βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν." "Βαπτίζει καὶ Ἰησοῦς, ἀλλ' ἐν Πνεύματι· τοῦτο ἡ τελειότης." "Οἶδα δὲ καὶ τέταρτον βάπτισμα, τὸ διὰ μαρτυρίου καὶ αἵματος·" "οἶδα καὶ εʹ (ἔτι), τὸ διὰ δακρύων." Οὐκοῦν 357 δικαίως οὐ παρεδέξαντο καὶ λίαν ἁρμοδίως ἐκεῖνο τὸ βάπτισμα. (Ποῖον γὰρ ἐνταῦθα ἐβαπτίσατο, ἵνα ὡς βέβαιον καὶ θεῖον κυρωθῇ; Ποῦ νῦν εἰσιν οἱ κοσμικούς τινας καὶ γυναῖκας λέγοντες βαπτίσαι ποτὲ κατὰ περίστασιν, μὴ παρόντος ἱε ρέως, καὶ εἰς βάπτισμα θεῖον καὶ τέλειον αὐτοῖς φιλονεικοῦντες, μᾶλλον δὲ τερατολογοῦντες καὶ βλασφημοῦντες ἐκ πολλῆς ἀγνωσίας καὶ αὐθαδείας, μηδὲ τῆς ἱερᾶς τῶν ἀποστόλων διδασκαλίας καὶ παραγγελίας ἀκούοντες τῆς λεγούσης· "Οὐκ ἐπιτρέπομεν λαϊκὸν ποιεῖν τι τῶν ἱερατικῶν, οἷον θυσίας, ἢ βάπτισμα, ἢ χειροθεσίαν, ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην·" καί· "Οὐχ ἑαυτῷ τις λαμ βάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ Θεοῦ· διὰ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ ἐπισκόπου δίδοται ἡ τοιαύτη ἀξία. Ὁ δὲ μὴ ἐγχειρισθεὶς ταύ την, ἀλλ' ἁρπάσας καὶ τυραννήσας αὐτὴν ἑαυτῷ, 110.549 τὴν ἁμαρτίαν καὶ τὴν τιμωρίαν τοῦ Σαοὺλ καὶ Ὀζίου ὑποστήσεται." Οὐ μὴν δὲ, "ἀλλ' οὐδὲ τοῖς λοιποῖς κληρικοῖς ἐπιτρέπομεν βαπτίζειν, οἷον διακόνοις, ἢ ἀναγνώσταις, ἢ ψάλταις, ἢ ὑπηρέταις, ἀλλ' ἢ μόνοις ἐπισκόποις καὶ πρεσβυτέροις, ἐξυπη ρετουμένων αὐτοῖς τῶν διακόνων· οἱ δὲ τολμῶντες τοῦτο, τῶν Κορητῶν ὑποίσουσι τὴν δίκην· καὶ μέντοι οὐδὲ πρεσβυτέροις χειροτονεῖν διάκονον, ἢ διακόνισσαν, ἢ ἀναγνώστας, ἢ ὑπηρέτας, ἢ πυλω ροὺς, ἀλλ' ἢ μόνοις τοῖς ἐπισκόποις. Αὕτη γάρ ἐστιν ἡ τάξις ἡ ἔννομος ἐκκλησιαστικὴ καὶ θεά ρεστος ἁρμονία καὶ κατάστασις." Μάτην οὖν ἐρε σχελοῦσιν ἢ, τόγε ἀληθέστερον εἰπεῖν, θεομαχοῦ σιν οἱ τὰ τῆς ἱερωσύνης χαρίσματα καὶ ἐνεργήματα κοσμικοῖς ἀνδράσι καὶ γυναιξὶν ἀπονέμοντες ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθόμενοι τῇ ματαιολογίᾳ καὶ φλυαρίᾳ τῶν μηδὲ ὅτι ποτέ ἐστιν ἱερωσύνη καὶ διαφορὰ κοσμικοῦ τε καὶ ἱερέως πάμπαν εἰδότες.)
ΡΝΒʹ. Βασιλεία Ἰουστιλλιανοῦ. Μετὰ Ἰούνωρον ἐβασίλευσε Ἰουστιλλιανὸς ἔτη βʹ, καὶ φλεβοτομηθεὶς ἐξεχύθη τὸ αἷμα αὐτοῦ ἐν τῷ καθεύδειν καὶ λειποθυμήσας ἀπέθανε.
ΡΝΓʹ. Βασιλεία Φιλίππου. 358 Μετὰ Ἰουστιλλιανὸν ἐβασίλευσε Φίλιππος (σὺν υἱῷ αὐτοῦ) ἔτη εʹ. Οὗτος γνησίως ἐπί στευσεν εἰς τὸν Χριστὸν, συνέσει καὶ ἐπιεικείᾳ κεκοσμημένος· ὡρμᾶτο δὲ ἀπὸ Βόστρων. ̣2̣ Κτίσας δὲ πόλιν ἐν τῇ Εὐρώπῃ ἐκάλεσεν αὐτὴν ἐπὶ τῷ ἰδίῳ ὀνόματι Φιλιππούπολιν. ̣3 ̣ Οὗτος σπονδὰς εἰρηνικὰς ̣96a ἐποίησε μετὰ Σαπώρου, τοῦ Περσῶν βασιλέως, ὃς ἐθαυ μάζετο ἐπὶ μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου οὐκ ἦν ἄνθρωπος τοιοῦτος φανερωθείς. ̣4 ̣ Ἀνῃρέθη δὲ ἅμα τῷ υἱῷ (ὁ Φίλιππος) ἀγωνιζόμενος ὑπὲρ Χριστιανῶν ὑπὸ ∆εκίου, (ὃς καὶ κατέσχε τὴν βασιλείαν ἔτη βʹ. ̣5 ̣ Ἐπὶ τούτου διωγμοῦ μεγάλου γεγονότος, πολλοὶ ἐμαρτύρησαν. ̣6 ̣ Τοῦτον διαδέχεται Γάλλος καὶ Βολοσιανὸς ἔτη βʹ.
ΡΝ∆ʹ. Βασιλεία Οὐαλεριανοῦ. Τούτους Οὐαλεριανὸς καὶ Γαλλιανὸς διαδέχονται ἔτη ιεʹ. Μετὰ δὲ Φίλιππον ἐβασίλευσε Οὐαλεριανὸς ἔτος αʹ καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ.
ΡΝΕʹ. Περὶ τῆς λοιμικῆς νόσου. Ἐφ' οὗ ἐπὶ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ ὀργὴν μεγάλην ἐκπέμψαντος, λοιμώδης νόσος τὸ ἀν θρώπινον γένος διέφθειρεν (εἰς 359 ἐξάλειψιν)· ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες 110.552 ἀνῄεσαν· καὶ πρὸς τούτοις ἄνεμοι καὶ αὖραι τῶν ποταμῶν καὶ λιμνῶν ἀνιμήσεις ἀνέπνεον, ὡς νομίζειν νεκρῶν ἰχῶρας εἶναι τὰς δρόσους. Συνεχῶς οὖν ἐκ τοῦ τοιούτου λοιμοῦ τὴν γῆν συν εῖχε βαρέα καὶ ἀνίατα νοσήματα, ὡς ἄπειρον καὶ ἀναρίθμητον γενέσθαι τῶν ἀνθρώπων τὸν ὄλε θρον· θρῆνοί τε καὶ οἰμωγαὶ διὰ τὸ πλῆθος τῶν ὀλλυμένων ἐγίνετο πανταχοῦ καὶ, οὐδὲν τῶν ἐπὶ θανάτου τῶν πρωτοτόκων Αἰγύπτου ἀπολειπόμενον· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν τεθνηκὼς ἀπόζων· καὶ οἱ μὲν τῶν ἐθνῶν ἀπηνεῖς ἄνθρωποι τὴν τοῦ νοσήματος ἐκτρεπόμενοι βλάβην καὶ τὴν τοῦ