνέσεως, τὰς ἐκτὸς τῆς πόλεως ἀποφράττων πηγὰς, ὑδάτων ἀπορίαν τοῖς ἐπιοῦσι ποιούμενος, περιφράττων τε τὰ τείχη, καὶ προτείχισμα πάλιν αὐτῶν προβαλλόμενος. Μεθ' ἃ πάντα, θεοσεβείας τοῖς ὑπὸ χεῖρα καθειστήκει διδάσκαλος. Πλείους γὰρ, φησὶ, μεθ' ἡμῶν, ἢ μετὰ τῶν πολεμίων ὑπάρχουσι. Μετὰ γὰρ τοῦ Ἀσσυρίου βραχίονας εἶναι σαρ 2312 κίνους, μεθ' ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν. Ἐφ' οἷς φησιν ἡ Γραφὴ τῶν Παραλειπομένων· Καὶ κατεθάρσησεν ὁ λαὸς τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα. Πρὸς γὰρ τοῖς ἄλλοις Ἐζεκίου κατορθώμασι, γυμνάσιον ἀρετῆς, καὶ θεοσεβείας ἔνδειξιν πλείονος Θεὸς αὐτῷ παρέσχε, διὰ τῆς πρὸς τὸν πολέμιον παρατάξεως. ∆ιὸ καὶ συνεχώρησε τὸν Ἀσσύριον πλησίον γενέσθαι τῆς πόλεως. Τῶν δὲ νῦν ὀνομαζομένων Ἐλιακὶμ καὶ Σομνὰ, κἀν τῷ ῥήματι τῆς φάραγγος ἐμνημόνευσεν, καὶ τὰ νῦν περὶ αὐτῶν ἁρμόσει τοῖς φθάσασιν, τὸν δὲ Σομνὰν αὐτομολῆσαι, παῖδές φασιν Ἑβραίων, πρὸς τὸν Ἀσσύριον σὺν ἑτέροις αὐτῷ διὰ φόβον δεξιὰν παρασχόμενον· ὅθεν ἐῤῥέθη τὰ προλαβόντα περὶ αὐτοῦ. Ὡς ἀντικειμένη δὲ δύναμις ὁ Ῥαψάκης ἀλαζονικῶς ἄγαν ἐναντίαν ἀφῆκε τῷ προφήτῃ φωνήν. Ἀντὶ τοῦ, τάδε λέγει Κύριος, ὁ βασιλεὺς ὁ μέγας εἰπών. Ὡς οὐκ ἀγνοῶν δὲ δι' εὐχῶν καὶ λόγων θεοσεβείας τὸν Ἐζεκίαν κρατεῖν, ὡς πρὸς παρόντα φησί· Μὴ ἐν