161
βουλῇ καὶ λόγοις χειλέων παράταξις γίνεται; καὶ ψιλῇ τοῦτον προσηγορίᾳ καλεῖ, τὸν Ἀσσύριον, καὶ βασιλέα, καὶ μέγαν εἰπών. Τινὲς δέ φασιν, ἐπειδὴ σοφώτεροι τῶν ἄλλων ἐδόκουν Ἑβραῖοι τὸν Μωσέως ἔχοντες νόμον, καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ, ἡμῖν γνωστά ἐστιν· τοῦτο καθαίρων ὁ Ῥαψάκης ἐν πολέμῳ φησὶν ὑπάρχειν ἀνόνητον. Προκαλεῖται δὲ πρὸς τὴν δι' ὅπλων κρίσιν αὐτόν. Πρὸς ὃν εἶπεν ἂν Ἐζεκίας· "Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις," καὶ τὰ ἐξῆς. Συκοφαντεῖ δὲ αὐτὸν, ὡς θαῤῥοῦντα τῷ Φαραώ. Ὃς τοῖς ἐπ' αὐτῷ, φησὶ, θαῤῥοῦσίν ἐστι πολεμίου πικρότερος, συνθήκας οὐκ εἰδὼς φυλάττειν αὐτοῖς, πρὸς τῷ καὶ λίαν εἶναι σαθρός. Ἴσως δὲ, φασὶν, ἐπεί τινες τῶν πρὸ αὐτοῦ βασιλέων προσεκαλέσαντο τὸν Αἰγύπτιον, καὶ τὸν Ἐζεκίαν οἴεται τούτῳ θαῤῥεῖν. Καὶ τοῦτο μὲν ὡς ἐν παρέργῳ προσέῤῥιψε. Τῆς δὲ τοῦ Θεοῦ λοιπὸν συμμαχίας καθάπτεται τὸν ἐπὶ πάντων εἶναι Θεὸν αὐτὸν ἀγνοῶν. Τοιγαροῦν φησι, Τί θαῤῥεῖς ἐπὶ Θεὸν, οὗ καθεῖλες τὰ ὑψηλά τε καὶ τὰ θυσιαστήρια; ᾤετο γὰρ ὡς οὐ τῶν εἰδώλων, τοῦ δὲ Θεοῦ καθεῖλεν Ἐζεκίας τὰ ὑψηλά. Εἰ ἐπὶ τούτῳ δὲ θαῤῥεῖτε, μίχθητε τῷ Κυρίῳ μου, τοῦτ' ἔστι στῆτε πρὸς μάχην. Κατατρέχει δὲ, ὡς μηδὲ δισχιλίους ἐχόντων δυναμένους ἱππάζεσθαι· ἀγνοῶν ὡς ὁ θεοσεβὴς Ἐζεκίας τὸν νόμον ἐφύλαττε, περὶ βασιλέως εὐσεβοῦς ἀγορεύοντα· Οὐ πληθυνεῖ ἑαυτῷ ἵππους. Ἄπειροι δὲ τυγχάνοντες ἱππικῆς, πῶς δύνασθε, φησὶν, ἀποστρέψαι εἰς πρόσωπον τῶν ἡμετέρων τοπαρχῶν; Ἀνθ' οὗ Σύμμαχός φησι, καὶ πῶς ὑποστήσει τὸ πρόσωπον ἄρχοντος ἑνὸς τῶν δούλων τοῦ Κυρίου μου τῶν μικρῶν; εἰ δὲ θαῤῥεῖτε πρὸς τοῦτο τοῖς Αἰγυπτίοις, ἡμέτεροι, φησὶν, οἰκέται τυγχάνουσι. Πολλῷ μᾶλλον ἄρα καὶ οἱ θαῤῥοῦντες αὐτοῖς καὶ σχεδὸν ἤδη δουλεύουσιν. 2313 ∆υστρόπως δὲ συλλογίζεται μὴ Θεοῦ χωρὶς ἐπιέναι τῇ πόλει λέγων· Εἰ μέγας ἐστὶ, καὶ τῆς Ἰουδαίας ὑπερμαχεῖ, ἢ μὴ θέλοντος ἐπέβημεν ταύτης, καὶ πῶς ἐστιν ἰσχυρός; ἢ βουλομένου παρεγενόμεθα, καὶ ὥσπερ τῶν ἄλλων, καὶ ταύτης κρατήσομεν. Τοιγαροῦν καὶ τὸν Ἰσραὴλ ἀδελφοὺς ὄντας ὑμετέρους ἐχειρωσάμεθα, πρὸς τῷ μὴ λέγειν ὑμᾶς, ὡς τοὺς ἄλλους ὁ Θεὸς μὴ ὄντας αὐτοῦ παραδέδωκεν. Ἀγνοῶν ὡς καὶ Ἰσραὴλ εἰδωλολατρήσας Θεοῦ προῆλθεν ἀλλότριος. ∆ῆλον δὲ, φασὶν, εἰ ἐξ εἰκότων ἔλεγε ταῦτα, ἐκ τοῦ νικῆσαι τὸν Ἰσραὴλ λαὸν ὄντα δῆθεν Θεοῦ, ἢ καὶ ᾔσθετο Θεοῦ τοῖς αὐτοῦ λογισμοῖς ὑποβάλλοντος ἐπελθεῖν Ἰουδαίοις διὰ τὰς ἐκείνων παρανομίας. Εἶτα παραινεῖ τῷ λαῷ παραδοῦναι τὴν πόλιν, καὶ τὴν διαβόητον καὶ παρ' αὐτοῖς Ἐζεκίου καθαιρεῖ θεοσέβειαν. Καὶ ἄνω δὲ συνέκρουσεν αὐτὸν, ὡς καθελόντα τὰ ὑψηλὰ, οἷς ἔγνω κατὰ τὴν Ἄχαζ βασιλείαν χαίροντα τὸν λαὸν Θεοῦ νομίζων αὐτά. Εἶτα συλλογίζεται, ὡς εἰ τοὺς ἄλλους οὐκ ἔσωσαν οἱ θεοὶ, οὐδὲ τὸν Ἰούδαν ὁ Κύριος, οὐδὲν τῶν ἄλλων αὐτὸν διαφέρειν οἰόμενος. Πρὸς ἃ ῥηθέντα κατὰ πρόσταγμα σιγῶσι βασιλικόν. Εὐσεβῶς γὰρ οὐκ ἀποκρίνεται βλασφήμης, ἀντὶ ὡς μὴ πρὸς τοῦτο μειζόνως αὐτὸν ἐρεθίσειεν. Κατὰ τὸ, "Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ." Καὶ ἀνόνητον δὲ τοῖς ἀνίατα τὴν ψυχὴν νοσοῦσι προσδιαλέγεσθαι, πρὸς οὓς δεῖ πεφράχθαι τῇ σιωπῇ, κρύπτοντας μὲν τοὺς ἀληθεῖς λόγους ἐν ἑαυτοῖς, περιμένοντας δὲ τὴν ἐκ Θεοῦ κατὰ τούτων εὔκαιρον κίνησιν. Οὐ πρὸς ἡμᾶς γὰρ ἔτι, πρὸς Θεὸν δὲ τὸν πόλεμον ἔχουσιν ὃ ποιητέον ἐν καιρῷ διωγμῶν ἐν ταῖς βλασφήμοις τῶν ἀσεβῶν διαλέξεσι λέγοντι πειθομένους ∆αβίδ· "Ἐθέμην τῷ στόματί μου φυλακήν. Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν." ΚΕΦΑΛ. ΛΖʹ. αζʹ. 9Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου9, κ.τ.λ. Ἔθος ἦν Ἑβραίοις ἐπὶ ταῖς κατὰ Θεοῦ βλασφημίαις περιῤῥήγνυσθαι τοὺς χιτῶνας· τοιγαροῦν εἰπόντος τοῦ Σωτῆρος, "Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ," ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων, "Ἐβλασφήμησεν." Καὶ δι' ἑνὸς δὲ λέγει τῶν προφητῶν, "∆ιαῤῥήξατε τὰς