ἀφικόμενοι οἱ Τοῦρκοι ἔμενον, ᾗ ἐσκήνουν ἕκαστος ἱδρυμένος. καὶ κήρυκες βασιλέως ἀνὰ τὸ στρατόπεδον ὡς ἐς αὐτίκα ἐσβα 2.260 λόντα τὸν Βλάδον, ἐν τῷ στρατοπέδῳ περιιόντες ἀνεκήρυττον μηδένα μηδαμῇ μεταστῆναι, ὡς αὐτίκα ἀποθανούμενον ὑπὸ βασιλέως. οἱ μὲν οὖν κήρυκες τοῦ βασιλέως παραμυθούμενοι ἐκέλευον μένειν αὐτοῦ ἕνα ἕκαστον, ᾗπερ ἐτέτακτο, λέγοντες τοιάδε "ἄνδρες Μουσουλμάνοι μείνατε ἐπὶ βραχύ· ὄψεσθε γὰρ τὸν βασιλέως πολέμιον πεσόντα αὐτίκα μάλα ἐν τῷ στρατοπέδῳ, καὶ δώσοντα δίκην, ὧν ἐς βασιλέα τετόλμηκε." ταῦτα ἔλεγον, καὶ ἄλλα πολλὰ παραπλήσια φάσκοντες, μάλιστα δὲ ἐκεῖνο, ὡς ἢν μένῃ ὁ στρατός, αὐτίκα ἀπόλλυται ὁ πολέμιος, ἢν δὲ μεταστῇ, ἀπόλλυσθε ἅπαντες· βασιλεὺς γὰρ πρώτους ὑμᾶς διαφθερεῖ, πρὶν ἢ αὐτὸν οἴχεσθαι φεύγοντα. Βλάδος δὲ ὡς τάχιστα ἐσέβαλεν ἐς τὸ στρατόπεδον, πρῶτα μὲν ὑπήντα αὐτῷ ὁ ἀπὸ τῆς Ἀσίας στρατός, καὶ βραχεῖαν μέν τινα αὐτοῦ ἐποιήσαντο μάχην, μετὰ δὲ ἀνατραπόμενοι ἀνὰ μέρος ἐχώρουν ἐπὶ τὸ σώζεσθαι αὐτοὶ ὡρμημένοι. ὁ δὲ λαμπάδας τε ἔχων ἡμμένας καὶ πυρά, καὶ συντεταγμένως μάλιστα καὶ ἀθρόως ἐπιὼν τῷ στρατεύματι, ὥρμητο μὲν πρῶτα ἐπὶ τὰς βασιλέως θύρας. καὶ ἀποτυγχάνουσι μὲν τῆς τοῦ βασιλέως αὐλῆς, ἐπεισπεσόντες δὲ ἐς τὰς σκηνὰς τῶν ἡγεμόνων, τοῦ τε Μαχουμούτεω καὶ Ἰσαάκεω, ἐμάχοντο ἐς ταῦτα μεγάλως, καὶ τάς τε καμήλους ἐφόνευον καὶ ἡμιόνους καὶ ὑποζύγια. καὶ ἀθρόως μὲν καὶ συντεταγμένων αὐτῶν μαχομένων οὐδέν τι ἀπεγίγνετο, ὅ τι καὶ ἄξιον λόγου· εἰ δέ τι που ἀποσπασθείη, αὐτίκα ἔπιπτεν αὐτοῦ ὑπὸ τῶν Τούρκων. καὶ οἱ περὶ Μαχουμούτην ἄνδρες γενόμενοι 2.261 ἀγαθοὶ ἐμάχοντο ἀξίως λόγου, πεζοὶ ἅπαντες. ἀνέβησαν δὲ καὶ ἐπὶ τοὺς ἑαυτῶν ἵππους οἱ τοῦ στρατοπέδου σχεδὸν ἅπαντες, πλὴν τῶν βασιλέως θυρῶν. ἐμάχοντο μὲν οὖν ἐνταῦθα ἐπὶ συχνόν τινα χρόνον· μετὰ δὲ συστραφέντες ἤλαυνον ἐπὶ τὰς βασιλέως θύρας, καὶ εὗρον τοὺς ἀμφὶ βασιλέα ἐκτὸς τῶν θυρῶν παρατεταγμένους. καὶ βραχὺ ἔτι ἐνταῦθα μαχεσάμενοι ἐτράποντο ἐπὶ τὴν ἀγορὰν τοῦ στρατοπέδου, καὶ διαρπάσαντες τήν τε ἀγοράν, καὶ εἴ τίς που ταύτῃ ἐνίστατο, διαφθείραντες, ὡς ἐγγὺς ἧκεν ἡ ἠὼς καὶ ἐπέφανεν, ἀπεχώρει ἀπὸ τοῦ στρατοπέδου, ἀποβαλὼν μὲν ταύτης τῆς νυκτὸς ὀλίγους πάνυ τινάς. καὶ οἱ ἀπὸ τοῦ βασιλέως στρατοπέδου ὀλίγοι διεφθάρησαν, ὡς ἐλέγετο. μετὰ δέ, ὡς ἡμέρα τάχιστα ἐγεγόνει, βασιλεὺς ἐπιλεξάμενος τῶν ὑπάρχων τοὺς λογάδας, καὶ Ἁλίην τὸν Μιχάλεω παῖδα στρατηγὸν ἀποδείξας, ἐκέλευεν ἰόντας κατόπιν τῶν ∆ακῶν ἐπιδιώκειν ὡς ἔχοιεν τάχος. ὁ μὲν οὖν Ἁλίης παραλαβὼν τὸν στρατὸν ἦγε σπουδῇ ἐπὶ τὸν Βλάδον, καὶ κατόπιν γενόμενος ἤλαυνε κατὰ κράτος, καὶ καταλαμβάνει τὸν Βλάδου στρατόν, καὶ ἐπεισπεσὼν διέφθειρε μὲν πολλούς, ζωγρήσας δὲ ἀμφὶ τοὺς χιλίους τῶν ∆ακῶν ἀπήγαγεν ἐς τὸ στρατόπεδον παρὰ βασιλέα. τούτους μὲν λαβὼν ὁ βασιλεὺς καὶ ἀπαγαγὼν διεχρήσατο ἅπαντας. καί τινα λαβόντες νυκτὸς ταύτης τῶν τοῦ Βλάδου στρατιωτῶν οἱ τοῦ βασιλέως στρατιῶται, καὶ ἀπαγαγόντες ἐς Μαχουμούτην, ἠρώτα αὐτόν, ὅστις τε εἴη καὶ ὅθεν ἥκοι. μετὰ δέ, ὡς ἕκαστα διελέχθη, ἐπανήρετο αὐτόν, εἰ εἰδείη, ὅπου διατρίβων τυγχάνει Βλάδος ὁ τῆς ∆ακίας ἡγεμών. ὁ δ' ἀμείβετο, ὡς εἰδείη σαφῶς, οὐδέποτε δ' ἂν εἴποι τούτων οὐδέν, δεδιὼς ἐκεῖνον τὸν ἄνδρα. οἱ δ' οὖν ὡς ἔφασκον αὐτὸν ἀποθανεῖσθαι, ἂν μὴ πύθωνται 2.262 αὐτοῦ, ὃ βούλονται ἐρέσθαι, αὐτὸς ἔφασκε τεθνάναι μὲν ἕτοιμον εἶναι καὶ πάνυ, ἐξειπεῖν δὲ ὁτιοῦν τῶν ἐκείνου οὐκ ἂν τολμῴη. ταῦτα ἐν θαύματι ποιησάμενον τὸν Μαχουμούτην ἀνελεῖν μὲν τὸν ἄνδρα, ἐπιλέγεσθαι δέ, ὡς δέει τῷ ἀμφ' αὑτόν, εἰ εἶχε στρατὸν ἄξιον λόγου, ἐς μέγα ἂν ἐδόκει οὗτος ἀφικέσθαι. Ταῦτα μὲν τότε ἐς τοσοῦτον ἐγένετο· βασιλεὺς δὲ τὸ ἐντεῦθεν προϊὼν ἐς τὸ πρόσω τῆς χώρας ἴετο εὐθὺ τῆς πόλεως, ἐν ᾗ τὰ βασίλεια ἦν αὐτῷ τῷ ἡγεμόνι Βλάδῳ. καὶ νυκτὸς μὲν ἑκάστης, ὁπότε σταθμὸν ποιήσαιτο, ἐποιεῖτο χάρακα κύκλῳ τοῦ στρατοπέδου, καὶ φραγμοῖς φραξάμενος ἐντὸς τοῦ χάρακος διετήρει, φυλακάς τε ἐποιεῖτο μείζους τῶν γιγνομένων, καὶ ὅπλα ἐν ὅπλοις