162
καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια." Τὰς ἑαυτῶν γὰρ ᾤοντο θεραπεύειν παρανομίας, εἰ ἐπὶ ταῖς κατὰ Θεοῦ βλασφημίαις περιῤῥηγνύοιντο τὴν ἐσθῆτα. Τοῦτο δὲ καὶ νῦν ἔδρων, ὡς δυσσεβῶν κεκοινωνηκότες ῥημάτων διὰ τῆς ἀκοῆς, ἢ ὡς δι' αὐτοῦ βλασφημουμένου Θεοῦ, Οὐ γὰρ ἀνελθεῖν συνεχωρήθη μέχρι πυλῶν, ἵνα καὶ τοιαῦτα βλασφημοῦντος 2316 ἀκούσωσιν, εἰ μὴ τούτου γεγόνασιν αἴτιοι. Ἔτι δὲ 2316 καὶ ἠγωνίων μὴ ἄρα πάθωσιν ἅπερ καὶ ἡ Σαμάρεια διὰ τὴν ἀσέβειαν τὴν αὐτῶν. Σάκκον δὲ πένθους ἔχων σχῆμα διὰ μέσης ὁ βασιλεὺς ἐχώρει τῆς ἀγορᾶς ἐν τῷ ναῷ, δεικνὺς ἑαυτὸν ταπεινὸν τῷ Θεῷ καὶ κεκακωμένον, ὡς ἂν ἐλέου τυχεῖν ἀξιῶν. Ὁμοίως δὲ πάλιν ἔχοντας ἀντὶ στολῶν ἱερατικῶν πρὸς τὸν προφήτην τοὺς ἱερέας ἀπέστειλεν παραγγείλας εἰπεῖν, Τάδε λέγει Ἐζεκίας, μὴ προσθεὶς ὁ βασιλεύς. Ἐλεγμοῦ δὲ καὶ ὀργῆς τὴν ἡμέραν καλεῖ, ἐν ᾗ Θεὸς ὀργιζόμενος τὰς αὐτῶν ἁμαρτίας διήλεγξεν. Ἐοίκαμεν δὲ, φησὶν, ἐθελούσῃ τεκεῖν, καὶ μὴ καρτερούσῃ τὴν βάσανον, μὴ δυνάμενοι λέγειν· "Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας." ∆ιό φησι, τὸν Θεόν σου, Θεὸν ἑαυτῶν ὀνομάζειν οὐκ ἐτολμήσαμεν. Τοῖς Ῥαψάκου δὲ προσέχοι λόγους, καὶ τὸ δοκοῦν δρασάτω περὶ τοῦ πέμψαντος ἐπεξιὼν, ἢ καὶ παραπεμπόμενος· οὐδὲ, ὦ προφῆτα, γινώσκων ὡς τὸ πᾶν ἡμῶν πλῆθος ἤδη ληφθὲν ὑπὸ τῶν πολεμίων γεγένηται, ὑπὲρ ἡμῶν τῶν καταλειφθέντων ἱκέτευσον. Μήπω δὲ μηδὲν εἰπόντας ὁ προφήτης ἐλθόντας προέφθασεν, ὡς ἂν εἰσακούσαντος Ἐζεκίου τοῦ Θεοῦ κατὰ τὸ, "Ἔτι σοῦ λαλοῦντος ἐρῶ, Ἰδοὺ ἐγὼ πάρειμι," καὶ τῷ προφήτῃ προαποκαλύψαντος τὰ παρὰ Ῥαψάκου, καὶ τὰ παρὰ τοῦ βασιλέως, καὶ τὰ μέλλοντα τῷ Ἐζεκίᾳ λεχθήσεσθαι. Καὶ τὸ ἀνθρώπινον ἐν ἀρχῇ πάθος ἀνεῖλεν, μὴ φοβηθῇς εἰπὼν, προαγορεύει τε τὰ μέλλοντα καταλαβεῖν τὸν Ἀσσύριον. Ὡς γὰρ αἱ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες πεπτώκασιν, εἰς τὴν ἑαυτοῦ φυγὼν τοῖς ἑαυτοῦ θεοῖς σωτηρίας προσέφερε χαριστήρια. Ἔγνω δὲ σφαγεὶς τὴν τούτων ἀσθένειαν, δι' ὧν ἐνόμιζε καὶ τὰ πρῶτα πεποιηκέναι, ἀλλ' οὐ τοῦ Θεοῦ συγχωρήσαντος· κατὰ τὸ λεχθὲν τῷ προφήτῃ· "Μὴ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν, ἢ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος;" Πνεῦμα δὲ, φησὶν ὁ Θεὸς, αὐτῷ ἐμβαλῶ, ὑφ' οὗπερ ἀπατηθεὶς ἐπανήξει. Καὶ ταύτην πρώτην ποιεῖται προφητείαν ὁ λόγος ἐπὶ τῆς προκειμένης ἱστορίας. ηκʹ. 9Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε τὸν Ἀσσυρίων πολιορκοῦντα Λοβνᾶν. Καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτὸν, καὶ ἀκούσας, ἀπέστρεψε. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν, λέγων· Οὕτως ἐρεῖτε Ἐζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας· Μή σε ἀπατάτω ὁ Θεός σου9, κ.τ.λ. Ἀθρόως ἄπρακτος ὁ θρασὺς ἀπῄει Ῥαψάκης ἐκστὰς ὑπὸ Θεοῦ τὴν διάνοιαν. Ὁ δὲ τούτου βασιλεὺς μετὰ τὴν Λαχεὶς, τὴν Λόβνα τῆς Ἰουδαίας πόλιν πολιορκῶν, ἔσπευδεν ἐπ' Αἰθιοπίαν, καθὰ Θεὸς προεῖπεν, οὐκ ἀγαθῶν ἀγγελθέντων αὐτῷ, γέμου 2317 σαν ἀπειλῶν καὶ πάσης βλασφημίας Ἐζεκίᾳ πέμψας ἐπιστολὴν, ὡς ἰδίᾳ δυνάμει πάντα ἑλὼν ὑποχείρια, καθὰ φθάσας ὁ προφήτης πρὸ τῶν ἔργων ἐμήνυσεν, "Οὐαὶ, λέγων, Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν," καὶ ἑξῆς. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη. Καὶ τὰς νῦν τοῦ Σενναχηρεὶμ ἀπειλὰς ἐπὶ τούτοις ἐπήνεγκεν, αἳ προῤῥηθεῖσαι νῦν ἐπληρώθησαν. Ὁ δὲ πάλιν ἐπὶ τὸν ναὸν καταφυγὼν τοῦ Θεοῦ, δείκνυσιν αὐτῷ τὴν ἐπιστολὴν, οὐχ ὡς ἀγνοοῦντι, μάρτυρα δὲ τῆς τοσαύτης αὐτὸν βλασφημίας ποιούμενος, καὶ τὴν κατὰ πάντων αὐτοῦ δεσποτείαν ὁμολογῶν, καὶ ὡς ψευδεῖς οἱ λεγόμενοι τῶν ἐθνῶν εἶεν θεοί. ∆ι' ὑπερβάλλουσαν δὲ τὸ πρῶτον εὐλάβειαν, οὐκ εὐξάμενος ὅτε τὸν σάκκον ἐνεδύσατο, ὡς ἐπὶ Θεοῦ μηδὲ στόμα διᾶραι τολμῶν, πρεσβευτῇ δὲ μόνῳ τῷ προφήτῃ χρησάμενος, δι' αὐτοῦ νῦν ἀξιωθεὶς ἀποκρίσεως, θαῤῥεῖ τὴν προκειμένην ἀναπέμπειν εὐχήν. καληʹ. 9Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρός με, περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων. Οὗτος ὁ λόγος, ὃν