βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
θανάτους μετάδοσιν, ἀτάφους καὶ ἡμιθανεῖς ἔῤῥιπτον τοὺς ἀνθρώπους, οὐ συγγενῶν, οὐ φίλων, οὐκ ἄλλων τινῶν ἐγγυτέρων φειδόμενοι, εἰ καὶ τὴν ὀργὴν καὶ τὸν ὄλεθρον οὐκ ἐξέφυγον. Οἱ δὲ πλεῖστοι τῶν φο βουμένων τὸν Κύριον, ἀπαραφυλάκτως τοὺς νοσοῦν τας θεραπεύοντες (καὶ τοῦ πάθους μεταλαμβάνοντες. τοῦ βίου ἀπηλλάττοντο· ἄλλοι δὲ ἑτέρους νοσοκο μίσαντες καὶ ἀνεθῆναι τῆς νόσου ποιήσαντες, ἀπε γένοντο) εἰς αὐτοὺς τὸν ἐκείνων θάνατον ἐπισπασά μενοι.
ΡΝςʹ. Βασιλεία Γάλλου. Μετὰ δὲ Οὐαλεριανὸν ἐβασίλευσε Γάλλος υἱὸς αὐτοῦ, μῆνα ἕνα· ̣2 ̣ καὶ ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός.
ΡΝΖʹ. Βασιλεία ∆εκίου. Μετὰ δὲ Γάλλον ἐβασίλευσε ∆έκιος ἔτη βʹ, καὶ ἐσφάγη (ἐν τῷ πολέμῳ σὺν τοῖς αὐτοῦ παισὶν) ὑπὸ Σκυθῶν ὑποθήκαις 360 Γάλλου (καὶ Βολοσια νοῦ) ἐν τέλματι ἀποπνιγέντες, ἀξίαν τιμωρίαν τῆς ἑαυτῶν θηριωδίας εὑρόντες, ὡς μηδὲ μέρος τι τῶν σωμάτων αὐτῶν εὑρεθῆναι. ̣2 ̣ Ἐπὶ τούτου ἦν Κλήμης ὁ Στρωματεὺς, Ἀφρικανὸς, καὶ Γρηγόριος ὁ Θαυματουργὸς καὶ Ναυάτος πρεσβύτερος, ὃς τοὺς ἐπιθύσαντας καὶ μετανοοῦντας οὐκ ἐδέχετο. ̣3 ̣ Ἐπὶ ∆εκίου ὁ ἅγιος Κυπριανὸς ἐμαρτύ ρησε, καὶ οἱ ζʹ παῖδες οἱ ἐν Ἐφέσῳ, καὶ (οἱ δʹ ἐν Κρήτῃ), Βαβύλας Ἀντιοχείας, καὶ Φλαυιανὸς Ῥώμης, καὶ Ἀλέξανδρος Ἱεροσολύμων, καὶ ∆ιονύσιος Ἀλεξανδρείας, ἐμαρτύρησαν (καὶ ἄλλοι ἀναρίθμη τοι)· καὶ Ἐλκεσαῖος ὁ αἱρεσιάρχης ἐγνωρίζετο. ̣4̣ Οὗτος (ὁ ∆έκιος) ἐθέσπισεν ἐν Ῥώμῃ τὰς Χριστιανὰς γυναῖκας μὴ ἐξεῖναι κατακαλύπτεσθαι τὴν κεφαλὴν, οἰόμενος διὰ τῆς νομιζομένης αἰσχύ νης ταύτης εἰς εἰδωλολατρείαν (αὐτὰς) ἑλκύσαι· αἱ δὲ μᾶλλον (προθύμως) ἀκατακάλυπτοι προῄε 110.553 σαν ̣96b ὅθεν ἄχρι τοῦ νῦν αἱ μὲν ἀκριβεῖς Χριστιανῶν γυναῖκες ἀκατακάλυπτοι προέρχονται, αἱ δὲ Ἰουδαῖαι καὶ ἄπιστοι κατακαλύπτονται.
ΡΝΗʹ. Βασιλεία Αἰμιλιανοῦ. Μετὰ δὲ ∆έκιον ἐβασίλευσεν Αἰμιλιανὸς ἔτος αʹ, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ.
ΡΝΘʹ. Βασιλεία Γαλλιηνοῦ καὶ Οὐαλεριανοῦ. Μετὰ Αἰμιλιανὸν ἐβασίλευσε Γαλλιηνὸς ἔτη ιεʹ, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. 361 ̣2̣ Ἐφ' οὗ Ἀρτέμων καὶ Συνέπων οἱ αἱρεσιάρχαι ἐγνωρίζοντο, καὶ Γρηγόριος ὁ Θαυ ματουργὸς (καὶ μαθητὴς Ὠριγένους) διέπρεπεν.
ΡΞʹ. Βασιλεία Κλαυδίου. Μετὰ Οὐαλεριανὸν ἐβασίλευσε Κλαύδιος ἔτη βʹ. Οὗτος πάππος γέγονε Κωνσταντίου, τοῦ πα τρὸς Κωνσταντίνου τοῦ Μεγάλου. ̣2 ̣ Ἐπὶ αὐτοῦ οἱ Σκύθαι περάσαντες καὶ τὰς πόλεις πορθήσαντες, ἀπελθόντες εἰς Ἀθήνας παρέλαβον αὐτὰς, καὶ συναγαγόντες πάντα τὰ βιβλία ἐβούλοντο καῦσαι· ὡς φρονῶν δέ τις ἐξ αὐ τῶν ἐκώλυσεν αὐτοὺς, εἰπὼν, ὅτι περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες τῶν πολέμων ἀμελοῦσιν. ̣3 ̣ Οὗτος Αὐρηλιανὸν εἰς τὴν βασιλείαν προα γαγὼν (νόσῳ) τελευτᾷ. ̣4 ̣ Ἐπὶ Κλαυδίου ἐμαρτύρησαν οἱ ἅγιοι Μά μας, Ἀειθαλεὺς, καὶ Ἰουλία, καὶ Φίλιππος.
ΡΞΑʹ. Βασιλεία Κυντιλιανοῦ. Μετὰ Κλαύδιον ἐβασίλευσε Κυντιλιανὸς ἡμέ ρας ζʹ.
ΡΞΒʹ. Βασιλεία Αὐρηλιανοῦ. (Μετὰ τοῦτον) ἐβασίλευσεν Αὐρηλιανὸς ἔτη ʹ, ἀνῃρέθη δὲ ὑπὸ στρατιωτῶν μεταξὺ Ἡρακλείας καὶ Βυζαντίου ἐν τῷ καλουμένῳ Καινῷ Φρουρίῳ, καὶ ἐκεῖ ἐτάφη. Αὐρηλιανὸς 362 γὰρ ὠτακου στὴν ἔσχεν ἀναφέροντα αὐτῷ πάντα τὰ γενόμενα καὶ λεγόμενα, ὃς ἀπειληθείς ποτε παρ' αὐτοῦ διά τινα αἰτίαν καὶ φοβηθεὶς, ἐμιμήσατο τὴν χεῖρα τοῦ βασιλέως καὶ ἐν γραφῇ ποιησάμενος ὀνομα σίας δυναστῶν ὡς ἐπὶ θάνατον ἀχθησομένων, οἳ φοβηθέντες ἀνεῖλον αὐτόν. ̣2̣ Ἐπὶ τούτου ὁ ἅγιος Χαρίτων ὡμολόγησε, καὶ Μάνης ὁ μιαρὸς καὶ τρισκατάρατος ἀνεφύη, Χριστὸν ἑαυτὸν καὶ Πνεῦμα ἅγιον (ὁ δαιμονιώδης) μορφαζόμενος, (διὸ καὶ μαθητὰς ιβʹ ὡς ὁ Χριστὸς ἐπαγόμενος), καὶ ἐκ πάσης