Τρώων τάξεις, ἐν δὲ τοῖς περὶ Μυρμιδόνων λόγοις πεντακοσίων ἀνδρῶν ἄθροισμα εἶναι ἡ στὶξ φανήσεται. (ῃ. 64) Τὸ δὲ μελάνει παθητικὴν ἑρμηνείαν ἔχει, δηλοῖ γὰρ τὸ μελαίνεται. πέπονθε δὲ ἀπέλευσιν τοῦ ˉι, ὡς καὶ τὸ οἰδάνει ἀντὶ τοῦ οἰδαίνει. (ῃ. 67 ς.) Ὅτι ὁ λέγων ἅπερ ἐθέλει πρὸς τοὺς μὴ πάνυ αὐτὰ βουλομένους ἐρεῖ ἂν τὸ «κέκλυτέ μευ, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσι κελεύει». (ῃ. 69) Ὅτι Ζεὺς καὶ ἐνταῦθα ὑψίζυγος ὁ ἀφ' ὕψους τὰ κάτω κυβερνῶν, ὡς ἀπὸ ζυγῶν κυβερνητικῶν, ἢ ὁ ἄνωθεν ταλαντεύων οἷον τὰ κατ' ἀνθρώπους. διὸ ἐρεῖ κατωτέρω, ὅτι «ὕπερθεν», ἤγουν ἐκ θεοῦ, «νίκης πέρατα ἔχονται». Καὶ γίνεται τοῦτο ἀφορμὴ τοῦ ἐν τοῖς ἑξῆς γραφῆναι τὸν ∆ία μεταχειριζόμενον τάλαντα, ὡς ἐν ζυγοστατήματι. [Τοῦτο δὲ νοεῖν οὐ 2.402 πάνυ φιλοῦσιν οἱ παλαιοί, ζυγὸν εἰδότες ἅρματος καὶ ἁμάξης, ὅθεν καὶ ζυγόδεσμον Ὅμηρός φησιν ἱμάντα τὸ ζυγόν, φασί, τῶν ζῴων ζευγνύντα, εἰδότες δὲ καὶ ζυγά, καθέδρας ἐρεσσόντων, ὅθεν φασὶν ὑψίζυγος, ὁ ὕψι καθέδραν ἔχων. Καὶ ὅμως οἱ μεθ' Ὅμηρον οἴδασι ζυγὸν καὶ ἐπὶ σταθμοῦ, καὶ αὐτὸν παρὰ τὸ δύο ἄγειν ἐτυμολογικῶς, τὰς ἑκατέρωθεν δηλαδὴ πλάστιγγας, ἀφ' οὗ καὶ παροιμία τὸ «ζυγοῦ πρὸς δίκην εὐθέστερος».] (ῃ. 69-72) Ὅτι περί τινος παρὰ τὸ ἠλπισμένον βλάπτοντος τὰ μέρη ἐρεῖ τις τὸ «οὐκ ἐτέλεσσεν, ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν». Ἕκτωρ δὲ τοῦτό φησιν, ἐν οἷς τῶν ἐπὶ Μενελάῳ καὶ Πάριδι ὁρκίων μὴ τελεσθέντων κακὰ φρονεῖν λέγει τὸν ∆ία Τρωσί τε καὶ Ἕλλησιν, ἕως «ἢ ὑμεῖς», φησί, «Τροίην εὔπυργον ἕλητε ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείητε. Ἔνθα καὶ αἰτιᾶται τὸν ∆ία εἰπὼν «ὅρκια μὲν Κρονίδης οὐκ ἐτέλεσσε», τῷ τῆς πεπρωμένης δηλαδὴ λόγῳ. ἄλλως γὰρ ὁ Πρίαμος καὶ οἱ ἀμφ' αὐτὸν οὐκ ἐτέλεσαν τοὺς ὅρκους, ὧν ταμίας ὁ Ζεύς. (ῃ. 70) Λέγει δὲ τεκμαίρεσθαι τὸ τελειοῦν ἀπὸ τοῦ τέκμωρ, ὃ δηλοῖ τὸ τέλος. Τὸ μέντοι τεκμαίρεσθαι ἀντὶ τοῦ σημειοῦσθαι, ἀφ' οὗ καὶ τέκμαρ, τὸ σημεῖον, 2.403 οἱ μεθ' Ὅμηρον λέγουσιν. (ῃ. 71) Εὔπυργος δὲ Τροία ἀπὸ μέρους ἡ ὀχυρά. Εἰ δὲ φθάσας εἰπεῖν Ἕκτωρ εὖ εἰδέναι ὡς ἔσσεται ἦμαρ ὅτε ἂν ἁλῷ ἡ Τροία, νῦν λαλεῖ, ὡς ἢ ἕλωσι Τροίην Ἀχαιοὶ ἢ δαμασθῶσι παρὰ νηυσίν, οὐχ' ἕξει τὸν ἐναντιωσόμενον. ἄλλως γὰρ λαλήσας τῇ [φίλῃ] γυναικί, ἄλλως ἐνταῦθα ὁμιλεῖ τοῖς ἐχθροῖς. (ῃ. 73) Ὅτι δοκεῖ ἐν τοῖς τοῦ Ἕκτορος λόγοις κεῖσθαι περιττὸς ὁ ˉγˉαˉρ σύνδεσμος. Εἰπὼν γὰρ «κέκλυτέ μευ, ὄφρ' εἴπω», ἐπάγει «ὑμῖν μὲν γὰρ ἔασιν», ἤγουν εἰσίν, «ἀριστῆες Παναχαιῶν. τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει, δεῦρ' ἴτω» καὶ ἑξῆς. Ἔστι δὲ εἰπεῖν ἀληθῶς, ὅτι οὐ παρέλκει ὁ ῥηθεὶς σύνδεσμος, ἀλλὰ κατ' ἔθος Ὁμηρικὸν ἐν καταρχῇ ἐννοίας τέθειται, ὡς ἰσοδυναμῶν τῷ ἐπειδή, ἵνα λέγῃ· ἐπειδὴ ὑμῖν εἰσιν ἀριστέες, τούτων ὁ προθυμούμενος ἀντεπεξελθέτω μοι εἰς μονομαχίαν. (ῃ. 75) Ὅρα δὲ καὶ ὡς ὀφείλων ἐνταῦθα ὁ Ἕκτωρ εἰπεῖν «δεῦρ' ἴτω τις ἐκ πάντων πρόμος ἔμμεναι ἐμοί», ὁ δὲ εἶπεν ἀντὶ τοῦ ἐμοί τὸ «Ἕκτορι δίῳ», ἑαυτὸν ἐπαινῶν, οὐκ Ἀστυδάμας κατὰ τὴν παροιμίαν, ἀλλ' ἐκ μεγαλοψυχίας καὶ φιλοτιμίας ἐνδεικνύμενος, ὡς τὴν ἀγαθὴν ἐλπίδα προβέβληται, καθὰ καὶ ἐν τοῖς ἑξῆς δειχθήσεται. Ἄλλως δέ γε εἰπεῖν, ἔφθη ἀνωτέρω καὶ τὴν ῥηθεῖσαν ἀντωνυμίαν θεῖναι ἐν τῷ «ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει». καὶ ἔστιν οὐδὲν ἧττον καὶ οὕτω ἐπαινετικὸς ἑαυτοῦ ὁ Ἕκτωρ, ὃς καὶ μετ' ὀλίγα φαίδιμον ἑαυτὸν καλέσει. (ῃ. 76) Ὅτι κεῖται καὶ ἐνταῦθα παρὰ Ἕκτορι εὐθεῖα ὁ μάρτυρος. Φησὶ γὰρ «Ζεὺς δ' ἄμμιν ἐπιμάρτυρος ἔστω». Ἐκ τούτου δοκεῖ κατὰ συγκοπήν, ὡς καὶ προεδηλώθη, ὁ μάρτυς γενέσθαι. διό, φασίν, οὐδὲ κλίνεται ὁ μάρτυς, διὰ τὸ ἀπὸ πάθους ἔχειν τὴν γένεσιν. Περιττὴ δὲ ἡ πρόθεσις ἐν τῷ ἐπιμάρ 2.404 τυρος, ὡς καὶ ἐν τῷ ἐπιβουκόλος καὶ ἐπίουρος καὶ ἐπιφρίξ καὶ ἄλλοις πολλοῖς. Εἶπε δ' ἄν τις τότε πρὸς τὸν Ἕκτορα, ὡς τί ὄφελος μάρτυρον εἶναι τὸν ∆ία. Εἰ γὰρ ὅρκους ἐκείνους, οὕς, ἔφης, οὐκ ἐτέλεσεν, εἰκὸς οὐδὲ τὰ νῦν ὑπὸ σοῦ κυρούμενα τελεσθῆναι, ἀλλὰ μεῖναι ὑπὸ ∆ιὸς ἀτέλεστα. (ῃ. 77-86) Ὅτι ὁ Ἕκτωρ ἐνταῦθα μονομαχίαν ζητήσας τοιαῦτα συντίθεται «εἰ μέν κεν ἐμὲ κεῖνος», ἤγουν ὁ ἐν Ἀχαιοῖς ἀριστεύς, «ἕλῃ ταναήκεϊ χαλκῷ, τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,