163
ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός. Ἐφαύλισέ σε, καὶ ἐμυκτήρισέ σε, παρθένος θυγάτηρ Σιών9, κ.τ.λ. Τοὺς προφήτας οἱ ἀκούοντες ἐγνώριζον εἶναι προφήτας οὐκ ἀπὸ τῶν χρόνοις ἐσομένων μακροῖς (ἠγνόουν γὰρ), ἀλλ' ἀπὸ τῶν μικρῶν ὕστερον βεβαιουμένων ἔργοις προῤῥήσεων, ἀφ' ὧν καὶ περὶ τῶν ἄλλων ἐπίστευον. Ὅθεν προλέγει περὶ ὄνων ὁ Σαμουήλ· καὶ ἄλλος, περὶ νοσοῦντος βασιλέως υἱοῦ· ὁ δὲ, βασιλέως Ἰσραὴλ προαγορεύει τὸν θάνατον. Συνεχώρει δὲ τοῦτο Θεὸς, ὡς ἂν μὴ λιχνείᾳ προγνώσεως, ἐπ' εἰδωλολατρείαν τρέποιντο καὶ χρηστήρια καὶ τὰς πλάνας καθόλου τὰς μαντικάς. Ὅθεν καὶ νῦν Ἐζεκίας ἄνεισι μὲν ἐπὶ τὸν νεών. Ἀποκρίνεται δὲ τὸ μέλλον Θεὸς, διὰ τοῦ προφήτου φθεγξάμενος. Καὶ χρησμὸς δίδοται δεύτερος, Θεοῦ δεικνύντος ὡς ἀκήκοεν αὐτοῦ τῆς εὐχῆς. Καὶ πρὸς τὸν Ἀσσύριόν φησι· Σὺ μὲν κατηλαζονεύσω κατ' ἐμοῦ, καὶ τῆς ἀνακειμένης μοι πόλεως, φοβεῖν ἐλπίσας τὴν ἀδιάφθορον καὶ διὰ τοῦτο παρθένῳ παραβαλλομένην τοῦ Θεοῦ πόλιν, καὶ τὸν ἐν αὐτῇ λαὸν θυγατέρα Σιών τε καὶ Ἱερουσαλὴμ χρηματίζοντα. Καὶ αὐτὸς δὲ καθαρεύων εἰδωλολατρείας παρθένος ὠνόμασται. ∆ιὸ καὶ τῷ ἰδίῳ θαῤῥήσας Θεῷ τὰς σὰς ἐγέλασεν ἀπειλὰς, ἀντὶ δὲ τοῦ, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν, ἐξέδωκε Σύμμαχος, ὄπισθέν σου κεφαλὴν ἐκίνησε. Μὴ δοῦσα γάρ σοι πρὸς τὰς βλασφημίας ἀπόκρισιν, ἀποστρέψαντί φησιν, ἐπὶ σοὶ κεκίνηκε κεφαλὴν, ἔλεγέν τε μηκέτι σιγῶσα, τίνα ὠνείδισας καὶ παρώξυνας; ἀνθ' οὗ, ἐβλασφήμησας ἐξέδωκαν οἱ λοιποί· οὐ λογισάμενος ὡς 2320 ὕψιστός ἐστι καὶ Θεὸς Ἰσραὴλ, οἰηθεὶς μηδὲν διαφέρειν τῶν ὑπὸ σοὶ γεγονότων θεῶν, καὶ ἱππικῇ δυνάμει τῆς ἑαυτοῦ ἀναβεβηκέναι πρὸς ὕψος ὀρῶν καὶ ἐπ' ἐσχάτου Λιβάνου κυπαρίττους ἀποκεκοφέναι, καὶ κέδρους, δηλῶν τὰς ἐπηρμένας τῶν λοιπῶν ἐθνῶν βασιλείας. Τὰς δὲ κυπαρίττους ὁ μὲν Ἀκύλας ἐλάτας, ὁ δὲ Σύμμαχος ἀρκεύθους ἐξέδωκεν. Καὶ ἀντὶ τοῦ, εἰς ὕψος μέρους τοῦ δρυμοῦ, εἰς ὕψος τοῦ ἄκρου αὐτοῦ εἰς τὸν δρυμὸν, τοῦ Καρμήλου αὐτοῦ τὰ ἄκαρπα, καὶ Θεὸν οὐκ εἰδότα ἔθνη, καλέσας δρυμόν. Ἀπηυθαδίζετο δὲ κακεῖνο προσθεὶς, καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὑδάτων. Ἢ κατὰ Σύμμαχον, ἐγὼ ὤρυξα καὶ ἔπιον ὕδωρ, καὶ ἠρήμωσα ἐν ἴχνει ποδός μου πάντας ποταμοὺς συνεχομένους, τὰ τῶν ἐθνῶν πλήθη, καὶ τοὺς περὶ θεῶν λόγους αὐτῶν αἰνιττόμενος, καὶ ἐπ' οὐδενὶ μὲν ἀγαθῷ, ἐπ' ἀφανισμῷ δὲ ὧν ἐπέβη χωρίων καυχώμενος. Τινὲς δὲ τὴν τῶν Ἰουδαίων χώραν Λίβανον εἰρῆσθαί φασι, καὶ τὴν ἐν ᾗ κατῴκουν αἱ ιʹ φυλαί· ὑψηλαὶ μὲν γὰρ αὐταὶ, Θεὸν ἔχουσαι βοηθόν. ∆ασεῖαι δὲ τοσούτους ἔχουσαι τοὺς οἰκήτορας, ὧν τὴν μὲν εἷλε παντελῶς, τὴν δὲ πλὴν ὀλίγων, ἃς ἐνόμισας, φησὶν, ἰδίᾳ δυνάμει χειρώσασθαι, καὶ κρατῆσαι τῆς Ἰσραὴλ βασιλείας, ἣν ἐκάλεσεν ὕψος κέδρου, μέρος δὲ δρυμοῦ, τὸ τῆς Ἰουδαίας ἀπολωλός. Εἶτα περὶ γεφύρας φησὶ, καὶ ποταμῶν ἀφανιζομένων, ἅπερ ἐποίουν οἱ τῆς Ἀσίας κρατοῦντες, πολυχειρίᾳ θαῤῥοῦντες. Τοὺς μὲν γὰρ ἐγεφύρουν τῶν ποταμῶν. Ὁ δὲ Ξέρξης καὶ τὸν Ἑλλήσποντον. Οἱ δὲ ἀπέλειπον ὑπ' ἐκείνων γενόμενοι τῷ τῶν πινόντων οὐκ ἀντέχοντες πλήθει. Ἀλλ' ουστον ἐστὶ ταῦτα, φησίν. Ἐγὼ γὰρ κατ' ἐκείνων, τοῦ παθεῖν τὸν ὅρον ἐξήνεγκα. Σὺ δὲ τὴν παρ' ἐμοὶ πρόπαλαι κρατοῦσαν γνώμην ἠγνόηκας περὶ τῆς τῶν ἀσεβούντων ἀπωλείας ἐθνῶν. Οἱ δὲ περὶ Σαμαρείας καὶ τῆς Ἰουδαίας εἰπόντες εἰρῆσθαι. Ἐξῆν σοι, φασὶ, τοῖς ἐμοῖς ἐντυχεῖν προφήταις, καὶ γνῶναι τὰ προθεσπισθέντα περὶ αὐτῶν, ἃ νῦν εἰς ἕργον ὀργάνῳ σοι χρησάμενος ἤγαγον. Ἐμῇ γὰρ ὥσπερ χειρὶ τούτους τῇ ἀνεξικακίᾳ διακρατῶν, ἐπεὶ μὴ ἐπέστρεφον πρὸς τὸν Σωτῆρα τὸν ἑαυτῶν, ἀνῆκά σοι τούτους, καὶ τότε γέγονας ἐγκρατής. Ἄκαρποι γὰρ ὄντες, ἀγρώστει καὶ χόρτῳ εἰκάζοντο δωμάτων, καὶ μηκέτι σκεπασθέντες ἀπεξηράνθησαν, ὅπερ οὐκ ἂν ἔπαθον ἄμπελος ἢ ἔλαια τυγχάνοντες. Σὺ δὲ μὴ ταῦτα φρονῶν ἀήθης καὶ τῆς ἐμῆς πόλεως ἐν ὁμοίῳ κρατεῖν. Οὐ γὰρ ἀγνοῶ σου τὰς ἐνθυμήσεις, οὐδὲ τὴν εἴσοδόν τε καὶ ἔξοδον τῶν σῶν λογισμῶν. Τινὲς δὲ τὸν μὲν θάνατον αὐτοῦ διὰ τῆς ἀναπαύσεως δηλοῦσθαί φασιν. Εἴσοδον δὲ καὶ ἔξοδον,